← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§255.19-256.14

第一本原的不可知性与无条件知识的要求

评注亚里士多德《后分析篇》83b35–84a2,论述若述谓序列无限则无法认识第一本原从而取消证明,并解释非假设性的单纯知与假设性证明的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.404

" Εἰ δὲ τόδε διὰ τῶνδε γνώριμον, τάδε δὲ μὴ ἴσμεν μηδὲ βέλτιον ἔχομεν πρὸς αὐτὰ τοῦ εἰδέναι,1 οὐδὲ τὸ διὰ τούτων γνώριμον ἐπιστησόμεθα." Ὧν γὰρ ἔστι τινὰ πρότερα καὶ ἀρχοειδέστερα, ἀδύνατον τῶν πρώτων μὴ ἐγνωσμένων τὰ δεύτερα γνωσθῆναι. γινώσκονται δέ, φησί, τὰ πρότερα ἢ καὶ αὐτὰ δι’ ἀποδείξεως, εἰ ἔχοιεν ἑαυτῶν πρότερα, ἢ κρειττόνως ἢ κατὰ ἀπόδειξιν, εἰ μηδὲν ἔχοιεν προηγούμενον. μὴ ἐγνωσμένων οὖν, φησί, τῶν πρώτων διὰ τὴν ἐπ’ ἄπειρον τῶν κατηγοριῶν πρόοδον οὐδὲ τὰ ἐκ τῶν πρώτων γνωριζόμενα γνωσθῆναι δύναται. τὸ δὲ τάδε δὲ μὴ ἴσμεν ἀντὶ τοῦ ‘μὴ δι’ ἀποδείξεως ἴσμεν’· τούτῳ γοῦν ἀντέθηκε τὸ μηδὲ βέλτιον ἔχομεν ἢ κατὰ ἀπόδειξιν πρὸς αὐτὰ [τοῦ εἰδέναι].

“而如果此物是通过这些事物而被认识的,但这些事物我们并不知道,而且我们相对于它们并不处于优于知道的状态,那么我们也不会科学地知道那通过这些事物而被认识的东西。” 因为对于那些有某些在先且更具本原性质的事物存在于其上的事物而言,若最初的事物未被知晓,在后的事物就不可能被认知。他说,在先的事物,如果它们自身拥有先于它们的事物,就或者本身也通过证明被认识;如果它们完全没有任何先行之物,就以优于证明的方式被认识。他说,因此,如果最初的事物由于述谓走向无限而未被知晓,那么从最初的事物出发而被认识的事物也是不可能被认知的。而“这些事物我们并不知道”是相当于说“并非通过证明而知道”;至少,与此相对立的是“我们相对于它们并不处于优于知道[即优于证明]的状态”。

§1.405

"Εἰ οὖν ἔστι τι εἰδέναι δι’ ἀποδείξεως ἁπλῶς καὶ μὴ ἐκ τινων μηδ’ ἐξ ὑποθέσεως.2" Εἶπον ὅτι ὑποτίθεται εἶναι ἀπόδειξιν διὰ τὸ ἐν ἀρχῇ τοῦτο ἀποδεῖξαι. τὸ δὲ μὴ ἔκ τινων μηδὲ ἐξ ὑποθέσεως, τοῦτ’ ἔστιν εἰ μὴ πᾶσα ἀπόδειξις ἐξ ὑποθέσεως πρόεισιν, ἀλλὰ ἔστι τι καὶ ἁπλῶς ἀποδεῖξαι μηδεμιᾷ ὑποθέσει χρησάμενον. ἐξ ὑποθέσεως δὲ ἀπόδειξις λέγεται ἡ λαμβάνουσα ἀποδεικτὸν καὶ ἐν τούτῳ ἕτερόν τι δεικνύουσα, οἷον ὡς εἴ τις λέγοι ‘συγκεχωρήσθω μοι ὅτι ἔστι πρόνοια, καὶ δείκνυμι ὅτι ἔστιν ἡ ψυχὴ ἀθάνατος’ ἢ ‘συγκεχωρήσθω μοι τὴν ψυχὴν ἀθάνατον εἶναι, καὶ δείκνυμι ὅτι χωριστή ἐστι σωμάτων’· ἐξ ὑποθέσεως γὰρ αἱ τοιαῦται ἀποδείξεις καὶ οὐχ ἁπλῶς.

“因此,如果有可能完全且单纯地通过证明认识某物,而非从某些特定事物出发,亦非从假设出发。” 我说过,他之所以设定证明的存在,是因为在开头证明了这一点。而“非从某些特定事物出发,亦非从假设出发”,这就是说,如果并非每一个证明都是从假设出发的,而是也有可能在不使用任何假设的情况下单纯地证明某物。所谓从假设出发的证明,是指采纳某个可证明的事物并在其中展示另一个事物,例如有人会说:“请向我承认存在天意,我便证明灵魂是不朽的”,或者说:“请向我承认灵魂是不朽的,我便证明它是可脱离物体的”;因为这样的证明是从假设出发的,而不是单纯的。

§1.406

"Ὥστ’ εἰ τὰ ἄπειρα μὴ ἐγχωρεῖ διεξελθεῖν, ὧν ἔστιν ἀπόδειξις, ταῦτ’ οὐκ εἰσόμεθα δι’ ἀποδείξεως." Εἰ παντός, φησι, τοῦ ληφθέντος ἐστί τι ἀνώτερον, πάντα ἀνάγκη ἀποδεικτὰ εἶναι· ἐκ προτέρων γὰρ αἱ ἀποδείξεις. ἀλλ’ ἐπειδὴ τὸ ἄπειρον ἀδιεξίτητον, οὐδὲν ἔσται πάλιν ἀποδεῖξαι, εἴ γε ἀδύνατον μὴ ἐγνωσμένης τῆς ἀρχῆς. ὥστε εἰς ἀντίφασιν περιάγεται ὁ λόγος, τὸ καὶ πάντα ἀποδεικτὰ εἶναι καὶ μηδὲν ἐνδέχεσθαι ἀποδεῖξαι.

“因此,如果不可能遍历无限,凡是有证明存在的事物,我们都不会通过证明而知晓它们。” 他说,如果对于所采纳的任何事物都存在某种更高的事物,那么一切事物必然都是可证明的;因为证明是从在先的事物出发的。但是由于无限是无法遍历的,如果本原未被知晓就无法进行证明,那么又将没有任何东西可被证明。因此论证被引向了矛盾,即:一切事物皆可证明,同时又没有任何东西可以被证明。

语法注2 条
  1. 1.404μηδὲ βέλτιον ἔχομεν πρὸς αὐτὰ τοῦ εἰδέναι

    比较级副词 βέλτιον 与 ἔχομεν πρὸς αὐτά(相对于它们处于……状态)相结合,带有冠词的不定词属格 τοῦ εἰδέναι(知道)作比较属格。在亚里士多德的语境中,优于(基于证明的)知道的认识状态指的是直观理智或对无中介本原的把握。

  2. 1.405Εἰ οὖν ἔστι τι εἰδέναι δι’ ἀποδείξεως ἁπλῶς καὶ μὴ ἐκ τινων μηδ’ ἐξ ὑποθέσεως

    虽然采用条件句(εἰ...)形式,但作为引文其归结分句被悬置(与亚里士多德下文 84a1 相接)。菲洛波诺斯将其解释为一个前件命题,即断言并非所有证明都是假设性的、且存在单纯的证明,从而引向 §1.406(84a2)中无法遍历无限导致荒谬的逻辑结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:255.19-256.14