← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§261.21-263.9

述谓的有限性与无中项前提的存在

斐洛庞诺斯注解亚里士多德在《后分析篇》84a21–84a33中的论证,说明自本身的述谓无论如何都不能走向无限,从而证明必定存在无中项的前提作为原则,而两个确定项之间的中项亦不可能无限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.415

" Εἰ οὖν μὴ ἐνδέχεται ἄπειρα τὰ τοιαῦτα ὑπάρχειν τῷ ἑνί." Τὰ τοιαῦτά φησι, τουτέστι τὰ καθ’ αὑτὸ κατηγορούμενα.

“因此,如果此类事物不可能无限地属于一,”他说“此类事物”,即自本身被述说的事物。

§1.416

"Οὐδὲ ἐπὶ τὸ ἄνω ἔσται ἄπειρα." Εἰπὼν ἐπὶ τὸ ἄνω φησὶν ἀπὸ τοῦ ἀριθμοῦ, τό τε περιττὸν καὶ πρῶτον καὶ τὰ ἐφεξῆς· εἰ γὰρ οὕτως εἶεν ἄπειρα, δῆλον ὅτι ἑνί τινι, τῷ ἀριθμῷ, ἄπειρα καθ’ αὑτὸ ὑπάρχει. εἰ οὖν τοῦτο ἀδύνατον (οὕτω γὰρ καὶ τὴν ἐπιστήμην ἀναιρήσομεν), καὶ ἡ πρόοδος ἡ ἀπὸ τοῦ ἀριθμοῦ ἐπ’ ἄπειρον τῶν καθ’ αὑτὸ αὐτῷ ὑπαρχόντων ἀδύνατος.

“则向上也不会是无限的。” 他说“向上”,是指从数开始,既包括奇数,也包括质数以及随后的事物。因为如果以这种方式是无限的,显然对某一单独的事物即数而言,无限多的事物自本身属于它。因此,如果这是不可能的(因为这样我们连科学知识也将废弃),那么从数开始、自本身属于它的事物走向无限的进程也是不可能的。

§1.417

"Ὥστ’ ἀντιστρέφοντα ἔσται ἀλλ’ οὐχ ὑπερτείνοντα." Ἐπειδὴ εἶπεν ὅτι, εἰ μὴ ἐνδέχεται ἄπειρα ὑπάρχειν τῷ μὴ ἐνδέχεσθαι ἄπειρα ὑπάρχειν τῷ ἑνί,1 οὐδὲ ἐπὶ τὸ ἄνω ἄπειρα ἔσται, αὐτὸ τοῦτο ἐφεξῆς κατεσκεύασεν. εἰ γὰρ ἀνάγκη τῷ τε ἀριθμῷ πάντα ὑπάρχειν κἀκείνοις πᾶσι τὸν ἀριθμόν, ἀντιστρέφουσι πρὸς ἄλληλα δῆλον ὅτι, καὶ οὔτε ὁ ἀριθμὸς ὑπερτείνει καὶ ἐπὶ πλέον ἐστὶ πάντων τῶν καθ’ αὑτὸ ὑπαρχόντων, οὔτε τὰ καθ’ αὑτὸ ὑπάρχοντα ὑπερτείνει τὸν ἀριθμόν. εἰ δὲ τοῦτο μὴ ἐνδέχεται, ἄπειρα τῷ ἀριθμῷ ὑπάρχειν, οὐδὲ τὸν ἀριθμὸν ἀπείροις ὑπάρχειν ἐνδέχεται.

“从而它们将是换位的,而不是超出的。” 既然他说过,如果由于无限多的事物不可能属于一,从而不可能无限地属于,那么向上也不会是无限的,接着他就确立了这一点。因为如果必然所有事物都属于数,且数也属于所有那些事物,显然它们彼此是换位的,既不是数超出并外延大于所有自本身属于的事物,也不是自本身属于的事物超出数。但如果这是不可能的,即无限多的事物属于数是不可能的,那么数属于无限多的事物也是不可能的。

§1.418

"Οὐδὲ μὴν ὅσα ἐν τῷ τί ἐστιν ἐνυπάρχει, οὐδὲ ταῦτα ἄπειρα." Λοιπὸν ὅτι οὐδὲ ἐν τῷ προτέρῳ τρόπῳ τῶν καθ’ αὑτὸ ἐπ’ ἄπειρον χωροῦσιν αἱ κατηγορίαι.

“而且凡是在‘是什么’中内在的事物,这些也不是无限的。” 余下的结论是,即使在自本身的较先方式中,述谓也不会走向无限。

§1.419

"Εἰ δὲ τοῦτο, δῆλον ἤδη καὶ τῶν ἀποδείξεων ὅτι ἀνάγκη ἀρχάς τε εἶναι καὶ μὴ πάντων εἶναι ἀπόδειξιν." Δείξας, ὅτι κατ’ οὐδένα τρόπον ἐπ’ ἄπειρον ἐνδέχεται χωρεῖν τὰς κατηγορίας, λοιπὸν συνάγει τοῦτο, οὗπερ ἕνεκα καὶ ταῦτα πάντα κεκίνηκε, λέγω δὴ ὅτι εἰσὶν ἀρχαὶ τῶν ἀποδείξεων αἱ ἄμεσοι προτάσεις καὶ οὐχ οἷόν τε τὰς ἀποδείξεις ἐπ’ ἄπειρον προϊέναι. εἰ γὰρ μὴ ἄμεσοι εἶεν προτάσεις καὶ διὰ τοῦτο μὴ ἵστανται αἱ ἀποδείξεις, ἀλλ’ ἀεὶ ἐπὶ πάσης τῆς ληφθείσης προτάσεως ἔστιν ἐμβάλλοντα μέσον ὅρον ποιῆσαι συλλογισμόν,2 δύο ἄρα ὅρων ὡρισμένων ἐνδέχεται μεταξὺ ἀπείρους εἶναι, ὅπερ ἐδείχθη ἀδύνατον.

“但如果这是这样,现在关于证明也已清楚,必然存在原则,并且并非一切事物都有证明。” 在表明述谓不可能以任何方式走向无限之后,他接着推导出了他引发所有这些讨论的目的所在,我意指无中项的前提是证明的原则,并且证明不可能走向无限。因为如果不存在无中项的前提,且因此证明不停步,而是对于每一个被采纳的前提,总是可以通过插入一个中项来构成三段论,那么在两个确定的项之间就可能存在无限多的项,而这已被证明是不可能的。

§1.420

"Τὸ γὰρ εἶναι τούτων ὁποτερονοῦν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἶναι μηδὲν διάστημα ἄμεσον καὶ ἀδιαίρετον.3" Τὸ ἐπ’ ἄπειρον βαδίζειν τὰς ἀποδείξεις καὶ μὴ εἶναι ἀρχὰς ἀποδείξεων ἢ πάντα ἀποδεικτὰ εἶναι λέγειν οὐδὲν ἕτερόν ἐστι, φησίν, ἢ μηδεμίαν λέγειν εἶναι ἄμεσον πρότασιν· αἱ γὰρ ἀποδείξεις οὐκ ἔξωθεν προσλαμβάνουσαι τοὺς ὅρους προΐασιν ἀλλ’ ἐν μέσῳ. οἷον εἰ τὸ Α τῷ Β ὑπάρχει καὶ τὸ Β τῷ Γ, τὸ Α τῷ Γ ὑπάρξει· εἰ οὖν θελήσομεν δεῖξαι πόθεν ὅτι τὸ Α τῷ Β ὑπάρχει, μεταξὺ παρεμβαλοῦμεν ὅρον τοῦ Α καὶ τοῦ Β τὸ Δ. ὁμοίως, εἰ θελήσομεν δεῖξαι ὅτι τὸ Α τῷ Δ ὑπάρχει, μεταξὺ πάλιν παρεμβαλοῦμεν ὅρον τὸ Ε, καὶ οὕτως ἐφεξῆς. ἔσται οὖν μεταξὺ δύο ὅρων ὡρισμένων ἄπειρα τὰ ἐντεθειμένα, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ὅτι αἱ κατηγορίαι καὶ ἄνωθεν ἀρχόμεναι ἐπὶ τὸ κάτω ἵστανται καὶ κάτωθεν ἐπὶ τὸ ἄνω. ὥστε εἰ ἀδύνατον δύο ὅρων τὰ μεταξὺ ἄπειρα εἶναι, οὔτε πάντα ἐστὶν ἀποδεικτά (αἱ γὰρ ἄμεσοι προτάσεις ἀναπόδεικτοι) οὔτε ἐπ’ ἄπειρον ἡ ἀπόδειξις πρόεισιν, ἀλλ’ εἰσὶν ἀρχαὶ ἀποδείξεως αἱ ἄμεσοι προτάσεις.

“因为这二者中无论哪一种情况的存在,都无非是没有哪一个间距是无中项且不可分的。” 他说,主张证明走向无限、不存在证明的原则或主张一切都是可证明的,无非是说没有任何前提是无中项的。因为证明的前进不是通过从外部引入各项,而是在中间[引入项]。例如,如果Α属于Β,Β属于Γ,则Α将属于Γ;因此如果我们想说明凭什么Α属于Β,我们将在Α与Β之间插入项Δ。同样,如果我们想说明Α属于Δ,我们又将在它们之间插入项Ε,依此类推。因此在两个确定的项之间被插入的事物将是无限的,这是不可能的;因为已经证明,述谓无论自上而始走向下,还是自下而始向上,都会停步。从而,如果两个项之间的中间物不可能无限,那么既非一切事物都是可证明的(因为无中项的前提是不可证明的),证明也不会走向无限,而是无中项的前提即是证明的原则。

语法注3 条
  1. 1.417τῷ μὴ ἐνδέχεσθαι ἄπειρα ὑπάρχειν τῷ ἑνί

    带冠词的不定式与格(τῷ μὴ ἐνδέχεσθαι)在此表原因(“由于无限多的事物不可能属于一”),为条件从句 εἰ μὴ ἐνδέχεται ἄπειρα ὑπάρχειν 提供理由依据。

  2. 1.419ἔστιν ἐμβάλλοντα μέσον ὅρον ποιῆσαι συλλογισμόν

    非人称动词 ἔστι(意为“可以/可能”)搭配不定式 ποιῆσαι,而阳性单数宾格分词 ἐμβάλλοντα 则充当不定式未明示的泛指逻辑主语(即“人可以通过插入中项来构成三段论”)。条件从句中亦出现了从希求语气 εἶεν 向直陈语气 ἵστανται 与 ἔστιν 的交替。

  3. 1.420Τὸ γὰρ εἶναι τούτων ὁποτερονοῦν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἶναι μηδὲν διάστημα ἄμεσον καὶ ἀδιαίρετον

    该引文的句法骨架为主语位置的带冠词不定式短语“Τὸ εἶναι τούτων ὁποτερονοῦν”(“这二者中无论哪一种情况的存在”),与表语部分“οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἶναι...”(“无非是……”)形成对比。此处的 διάστημα(“间距”)是逻辑学专门术语,指前提或两个项之间的间距。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:261.21-263.9