- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:256.15-258.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐明了亚里士多德在《后分析篇》84a8中所说的“分析的”证明的涵义,探讨了自身述谓的两种方式如何都不会走向无限,并特别考察了第二种方式以及关于定义陷入无限倒退的可能疑难。
" Ἀναλυτικῶς δὲ διὰ τῶνδε φανερόν." Δείξας κοινότερον, ὅτι οὐδεμία κατηγορία ἐπ’ ἄπειρον πρόεισι, βούλεται νῦν ἰδίως ἐπὶ τῶν ἀποδεικτικῶν τὸ αὐτὸ τοῦτο δεῖξαι. ἀποδεικτικοὶ δὲ καθ’ αὑτὸ δύο τρόποι·1 ἢ γὰρ τὰ εἰς τὸν ὁρισμὸν τῶν ὑποκειμένων παραλαμβανόμενα, ὡς τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα, οἷον τὸ ζῷον τοῦ ἀνθρώπου, ἢ ἅπερ εἰς τὸν ἑαυτῶν ὁρισμὸν τὰ ὑποκείμενα παραλαμβάνει, ὡς τὸ περιττὸν καὶ ἡ σιμότης καὶ τὰ τοιαῦτα. δείκνυσιν οὖν ὅτι οὐδὲν τούτων ἐπ’ ἄπειρον πρόεισιν· οἷον ἀνθρώπου κατηγορεῖται καθ’ αὑτὸ τὸ ζῷον, τούτου δὲ τὸ ἔμψυχον καὶ ἐφεξῆς, ὅτι οὐκ ἐνδέχεται ταῦτα ἐπ’ ἄπειρον ἰέναι· ὁμοίως τῷ ἀριθμῷ καθ’ αὑτὸ ὑπάρχει τὸ περιττόν, τούτῳ δὲ τὸ πρῶτον καὶ τούτῳ, εἰ τύχοι, ἕτερόν τι, ὅτι οὐδὲ ταῦτα ἐπ’ ἄπειρον πρόεισιν. ἀναλυτικὰς δὲ καλεῖ τὰς τοιαύτας δείξεις ἀντὶ τοῦ ‘ἀποδεικτικάς’, διότι ὁ σκοπὸς πάσης τῆς ἀναλυτικῆς πραγματείας ἡ ἀπόδειξίς ἐστιν· οὕτω γοῦν καὶ τὴν ἀρχὴν τῶν Ἀναλυτικῶν ἐποιήσατο· “πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστὶν ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς”. ἐπεὶ οὖν πᾶσαν τὴν περὶ ἀποδείξεως πραγματείαν οὕτως ἐκάλεσεν ἀναλυτικὴν ἐκ μέρους τὸ πᾶν ὀνομάσας,2 διὰ τοῦτο καὶ πάσας τὰς ἀποδεικτικὰς δείξεις ἀναλυτικὰς ἐκάλεσε. καὶ γὰρ σκοπὸς ἡμῖν διὰ πάσης τῆς μεθόδου τοὺς παρὰ τοῖς παλαιοῖς συλλογισμοὺς ἐπισκέψασθαι, εἰ ἀναγκαῖοι καὶ ἀποδεικτικοί, καὶ τεχνικῶς ἀναλῦσαι καὶ ἀγαγεῖν ὑπὸ τὰ σχήματα τάς τε ὕλας αὐτῶν ἐπισκέψασθαι, εἰ ἀναγκαῖαι καὶ ἀποδεικτικαί. διὰ τοῦτο οὖν ἐκ τοῦ χρησιμωτέρου μέρους ἡ πᾶσα πραγματεία ἐκλήθη. ὅτι δὲ οὐδὲ τὰ ἐν ταῖς ἀποδείξεσι κατηγορούμενα ἄπειρά ἐστι, δείκνυσι τοῦτον τὸν τρόπον. κατηγορεῖται γὰρ ἐν ταῖς ἀποδείξεσι τὰ καθ’ αὑτό. τούτων δὲ δύο ἦσαν τρόποι· πρῶτος μὲν τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου παραλαμβανόμενα· καθ’ αὑτὸ γὰρ τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρχει καὶ τὸ λογικόν· ὁμοίως τῷ λίθῳ τὸ ἄψυχον· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. δεύτερος δὲ ἦν τρόπος τῶν καθ’ αὑτὸ ὅσα ἐν τῷ ἑαυτῶν ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνει, ὡς τὸ περιττὸν καὶ ἄρτιον τὸν ἀριθμὸν καὶ τὸ εὐθὺ καὶ καμπύλον τὴν γραμμὴν καὶ τὸ σιμὸν τὴν ῥῖνα. καὶ πρῶτόν γε δείκνυσιν ὅτι τὰ κατὰ τὸν δεύτερον τρόπον τοῦ καθ’ αὑτὸ οὐκ ἐπ’ ἄπειρον πρόεισιν. οἷον εἰ τὸ περιττὸν ὑπάρχει τῷ ἀριθμῷ, ἀνάγκη δήπου ἐν τῷ λόγῳ τοῦ περιττοῦ ὑπάρχειν τὸν ἀριθμόν· πάλιν εἰ τῷ περιττῷ 〈ὑπάρχει τὸ πρῶτον, ἐν τῷ〉 λόγῳ τοῦ πρώτου ἐνυπάρξει τό τε περιττὸν καὶ ὁ ἀριθμός· ὁμοίως καὶ εἰ ἄλλο τι καθ’ αὑτὸ ὑπάρξει τῷ πρώτῳ, ἐν τῷ λόγῳ τῷ ἐκείνου παραληφθήσεται τὰ ὑποκάτω πάντα, τό τε πρῶτον καὶ τὸ περιττὸν καὶ ὁ ἀριθμός. ἐπεὶ γὰρ περὶ τῶν καθ’ αὑτὸ νῦν ὁ λόγος καὶ τούτων τοῦ δευτέρου τρόπου, ταῦτα δὲ ἡ ὑπόθεσις ἔχει ἐπ’ ἄπειρον προϊέναι, δῆλον ὅτι ἀεὶ τὰ ὑποκείμενα εἰς τὸν ὁρισμὸν αὐτῶν παραληφθήσονται, οὐ μόνον τὰ προσεχῆ ἀλλὰ καὶ τὰ πορρωτέρω· εἰ γὰρ τῷ περιττῷ ὑπάρχει τὸ πρῶτον, ἀνάγκη δήπου ἐν τῷ τοῦ πρώτου ὁρισμῷ μὴ μόνον τὸ περιττὸν παραληφθῆναι ἀλλὰ καὶ τὸν ἀριθμόν. εἰ οὖν ἄπειρα εἶεν τὰ καθ’ αὑτὸ καὶ ταῦτα ἐνεργείᾳ ὑπάρχει, δῆλον ὅτι εἰς τὸν τινῶν ὁρισμὸν ἄπειρα ἔσται τὰ παραλαμβανόμενα. Ἀλλ’ εἰς τοῦτο μὲν οὐ φαίνεται ὁ Ἀριστοτέλης ἀπάγων τὸν λόγον. εἶπε γὰρ ἄν τις πρὸς τοῦτον ὅτι οὐκ ἔσται λαβεῖν τὸ ἔσχατον τῶν καθ’ αὐτὸ ὑπαρχόντων ἀπείρων ὄντων. εἰ δὲ τοῦτο, τῶν μεταξὺ πάντως ἔσται τὸ λαμβανόμενον· τούτου δὲ οὐκέτι ἄπειρα ἔσται τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα. ὥρισται γὰρ τὸ ὑποκείμενον, οἷον ὁ ἀριθμός· ὅ τι ἂν οὖν λάβω τῶν καθ’ αὑτὸ ὑπαρχόντων, πάντως τὰ μεταξὺ αὐτοῦ καὶ τοῦ ἀριθμοῦ πεπερασμένα ἔσται,3 ἅπερ δεῖ ἐν τῷ ὁρισμῷ τούτου παραλαμβάνεσθαι. ὥστε οὐ δοκεῖ ἀναγκαία εἶναι ἡ εἰς τοῦτο τὸ ἄτοπον ἀπαγωγή, διότι μὴ τὰ κατηγορούμενα εἰς τὸν ὁρισμὸν τοῦ ὑποκειμένου παραλαμβάνεται ἀλλ’ ἔμπαλιν. τοῦτο μέντοι τὸ ἄτοπον προσηκόντως τῷ δευτέρῳ τρόπῳ τοῦ καθ’ αὑτὸ ἐπιφέρεται, διότι ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου τὰ κατηγορούμενα παραλαμβάνεται, ταῦτα δὲ ὑπόκειται ἄπειρα εἶναι.
