← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§259.25-261.20

自本身属于谓述的两种方式与连链条的有限性

针对亚里士多德《后分析篇》84a11–20,菲洛波庞分析了自本身属于谓述的两种方式(本质定义谓述与主词包含于定义中的谓述),列举了数中的实例(奇数、多数性、质数等),并探讨了谓述链条何以不可能无限推进以及围绕文本句读断句的解释分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.408

" Ἡ μὲν γὰρ ἀπόδειξίς ἐστι τῶν ὅσα ὑπάρχει καθ’ αὑτὸ τοῖς πράγμασι." Τὸ τῶν ἄρθρον,1 τουτέστιν ὅσα καθ’ αὑτὸ ὑπάρχει τοῖς πράγμασι, τούτων ἐστὶν ἀπόδειξις.

“因为证明是关于凡自本身属于事物者的。” “τῶν”是冠词,也就是说,凡自本身属于事物者,关于这些才有证明。

§1.409

"Ὅσα τε γὰρ ἐν ἐκείνοις ὑπάρχει ἐν τῷ τί ἐστιν." Ὁ πρῶτος τρόπος. ταῦτα, φησί, καθ’ αὑτὰ λέγεται ὅσα ἐν ἐκείνοις〈, οἷς〉λέγεται καθ’ αὑτὰ ὑπάρχειν, ἐν τῷ τί ἐστιν αὐτοῖς ὑπάρχει, οἷον ἀνθρώπῳ τὸ ζῷον ἐν τῷ τί ἐστι.

“因为既有在那些事物之中并在其‘是什么’中属于者,”第一种方式。他说,当任何事物是在它们被说成自本身所属于的那些事物之中、并在其自身的“是什么”中属于它们时,这些就被说成自本身属于;正如动物在“是什么”中属于人。

§1.410

"Καὶ οἷς αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχουσιν αὐτοῖς." Ὁ δεύτερος τρόπος. καὶ ταῦτα, φησί, καθ’ αὑτὰ λέγεται ἐφ’ ὧν αὐτὰ τὰ οἷς ὑπάρχειν λέγεται καθ’ αὑτά, τουτέστι τὰ ὑποκείμενα αὐτοῖς, ἐν τῷ τί ἐστιν ὑπάρχουσιν αὐτοῖς· οἷον † ἡ ῥὶς ὑπάρχει καθ’ αὑτὸ τῷ σιμῷ, ἐν τῷ τί ἐστιν ὑπάρχει αὐτῷ τῷ σιμῷ.

“又有当它们属于时,它们所属的那些事物在‘是什么’中属于它们自身者。” 第二种方式。他说,在那些情况下,它们被说成自本身所属于的事物本身,即作为它们底层物者,在它们自身的“是什么”中属于它们,这些也被说成是自本身属于的;例如鼻子自本身属于塌鼻,属于塌鼻自身的“是什么”中。

§1.411

"Οἷον τῷ ἀριθμῷ τὸ περιττόν." Παραδείγματα τῶν δύο τρόπων ἐν τῷ αὐτῷ τίθησι, τοῦ μὲν δευτέρου τὸ περιττόν (τοῦτο γὰρ καθ’ αὑτὸ μὲν ὑπάρχει τῷ ἀριθμῷ, καὶ ὁ ἀριθμὸς ἐν τῷ ὁρισμῷ τοῦ περιττοῦ παραλαμβάνεται) τοῦ δὲ προτέρου τὸ πλῆθος καὶ τὸ διαιρετόν· ταῦτα γὰρ ὑπάρχοντα τῷ ἀριθμῷ ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβάνεται· ὁριζόμενοι γὰρ τὸν ἀριθμὸν ποτὲ μὲν τὸ πλῆθος παραλαμβάνομεν (φαμὲν γὰρ ἀριθμὸν εἶναι τὸ ἐκ τῶν μονάδων συναγόμενον πλῆθος) ποτὲ δὲ τὸ διαιρετόν, λέγοντες ἀριθμὸν εἶναι ποσὸν διωρισμένον.

