- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:24.6-26.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯逐条考察了亚里士多德提出的证明前提的各项条件(第一的、无中项的、更为人所知的、在先的、原因),阐释了“无中项”的含义、公理的明了性,并说明“在先的原因”应当理解为在证明序列中的“直接原因”。
" Καὶ πρώτων καὶ ἀμέσων." Καλῶς τῷ πρώτων προσέθηκε τὸ καὶ ἀμέσων. ἐὰν μὲν γὰρ λαβὼν ὅτι ἡ ψυχὴ ἀθάνατος ἐντεῦθεν ἕτερόν τι συλλογίσωμαι, οἷον ὅτι εἰσὶν ἐν Ἅιδου αἱ ψυχαί, ἐκ πρώτων μὲν συνελογισάμην, οὐ μέντοι ἐξ ἀμέσων·1 οὐδὲ γὰρ ὡμολογημένον ἐστὶ τὸ ἀθάνατον εἶναι τὴν ψυχήν, ἀλλὰ δέεται καὶ τοῦτο ἀποδείξεως. ἀνάγκη οὖν καὶ τὴν τούτου ἀπόδειξιν ἢ ἐξ ἀμέσων εἶναι ἢ ἐξ ἀναποδείκτων, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὥστε τὸν ὄντως ἐπιστημονικὸν συλλογισμὸν δεῖ ἐκ πρώτων εἶναι καὶ ἀμέσων προτάσεων, τουτέστιν ἀναποδείκτων καὶ αὐτοπίστων. ἐπεὶ γὰρ πᾶσα ἀπόδειξις, ἤτοι συλλογισμός, διά τινων μέσων ὅρων περαίνεται, διὰ τοῦτο τὰς εἰς τὸν ἀποδεικτικὸν συλλογισμὸν παραλαμβανομένας προτάσεις ἀμέσους εἶπε δεῖν εἶναι, τουτέστι μὴ δεῖσθαι μέσου ὅρου δι’ οὗ δείκνυται ὑπάρχειν τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον. δυνατὸν δὲ ἴσως τὸ πρώτων καὶ ἀμέσων καὶ οὕτως εἰρῆσθαι, διότι ἔστι τινὰ ἄμεσα μὲν οὐ πρῶτα δὲ καὶ προηγούμενα τῶν ἀποδεικτικῶν ἀλλ’ ἔσχατα καὶ μερικά· οἷον ὅτι τόδε τὸ ψιμμύθιον λευκόν ἐστιν ἄμεσος πρότασις (οὐ δεῖται γὰρ μέσου ὅρου εἰς πίστιν) καὶ ὅτι ὅδε Σωκράτης ἐστίν. ἀλλ’ οὐ τῶν τοιούτων ἀμέσων χρεία εἰς τὴν ἀπόδειξιν ἀλλὰ τῶν πρώτων καὶ κοινῶν ἐννοιῶν, αἷς τὰ ἀποδεικτικὰ ὡς ὕστερα τῇ φύσει προτέροις καὶ ὡς αἰτίοις αἰτιατὰ ἕπεται.2
“以及第一的和无中项的前提。” 他在“第一的前提”之后适当地补充了“以及无中项的前提”。因为如果我设定灵魂是不朽的,并由此推论出另一件事,例如灵魂在冥府之中,那么我是从第一的前提进行了推论,然而并非出自无中项的前提;因为灵魂是不朽的甚至并不是公认的事实,而且这也需要证明。因此对这一点的证明也必然要么出自无中项的前提,要么出自不可证明的前提,而这会至于无穷。所以,真正科学的三段论必须由第一且无中项的前提构成,亦即不可证明且自身可信赖的前提。因为既然一切证明,即推论,都是通过某些中项而完成的,因此他说被用于证明的三段论的前提必须是无中项的,也就是不需要一个用以证明述词属于主词的中项。但也许“第一的和无中项的”也可以这样来解释:因为有些事物虽是无中项的,但并非证明中的第一者与主导者,而是最终的和个别的;例如“这铅白是白的”是一个无中项的前提(因为它不需要中项即可使人确信),“这位是苏格拉底”也是如此。但在证明中需要的不是这种无中项的事物,而是第一的、共同的概念,被证明的事项跟随这些概念,就像在本性上在后的事物跟随在先的事物、受动结果跟随原因一样。
"Καὶ γνωριμωτέρων." Δεῖ γὰρ μὴ μόνον ἄμεσα καὶ πρῶτα εἶναι τὰ παραλαμβανόμενα εἰς τὴν ἀπόδειξιν ἀλλὰ καὶ γνώριμα. δυνατὸν γὰρ καί τινα τῶν ἀξιωμάτων δι’ ἀνεπιστασίαν τοῖς πολλοῖς μὴ εἶναι γνώριμα· οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα αὐτόπιστον, ὅπερ οὐκ ἂν ῥᾳδίως οἱ πολλοὶ γνωρίσειαν. δεῖ οὖν ταῦτα γνώριμα καθιστάνειν.
