- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:258.6-259.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了亚里士多德关于第二种自身述谓不能走向无限的论证——若如此则无限的属性将属于单一主词从而导致认识不可能,驳斥了亚历山大和阿摩尼奥斯的解释,介绍了亚历山大基于外延递减的补充论证,并最终指出第一种自身述谓从定义的可能性来看同样也是有限的。
εἰκότως ἄρα ὁ Ἀριστοτέλης οὐκ εἰς τοῦτο ἀπήγαγε τὸν λόγον, ἀλλ’ ὅτι εἰ ἄπειρα εἶεν τὰ καθ’ αὑτὸ ὑπάρχοντα, συμβήσεται ἄπειρα ὑπάρχειν τῷ ἑνί, λέγω δὴ τῷ ἀριθμῷ. τὸ γὰρ πρῶτον, ὅπερ ὑπάρχει τῷ περιττῷ, δῆλον ὅτι καὶ τῷ ἀριθμῷ ὑπάρξει· καὶ εἰ τῷ πρώτῳ ἕτερόν τι ὑπάρξει, τοῦτο αὐτὸ ὑπάρξει καὶ τῷ περιττῷ καὶ τῷ ἀριθμῷ. ὥστε συμβήσεται τῷ ἑνί, λέγω δὴ τῷ ἀριθμῷ, ἄπειρα ὑπάρχειν. εἰ δὲ τοῦτο, φησίν, ἀδύνατον, δῆλον ὅτι οὐδὲ ἐπὶ τὸ ἄνω ἄπειρα ἔσται, ὅπερ ὑπέκειτο. ἐπὶ τὸ ἄνω δέ φησιν ἀπὸ τοῦ ἀριθμοῦ ἐπὶ τὸ περιττὸν καὶ τὸ πρῶτον καὶ ἐφεξῆς. οὐκ ἄρα ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι τὰ κατὰ τὸν δεύτερον τρόπον τοῦ καθ’ αὑτὸ ὑπάρχοντα. Ὁ μὲν οὖν Ἀριστοτέλης εἰς τοῦτο ἀπήγαγε τὸν λόγον εἰπὼν ὅτι μὴ ἐνδέχεται ἄπειρα τοιαῦτα ὑπάρχειν τῷ ἑνί. τοιαῦτα δὲ δῆλον ὅτι τὰ καθ’ αὑτὸ ὑπάρχοντα. τοῦτο δὲ προσέθηκεν, οὐχ ὅτι ἐνδέχεται ἕτερα μὴ καθ’ αὑτὸ ὑπάρχοντα ἄπειρα εἶναι ἐν ἑνί, ἀλλ’ ἤτοι, ἐπειδὴ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ὁ λόγος νῦν, καὶ τὸ συμβαῖνον εἶπε τοῖς καθ’ αὑτό, ἢ πρὸς ἀντιδιαστολὴν τῶν μορίων τοῦ συνεχοῦς, ὅτι ἐκεῖνα δυνάμει ἄπειρά ἐστιν. ἁπλῶς γοῦν τοσοῦτον εἰπών, ὅτι μὴ ἐνδέχεται ἄπειρα ὑπάρχειν τῷ ἑνί, πῶς τοῦτο οὐκ ἐνδέχεται, οὐ προσέθηκεν. ὁ μέντοι Ἀλέξανδρός φησιν ὅτι συμβαίνει γὰρ οὕτω τὸ ἄπειρον ἐνεργείᾳ εἶναι. τοῦτο δὲ οὐ προσφυῶς δοκεῖ τοῖς προκειμένοις ἐπάγειν· αὐτὸ γὰρ δὴ τοῦτο ὑπετίθετο, ἐνεργείᾳ εἶναι τὸ ἄπειρον. ὥστε οὐδὲν ἄτοπον δόξει τοῦτο εἶναι. ἔλεγεν οὖν ὁ φιλόσοφος1 ὡς πρὸς τοὺς ὁρισμοὺς τείνειν τὸν λόγον, ὅτι συμβήσεται ἐν τοῖς ὁρισμοῖς ἄπειρα παραλαμβάνεσθαι. ἐμοὶ δὲ οὐδὲ τοῦτο δοκεῖ ἀληθὲς εἶναι, λέγω δὴ ὅτι οὐκ εἰς τοῦτο τὸ ἄτοπον ἀπάγει τὸν λόγον ὁ Ἀριστοτέλης· τὸ γὰρ ἄπειρα ὑπάρχειν τῷ ἑνί φησι, τῷ ὑποκειμένῳ, ὡς δείξομεν τὴν λέξιν ἐπεξιόντες· εἰς ὁρισμὸν δὲ τοῦ ἀριθμοῦ παραλαμβάνονται τὰ καθ’ αὐτὰ ὑπάρχοντα αὐτῷ.2 ὥστε οὐ πρὸς τοὺς ὁρισμοὺς αὐτῷ συντείνει ὁ λόγος, ὅτι μὴ ἐνδέχεται τούτους ἐξ ἀπείρων συνεστηκέναι, ἀλλ’ ὅτι εἰ τὰ ὑπάρχοντα τῷ ἀριθμῷ ἄπειρα εἶεν, ταῦτα δὲ καθ’ αὑτὸ αὐτῷ ὑπάρχει, ἀδύνατον〈δ’ αὐτὸν〉 γνῶναι τὸν μὴ εἰδότα πάντα τὰ καθ’ αὑτὸ αὐτῷ ὑπάρχοντα (οὐ γὰρ ἂν εἰδείημεν φύσιν τριγώνου μὴ εἰδότες τίνα ποτέ ἐστι τὰ καθ’ αὑτὸ αὐτῷ ὑπάρχοντα), ὥστε εἰ ἄπειρά εἰσι τὰ καθ’ αὑτὸ τοῖς πράγμασι ὑπάρχοντα, τὰ δὲ ἄπειρα γνῶναι καὶ διεξελθεῖν ἀδύνατον, ἀδύνατον ἄρα γνῶσιν τῶν πραγμάτων ἔχειν. ὥστε εἰ τοῦτο ἄτοπον, ἀδύνατον ἄρα τῷ ἑνὶ ἄπειρα καθ’ αὑτὸ ὑπάρχειν. προστίθησι δὲ τούτοις καὶ ἕτερον ὁ Ἀλέξανδρος δεικνὺς μὴ ἐνδέχεσθαι ἄπειρα εἶναι τὰ κατὰ τὸν δεύτερον τρόπον καθ’ αὑτὸ ὑπάρχοντα· ταῦτα γάρ, φησίν, ἀεὶ ἐπὶ τὸ ἔλαττον πρόεισιν. ὥσπερ γὰρ τοῦ ἀριθμοῦ τὸ περιττὸν ἐπ’ ἔλαττον καὶ τὸ πρῶτον ἐπ’ ἔλαττον τοῦ περιττοῦ, οὕτως, εἰ καὶ τῷ πρώτῳ ἕτερόν τι ὑπῆρχεν, ἐπ’ ἔλαττον ἂν ἦν κἀκεῖνο τοῦ πρώτου, καὶ ἐφεξῆς ὁμοίως ἐπὶ τὸ ἔλαττον προϊόντα εἰς τὰ ἄτομα τελευτῶσιν. οὐκ ἄρα ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι τὰ τοιαῦτα. εἰ μὲν γὰρ ἐπὶ τὸ μεῖζον ἐγίνετο ἡ πρόοδος, εἶχεν ἄν τινα λόγον, μήποτε ἐπ’ ἄπειρον πρόεισιν,3 ὥσπερ ἐπὶ τὸ μεῖζον ἡ τοῦ ἀριθμοῦ προκοπή· εἰ δ’ ἐπὶ τὸ ἔλαττον ἡ πρόοδος, ἀνάγκη δήπου καταντῆσαι εἰς τὰ ἄτομα, ὥσπερ καὶ ἡ τοῦ ἀριθμοῦ ἐπὶ τὸ ἔλαττον προκοπὴ εἰς τὴν μονάδα καταντᾷ. οὐκ ἄρα ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι τὰ κατὰ τὸν δεύτερον τρόπον τοῦ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν. Οὕτω μὲν περὶ τοῦ δευτέρου τρόπου τῶν καθ’ αὑτό. ὅτι δὲ οὐδὲ τὰ κατὰ τὸν πρότερον τρόπον τοῦ καθ’ αὑτὸ ἄπειρά ἐστι, ῥᾳδίως δείκνυσιν ἀπὸ τῶν ὁρισμῶν. εἰ γὰρ ταῦτα μὲν ἐν τῷ τί ἐστι τῶν ὑποκειμένων παραλαμβάνεται, οἷον τὸ ζῷον εἰς ὁρισμὸν τοῦ ἀνθρώπου καὶ εἰς ὁρισμὸν τοῦ ζῴου τὸ ἔμψυχον, τοῦτο δ’ ἐπ’ ἄπειρον πρόεισιν, οὐκ ἐνδέχεται ἄρα ὁρίσασθαι. ὥστε εἰ τοῦτο ψεῦδος καὶ ἔστιν ἡ διὰ τῶν ὁρισμῶν γνῶσις, πεπέρασται ἄρα τὰ ἐν τῷ τί ἐστι τῶν πραγμάτων κατηγορούμενα.