“例如奇数之于数。” 他在同一事物中给出了这两种方式的例子:第二种方式的例子是奇数(因为这一方面自本身属于数,而且数被纳入奇数的定义中);前一种方式的例子则是多数性和可分割性;因为这些既属于数,又被纳入其定义中。因为在定义数时,我们有时引入多数性(因为我们说数是由单位聚合而成的多数),有时引入可分割性,说数是分立的量。

§1.412

"Τούτων δ’ οὐδέτερα ἐνδέχεται ἄπειρα εἶναι, οὔθ’ ὡς τὸ περιττὸν τοῦ ἀριθμοῦ." Εἰ τὸ οὐδέτερα ἀκούσωμεν ἐπί τε τοῦ πλήθους καὶ τοῦ διαιρετοῦ, ἅπερ τοῦ προτέρου τρόπου ἀμφότερα ἦν παραδείγματα, εἰκότως προσέθηκε τὸ οὔθ’ ὡς περιττὸν τοῦ ἀριθμοῦ, ἵνα καὶ τὸν δεύτερον τρόπον σημάνῃ. εἰ δὲ τὸ οὐδέτερα ἐπὶ τῶν δύο τρόπων εἴρηται, τὸ οὔθ’ ὡς τὸ περιττὸν τοῦ ἀριθμοῦ κατ’ ἐπανάληψιν εἴρηται, ἐπειδὴ τοῦτο πρῶτον προτίθησιν ἐλέγξαι.

“但这二者都不可能是无限的,也不像奇数之于数那样。” 如果我们把“这二者都不”理解为兼指多数性与可分割性(它们两者都是前一种方式的例子),那么他加上“也不像奇数之于数那样”是合理的,以便指明第二种方式。但如果“这二者都不”是就这两种方式而言的,那么“也不像奇数之于数那样”就是作为重申而说的,因为这是他首先打算加以驳斥的。

§1.413

"Πάλιν γὰρ ἂν ἐν τῷ περιττῷ ἄλλο εἴη ᾧ ἐνυπῆρχεν ὑπάρχοντι." Εἰ ἕτερόν τι, φησί, καθ’ αὑτὸ ὑπάρξει τῷ περιττῷ, ᾧτινι ἐξ ἀνάγκης τὸ περιττὸν ἐν τῷ λόγῳ ὑπάρξει αὐτοῦ ἐκείνου ὑπάρχοντος καθ’ αὑτὸ τῷ περιττῷ, ἀνάγκη καὶ ἐν τῷ ἐκείνου λόγῳ τὸν ἀριθμὸν παραλαμβάνεσθαι. ὁ μὲν οὖν φιλόσοφος〈, ὃς〉 ἐν τῷ τοῦτο δὲ εἰ ἔστιν ὑπέστιξεν,2 ἵνα σημάνῃ ‘εἰ δὲ τοῦτο οὕτως ἔχει καὶ ὑπάρχει ἕτερόν τι τῷ περιττῷ’, λοιπὸν ἐκ τοῦ πρῶτον κατὰ συνέχειαν ἀνέγνω. εἰ γὰρ τοῦτο οὕτως ἔχει, φησί, καὶ ὑπάρχει ἕτερόν τι τῷ περιττῷ, καὶ ἐν ἐκείνῳ πρῶτον ὁ ἀριθμὸς ἐνυπάρξει ἤπερ τὸ περιττόν, πρῶτον δ’ ἄνωθεν ἀρχομένῳ, ὥσπερ ἂν εἰ εἴποιμεν πρῶτον ὑπάρχειν τῷ ἀνθρώπῳ τὴν οὐσίαν ἤπερ τὸ ζῷον. ἐμοὶ δ’ οὐ δοκεῖ καλῶς τεθεῖσθαι ἡ ὑποστιγμή· πρῶτα γὰρ πανταχοῦ ὁ Ἀριστοτέλης τὰ προσεχῆ λέγει, οὐ τὰ πορρωτέρω. ὑποστικτέον οὖν ἐν τῷ πρῶτον.