“以及更为人所知的。” 因为用于证明的前提不仅应当是无中项的和第一的,而且还必须是已知的。因为即使是公理中的某些公理,也可能由于大众的不专注而不为人所知;例如“与同一事物相等的事物彼此也相等”是自身可信赖的,但大众未必能轻易认知这一点。因此必须使这些公理成为已知的。
"Καὶ προτέρων καὶ αἰτίων τοῦ συμπεράσματος." Ὅτι μὲν ἐκ προτέρων ἀνάγκη τὴν ἀπόδειξιν εἶναι, σαφές· εἰ γὰρ πρὸς τὴν δεῖξιν παραλαμβάνονται, ἀνάγκη πρότερα αὐτὰ παραλαμβάνειν. ἀλλὰ δεῖ τὰ πρότερα ταῦτα καὶ αἴτια εἶναι τοῦ συμπεράσματος· δυνατὸν γὰρ πρότερα μὲν παραλαβεῖν μὴ αἴτια δέ. οἷον ὡς εἴ τις βούλοιτο δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος καὶ λάβοι ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· ἔλαβε γὰρ πρότερα μὲν καὶ ἄμεσα οὐκ αἴτια δὲ τοῦ συμπεράσματος· δεῖ δὲ μετὰ τοῦ εἶναι πρῶτα καὶ ἄμεσα τὰ εἰς τὴν ἀπόδειξιν παραλαμβανόμενα καὶ αἴτια εἶναι. Οὕτως γάρ, φησίν, ἔσονται αἱ ἀρχαὶ οἰκεῖαι τοῦ δεικνυμένου. ὥστε εἰ οἰκείας δεῖ εἶναι τὰς ἀρχὰς τοῦ δεικνυμένου, δῆλον ὅτι τὰ προσεχῆ αἴτια λαμβάνειν δεῖ καὶ οὐχ ἁπλῶς αἴτια· τὰ γὰρ πορρωτέρω αἴτια δύναται καὶ ἄλλου εἶναι αἴτια καὶ οὐκ οἰκεῖα τοῦ δεικνυμένου. τὰ γὰρ τέσσαρα στοιχεῖα αἴτια μὲν τοῦ ἡμετέρου σώματος, οὐ προσεχῆ δὲ αὐτοῦ ἐστιν αἴτια· καὶ γὰρ καὶ τῶν ἄλλων συνθέτων σωμάτων· ἡ δὲ αὐτῶν τῶν χυμῶν συμμετρία προσεχῶς αἰτία τοῦ ἡμετέρου σώματος. τοῦτο μὲν ὡς ὑλικόν· ὡς δὲ ποιητικὸν αἴτιον προσεχὲς αἴτιον ὁ πατὴρ καὶ ἡ ἐν ἑκάστῳ μερικὴ φύσις. ὑφ’ ἓν οὖν τὸ ὅλον τοῦτο ἀναγνωστέον ‘προτέρων αἰτίων’·3 ὥσπερ γὰρ τῷ ‘ἀμέσων’ συνέταξε τὸ ‘πρώτων’, οὕτω καὶ νῦν φησι ‘προτέρων αἰτίων’. τὸ προτέρων δὲ ἀντὶ τοῦ ‘προσεχῶν’ ἀκουστέον· οὕτω γάρ, φησίν, ἔσονται αἱ ἀρχαὶ οἰκεῖαι τοῦ δεικνυμένου. τὸ μὲν γὰρ εἰς πίστιν τῆς μοιχείας τὸν καλλωπισμὸν λαμβάνειν οὐκ οἰκεία ἀρχὴ τοῦ συμπεράσματος, οὐδὲ αἴτιον τὸ πρότερον τοῦ δευτέρου· ἀλλὰ καὶ τὸ ἐπὶ τοῦ ζωδιακοῦ κύκλου κινεῖσθαι τὸν ἥλιον καὶ τὴν σελήνην αἴτιον μέν ἐστι τῆς τοῦ ἡλίου ἐκλείψεως, οὐ προσεχὲς δὲ αἴτιον. τὸ μέντοι ὑποτρεχούσης τῆς σελήνης τὸν ἥλιον καὶ κατὰ κάθετον αὐτῷ γινομένης τὴν ἡλιακὴν ἔκλειψιν γίνεσθαι4 οἰκεία τε καὶ προσεχὴς ἀρχὴ τῆς ἀποδείξεως τῆς περὶ τῆς ἐκλείψεως τοῦ ἡλίου. δεῖ δὲ καὶ τὴν τῆς ἀποδείξεως πρόοδον ἀπὸ τῶν αἰτίων καὶ πρώτων τὴν ἀρχὴν ποιεῖσθαι καὶ τελευτᾶν εἰς τὰ αἰτιατά τε καὶ ὕστερα, οἷον ἐκ τῆς ἀντιφράξεως ἄρχεσθαι καὶ τελευτᾶν εἰς τὴν ἔκλειψιν· ὁ ἥλιος ἀντιφράττεται ὑπὸ τῆς σελήνης, τὸ ἀντιφραττόμενον ἐκλείπει, ὁ ἥλιος ἄρα ἐκλείπει. εἰ γὰρ ἀπὸ τοῦ αἰτιατοῦ ἐπὶ τὸ αἴτιον παλινδρομήσομεν, οὐκέτι ἀπόδειξις τὸ τοιοῦτον ἀλλὰ τεκμήριον· οἷον ὁ ἥλιος ἐκλείπει, τὸ ἐκλεῖπον ἀντιφράττεται, ὁ ἥλιος ἄρα ἀντιφράττεται.