因此,亚里士多德理所当然地没有将论证引向这一[荒谬],而是引向:如果自身属于的事物是无限的,其结果将是无限的事物属于一者,我指的就是属于数。因为属于奇的质数,显然也将属于数;而如果有另一物属于质数,这同一事物也既将属于奇,又将属于数。因此其结果将是,对一者而言,我指的就是对数而言,无限的事物属于它。“而如果这是不可能的,”他说,“显然向上也不会是无限的”,而这正是此前所假设的。而他说“向上”,是指从数到奇,再到质数,依此类推。因此,按照自身第二种方式而属于的事物不可能走向无限。 于是,亚里士多德通过说“不可能有无限个这样的事物属于一者”,将论证引向了这一[荒谬]。而“这样的事物”显然是指自身属于的事物。他之所以加上这个词,并不是因为其他非自身属于的事物有可能在一者之中是无限的,而是要么因为现在的讨论是关于自身属于的事物的,所以他指出了在自身事物上所出现的结果,要么是为了与连续体的各部分相对照,因为那些部分在潜能上是无限的。无论如何,他仅仅简要地说了这么多,即不可能有无限的事物属于一者,却没有补充说明这为何是不可能的。然而亚历山大说,这是因为这样一来无限就会在现实中存在。但他引入这一点对于当前的议题而言似乎并不贴切;因为恰恰是这一点本身此前已被假设,即无限是在现实中存在的。因此,这似乎并不会是什么荒谬之事。于是哲学家[阿摩尼奥斯]曾说,论证是针对定义的,因为其结果将是在定义中纳入无限的事物。但在我看来,即使这一点似乎也不是真的,我是说,亚里士多德并没有把论证引向这一个荒谬;因为正如我们在逐句考察文本时将表明的那样,他说的是无限的事物属于一者,即属于主词;而自身属于数的事物被纳入数的定义中,因此他的论证并不是针对定义——即定义不可能由无限的事物构成——而是〔指向〕:如果属于数的事物是无限的,且这些事物自身属于数,而对于不认识所有自身属于数的事物的人来说,要认识数是不可能的(因为如果我们不知道究竟有哪些事物自身属于三角形,我们就不会知道三角形的本性),以致如果自身属于事物的事物是无限的,而要认识并穷尽无限的事物是不可能的,那么要拥有关于事物的知识就是不可能的。因此,如果这是荒谬的,那么对一者而言无限的事物自身属于它就是不可能的。 亚历山大在这些之外还补充了另一个论证,表明按照第二种方式自身属于的事物不可能是无限的:因为他说,这些事物总是走向更狭小的范围。因为正如奇之于数是更狭小的,质数之于奇是更狭小的,同样,即使另有某物属于质数,那物也将比质数更狭小,同样依此类推走向更狭小范围的事物最终将终止于不可分者[原子或最下种]。因此,这样的事物不可能走向无限。因为如果前行是朝向更大范围进行的,那么或许还有某种理由认为它们会走向无限,正如数朝向更大范围的递增一样;但如果前行是朝向更狭小范围的,必然要达到不可分者,正如数朝向更小范围的递减达到一一样。因此,按照自身第二种方式自身属于事物的事物不可能走向无限。 关于自身的第二种方式便说到这里。而至于按照自身第一种方式的事物也不是无限的,他从定义出发很容易表明。因为如果这些事物是被纳入主词的“是什么”之中的,例如动物被纳入人的定义之中,有灵魂的被纳入动物的定义之中,而如果这走向无限,那么下定义就是不可能的。因此,如果这是假的,且通过定义而来的认识确实存在,那么在事物的“是什么”中被述谓的事物就是有限的。
- 1.407ὁ φιλόσοφος
在古代晚期亚历山大学派的注疏中(尤其是菲洛波诺斯的著作中),带定冠词的“哲学家”(ὁ φιλόσοφος)通常指其老师阿摩尼奥斯(Ammonius)。此处提出阿摩尼奥斯的见解以对照前述阿佛洛狄西亚的亚历山大的观点。
- 1.407εἰς ὁρισμὸν δὲ τοῦ ἀριθμοῦ παραλαμβάνονται τὰ καθ’ αὐτὰ ὑπάρχοντα αὐτῷ
在第二种自身述谓的语境中,主词被包含在属性的定义中,而非相反。因此,在反驳阿摩尼奥斯关于“论证针对定义”的观点时,此句具有让步或假设的意味:‘[即便假设]自身属于数的属性被纳入数的定义中’。
- 1.407εἶχεν ἄν τινα λόγον, μήποτε ἐπ’ ἄπειρον πρόεισιν
在与事实相反的虚拟结果从句 εἶχεν ἄν τινα λόγον(‘或许还有某种理由’)之后,μήποτε 引出一个表达揣测或可能性的从句:‘或许[即]它们走向无限’。