“因为在奇数中又会存在另一事物,在它属于时它内在其中。” 他说,如果另一事物自本身属于奇数,且当那事物本身自本身属于奇数时,奇数必然在定义中属于那事物,那么在后者的定义中也必然包含数。那位在“但如果这存在”处加下逗点的哲学家,是为了表示“但如果情况如此且另一事物属于奇数”,从而将剩下的部分从“首先”开始连读下去。因为他说,如果情况如此,且另一事物属于奇数,那么数就比奇数更“首先”内在属于那事物之中,但这“首先”是对自上而始者而言的,正如我们说实体比动物更“首先”属于人一样。但在我看来,这下逗点放得并不好;因为亚里士多德在所有地方都是把邻近者称为“首先”,而不是把更遥远者称为“首先”。因此应当在“首先”处加下逗点。

§1.414

"Τοῦτο δ’ εἰ ἔστι πρῶτον, ὁ ἀριθμὸς ἐνυπάρξει ὑπάρχουσιν αὐτῷ." Εἰπὼν ἂν ἐν τῷ περιττῷ ἄλλο εἴη, λέγει ὡς ἐν παραδείγματι ὁποῖον ἄλλο· εἰ γὰρ τοῦτο εἴη, φησίν, ὑποθώμεθα ὑπάρχειν τῷ περιττῷ οἷον πρῶτον. πρῶτον δέ φασιν ἀριθμὸν τὸν μονάδι μόνῃ μετρούμενον κοινῷ μέτρῳ. οὗτος δὲ τῶν ἀρτίων μὲν οὐδενὶ ἄλλῳ ὑπάρχει πλὴν μόνῃ τῇ δυάδι· αὕτη γὰρ μόνη τῶν ἀρτίων μονάδι μόνῃ μετρεῖται· περιττοῖς μέντοι πᾶσιν ὑπάρχει, τῷ γ’, τῷ εʹ, τῷ ζʹ καὶ ἄλλοις μυρίοις. διὰ τοῦτο οὖν εἴποι ἄν τις καθ’ αὑτὸ ὑπάρχειν τῷ περιττῷ τὸ πρῶτον. εἰ οὖν τῷ περιττῷ, φησίν, ὑπάρξει καθ’ αὑτὸ τὸ πρῶτον, καὶ ἐν τῷ τοῦ πρώτου ὁρισμῷ ὁ ἀριθμὸς παραληφθήσεται ὥσπερ καὶ τὸ περιττὸν καὶ αὐτῶν τούτων τῷ ἀριθμῷ ὑπαρχόντων.

“但如果这是质数,数将内在属于属于它的事物之中。” 在说了“在奇数中会存在另一事物”之后,他通过举例说明是什么样的另一事物:因为他说,如果是这样,让我们假设属于奇数的比如是“第一[质数]”。他们称仅由单位作为公度所测量的数为“第一[质数]”。而在偶数中,只除了二以外,这不属于任何其他数;因为在偶数中只有它是仅由单位测量的;但这属于所有的奇数,属于三、五、七以及无数其他数。因此,人们可以说质数自本身属于奇数。他说,如果质数自本身属于奇数,那么在质数的定义中数也将被纳入,正如奇数被纳入一样,即便这些事物本身属于数。

语法注2 条
  1. 1.408Τὸ τῶν ἄρθρον

    Τὸ τῶν 是将冠词 τῶν 本身名词化的表达,充当主语:“冠词 τῶν[意指……]”。随后由 τουτέστιν 引出的分句解释了其句法功能,即作为先行词 τούτων 的替代,统摄关系从句 ὅσα...

  2. 1.413ὁ μὲν οὖν φιλόσοφος〈, ὃς〉 ἐν τῷ τοῦτο δὲ εἰ ἔστιν ὑπέστιξεν

    讨论文本断句(下逗点 hypostigme)的句子。菲洛波庞指出,某位注释家将逗点置于 τοῦτο δὲ εἰ ἔστιν 之后,并将 πρῶτον 作为副词修饰后文的主动词 ἐνυπάρξει(“最先内在属于”);菲洛波庞则反对这种读法,主张应在 πρῶτον 之后断句,将 πρῶτον 作 τοῦτο 的表语(“如果这是质数”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:259.25-261.20