“以及先于结论并作为结论之原因的前提。” 证明必须出自先于结论的前提,这是显而易见的;因为既然前提是为证明而设定的,就必然要将它们作为在先者来设定。但这些在先者还必须是结论的原因;因为完全可能设定了在先者,却不是原因。例如,假定有人想证明灵魂是不朽的,而设定了“与同一事物相等的事物彼此也相等”;因为他设定了在先且无中项的前提,但它们并不是结论的原因;因此用于证明的前提除了是第一且无中项的之外,还必须是原因。他说:“因为唯有如此,诸原理才会是所证明事项的本有原理。”所以,如果诸原理必须是所证明事项的本有原理,显然就必须取直接原因,而不能仅仅取一般原因;因为更远的原因也可以是其他事物的原因,而不是所证明事项的本有原因。例如,四元素虽然是我们身体的原因,但并不是它的直接原因;因为它们也是其他复合实体的原因;而体液本身的调和匀称才是我们身体的直接原因。这是就质料原因而言;而作为直接的作动原因,则是父亲以及内在于每一个体中的特殊本性。因此,应当把这整个词组作为一个整体读作“先在的原因”;正如他将“第一的”与“无中项的”结合在一起,如今他也同样说“先在的原因”。而“先在的”应当理解为“直接的”;他说:“因为唯有如此,诸原理才会是所证明事项的本有原理。”因为,以打扮作为通奸的确信凭据并不是结论的本有原理,在先的事物也不是第二件事物的原因;此外,太阳和月亮在黄道带圆环上运行固然是日食的原因,但不是直接原因。然而,当月亮运行到太阳下方且与它成垂直线时日食发生,这才是关于日食的证明的本有且直接的原理。此外,证明的进程必须以原因和第一者为始端,并终结于结果和在后者,例如从遮蔽出发并终结于食:“太阳被月亮遮蔽;被遮蔽者发生食;因此太阳发生食”。因为如果我们从结果倒推向原因,这样的推论就不再是证明,而是证据性推论;例如:“太阳发生食;发生食者被遮蔽;因此太阳被遮蔽”。
- 1.23ἐκ πρώτων μὲν συνελογισάμην, οὐ μέντοι ἐξ ἀμέσων
归结句中使用不定过去时直陈式(συνελογισάμην),客观陈述该假设步骤的逻辑结果。此处“第一的”(πρῶτα)指处于较高位阶的假设或命题,与无需中项证明的“无中项的”(ἄμεσα)前提形成对照。
- 1.23αἷς τὰ ἀποδεικτικὰ ὡς ὕστερα τῇ φύσει προτέροις καὶ ὡς αἰτίοις αἰτιατὰ ἕπεται
关系代词与格 αἷς 指向前行词 τῶν πρώτων καὶ κοινῶν ἐννοιῶν,由支配与格的动词 ἕπεται 所管辖。句中的 προτέροις 和 αἰτίοις 作为与格指代先行的共同概念,分别与主语 τὰ ἀποδεικτικὰ 充当的 ὡς ὕστερα(在后者)和 ὡς αἰτιατά(结果)形成对照。
- 1.25ὑφ’ ἓν οὖν τὸ ὅλον τοῦτο ἀναγνωστέον ‘προτέρων αἰτίων’
短语 ὑφ’ ἕν(“作为单一整体”)与动词性形容词 ἀναγνωστέον(“应当读作”)结合,是古代注疏中指示文本读法的专门表达,主张将亚里士多德原文中的 προτέρων 和 αἰτίων 视作一个连贯的专有名词短语(即“直接原因”)来理解。
- 1.25τὸ μέντοι ὑποτρεχούσης τῆς σελήνης τὸν ἥλιον καὶ κατὰ κάθετον αὐτῷ γινομένης τὴν ἡλιακὴν ἔκλειψιν γίνεσθαι
中性单数冠词 τό 将随后的“宾格加不定式”结构(τὴν ἡλιακὴν ἔκλειψιν γίνεσθαι)整体名词化,作为主语;其中嵌套了独立属格结构(ὑποτρεχούσης τῆς σελήνης... καὶ... γινομένης)作为状语修饰发生日食的条件。