“然而从分析的角度来看,通过以下各项是清楚的。” 在更普遍地表明没有任何述谓会走向无限之后,他现在希望专门就示范性的述谓表明这同一件事。而示范性的自身方式有两种:因为它们要么是被纳入主词定义之中的事物,如同在“是什么”中被述谓的事物,例如动物之于人;要么是将主词纳入它们自身定义之中的事物,例如奇数、塌鼻以及诸如此类的事物。因此他表明,这两者之中没有一个会走向无限:例如动物对于人是自身被述谓的,而有灵魂者对于此也是,依此类推,这些不可能走向无限;同样,奇数自身属于数,质数属于奇数,如果碰巧的话,另一个事物也属于质数,这些同样不会走向无限。他把这样的证明称为“分析的”而非“示范的”,是因为整个分析论探究的目标乃是示范;无论如何,他在《分析篇》的开篇也是这样说的:“首先要说明研究是关于什么的、属于什么的,即它是关于示范的,属于示范科学的”。因此,既然他以这种方式通过部分命名全体而将关于示范的整个探究称为“分析的”,出于这一原因,他也将所有的示范性证明称为“分析的”。因为贯穿整个方法,我们的目的就是考察古人那里的三段论是否必然且具有示范性,并通过技艺进行分析并将它们归入诸格之下,并且考察它们的质料是否必然且具有示范性。因此,出于这个原因,整个探究是从更有用的部分来命名的。而关于在示范中被述谓的事物也绝非无限,他是按这种方式表明的。因为在示范中被述谓的是自身的事物。而这些事物有两种方式:第一种是被纳入主词定义之中的事物;因为动物自身属于人,有理性的也是;同样,无灵魂的属于石头;在其他事物上也是同样如此。而自身事物的第二种方式是所有将主词纳入它们自身定义之中的事物,例如奇和偶将数纳入其中,直和曲将线纳入其中,塌鼻将鼻纳入其中。他首先表明,按照自身的第二种方式的事物不会走向无限。例如,如果奇属于数,那么数必然存在于奇的说明公式之中;再者,如果[质数属于奇,那么在质数的]说明公式中将同时存在奇和数;同样,如果另有某物自身属于质数,在那一事物的说明公式中也将纳入所有处于其下的事物,即质数、奇和数。因为既然现在的讨论是关于自身的事物、且关于这第二种方式的,并且假设设定这些事物走向无限,显然,主词将总是被纳入它们的定义之中,不仅是切近的主词,而且是更远的主词;因为如果质数属于奇,那么在质数的定义中必然不仅要纳入奇,而且要纳入数。因此,如果自身的事物是无限的且这些事物在现实中存在,显然被纳入某些事物的定义之中的事物将是无限的。然而,亚里士多德似乎并未将论证引向这一〔荒谬〕。因为有人可能会对他说,既然自身存在的事物是无限的,就不可能采纳最后的事物。而如果是这样,所采纳的事物无论如何都将是居间的事物之一;而在这居间事物的定义中所纳入的事物就绝不再是无限的了。因为主词是确定的,例如数;因此,无论我在自身存在的事物中采纳什么,在它与数之间的事物无论如何都是有限的,而这些事物必须被纳入它的定义之中。因此,引向这种荒谬似乎并非必然,因为并不是谓词被纳入主词的定义之中,而是反过来。然而,这种荒谬恰当地加诸于自身的第二种方式,因为在主词的定义中采纳了谓词,而这些谓词被假设是无限的。
- 1.407ἀποδεικτικοὶ δὲ καθ’ αὑτὸ δύο τρόποι
此句省略了存在动词 εἰσίν,ἀποδεικτικοὶ... τρόποι 构成主谓复合结构,而 καθ’ αὑτό 作为状语/定语修饰语限定述谓的“方式”(τρόποι)。
- 1.407ἐκ μέρους τὸ πᾶν ὀνομάσας
分词 ὀνομάσας 为阳性单数主格的副词性分词(表原因或伴随情况),与主语(亚里士多德)一致,在句法上表达“以部分(ἐκ μέρους)指代全体(τὸ πᾶν)”的提喻手法。
- 1.407ὅ τι ἂν οὖν λάβω τῶν καθ’ αὑτὸ ὑπαρχόντων, πάντως τὰ μεταξὺ αὐτοῦ καὶ τοῦ ἀριθμοῦ πεπερασμένα ἔσται
ὅ τι ἂν... λάβω 是带虚拟语气的泛指关系代词从句(相当于条件从句),主句的主语是中性复数短语 τὰ μεταξὺ αὐτοῦ καὶ τοῦ ἀριθμοῦ,并按照雅典法则搭配单数动词 ἔσται。
