- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:254.7-255.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注疏了83b32,探讨了亚里士多德为何将这一论证称为“逻辑的”,并解释了其归谬法:若居间项无限插入,则无法获得无中介前提,从而导致证明乃至认识本身被取消。
" Ἔτι δὲ ἄλλος, εἰ ὧν πρότερα ἄττα κατηγορεῖται, ἔσται τούτων ἀπόδειξις1 καὶ τὰ ἑξῆς." Καὶ τοῦτον τὸν τρόπον λογικὸν καλεῖ, οὐ διὰ τὴν αὐτὴν αἰτίαν (οὐδὲ γὰρ ἐπὶ πλειόνων ἁρμόζει τὰ ἐνταῦθα λεγόμενα ἀλλ’ ἐπὶ μόνων τῶν ἀποδεικτικῶν), ἀλλ’ ὅτι λαμβάνει τὸ εἶναι ἀπόδειξιν. ταύτῃ δ’ ἂν ἁρμόζοι ἡ Ἀλεξάνδρου ἐξήγησις ἡ ἐπὶ τοῦ προτέρου ἐπιχειρήματος λογικὸν αὐτὸ διὰ τοῦτο λέγοντος, διὰ τὸ λαβεῖν ὡμολογημένον ὅτι εἰσὶν ὁρισμοί. καίτοι ἔδειξε καὶ ἐν ἀρχῇ ὅτι ἔστιν ἀπόδειξις· ὥστε οὐ δοκεῖ ἀναποδείκτως τοῦτο εἰληφέναι. μήποτε οὖν τὸ “λογικῶς” ἐπ’ ἀμφοτέρων ἀκουστέον,2 διότι μὴ ἐπ’ αὐτῶν τῶν καθ’ αὑτὸ κατηγορουμένων γυμνάζει τὸν λόγον, ὅπερ ποιεῖ ἐν τοῖς ἑξῆς, ἀλλ’ ἐπί τινων ἑτέρων, οἷον τοῦ λαβεῖν ὅτι εἰσὶν ὁρισμοὶ καὶ ὅτι εἰσὶν ἀποδείξεις. διὰ μέντοι τοῦ νῦν ἐπιχειρήματος δείκνυσιν, ὅτι ἀπείρους εἶναι τὰς μεταξὺ κατηγορίας τῶν ἄκρων ὡρισμένων ὄντων οὐκ ἐνδέχεται. λαβὼν οὖν ἐνταῦθα ὡμολογημένον ὅτι ἔστιν ἀπόδειξις, ἀπάγει πάλιν εἰς ἄτοπον τὸν λόγον, ὅτι εἰ ἐπ’ ἄπειρον εἶεν αἱ κατηγορίαι, ἀνάγκη ἀναιρεῖσθαι τὴν ἀπόδειξιν. ὡμολογημένον δὲ ἔλαβε τὸ εἶναι ἀπόδειξιν διὰ τὸ ἐν ἀρχῇ τοῦτο δεδειχέναι, ἐν οἷς ἐνέστη πρὸς τοὺς ἀναιροῦντας τὴν ἀπόδειξιν καὶ πρὸς τοὺς ἅπαντα ἀποδεικτὰ εἶναι λέγοντας. πρόεισιν οὖν ἡ δεῖξις τοῦτον τὸν τρόπον. ὧν ἔστι, φησί, πρότερά τινα, τούτων ἔστιν ἀπόδειξις. ὧν δὲ ἔστιν ἀπόδειξις, οὐκ ἐνδέχεται ταῦτα εἰδέναι μὴ δι’ ἀποδείξεως· ἡ γὰρ ἀπόδειξις ἐκ προτέρων τινῶν πιστοῦται τὰ δεύτερα. ὧν δ’ ἔστι τινὰ πρότερα, ἀδύνατον ταῦτα γνῶναι μὴ προεγνωσμένων τῶν πρώτων. δύο γὰρ τρόποι γνώσεως, ὅ τε δι’ ἀποδείξεως ἐκ τῶν προτέρων τὰ δεύτερα πιστούμενος καὶ ὁ κρείττων ἢ κατὰ ἀπόδειξιν, ὁ τῶν κοινῶν λέγω ἐννοιῶν, καθ’ ὃν τὰς ἀμέσους γινώσκομεν προτάσεις καὶ τὰς κοινὰς ἐννοίας, οὐκ ἐκ προτέρων αὐτὰς γινώσκοντες (οὐδὲ γὰρ ἔστιν αὐτῶν πρότερα) ἀλλ’ ἀμέσως αὐταῖς ἐπιβάλλοντες, ὡς ἡ αἴσθησις τοῖς αἰσθητοῖς· ἀδύνατον δὲ τὰ ἀποδεικτὰ τοῦτον τὸν τρόπον γνῶναι. ὥστε εἰ ἐπ’ ἄπειρον χωροῦσιν αἱ κατηγορίαι κατὰ τὸ μέσον, ἀδύνατον εὑρεῖν ἄμεσον πρότασιν. ἀμέσου δὲ προτάσεως μὴ οὔσης ἀλλὰ πάσης τῆς ληφθείσης δεχομένης μεταξὺ ἕτερον ὅρον ἀδύνατον ἀπόδειξιν γενέσθαι, εἴ γε ἡ ἀπόδειξις τισι προτέροις τὰ δεύτερα πιστοῦται, τῶν δὲ προτέρων μὴ ἐγνωσμένων ἀδύνατον τὰ δεύτερα γνωσθῆναι. γινώσκομεν δὲ τὰ πρότερα ἢ πάλιν δι’ ἀποδείξεως, εἰ κἀκείνων εἰσὶν ἕτερα πρότερα, ἢ κρειττόνως ἢ κατὰ ἀπόδειξιν, εἰ κοιναὶ εἶεν ἔννοιαι. ἐπ’ ἄπειρον δὲ τοῦ ληφθέντος ἔχοντος ἑαυτοῦ προηγούμενόν τι,3 ἐπεὶ μὴ δυνατὸν διεξελθεῖν τὸ ἄπειρον μήτε κρειττόνως αὐτὸ γνῶναι ἢ κατὰ ἀπόδειξιν, ἀνάγκη ἄρα μηδ’ ὅλως αὐτὸ γινώσκειν. ὥστε ἀναιροῦσιν ἀπόδειξιν καὶ ὅλως γνῶσιν καὶ κατάληψιν οἱ ἐπ’ ἄπειρον προϊέναι λέγοντες τὰς κατηγορίας. εἰ δὲ τοῦτο ἄτοπον καὶ ἔστιν ἀπόδειξις, οὐκ ἐπ’ ἄπειρον ἄρα αἱ κατηγορίαι. δυνατὸν δὲ δεῖξαι ὅτι οὐ μόνον αἱ μεταξὺ οὐκ ἄπειροι ἀλλ’ οὐδ’ αἱ ἐπὶ τὸ ἄνω· καὶ τούτων γὰρ ἀπείρων οὐσῶν ἀναιρεῖται ἡ ἀπόδειξις, εἴ γε ἡ ἀπόδειξις διὰ τῶν ὁρισμῶν, ὁρισμοὺς δὲ ἀποδοῦναι οὐχ οἷόν τε ἐπὶ τὸ ἄνω ἀπείρων οὐσῶν τῶν κατηγοριῶν, ὡς ἐδείξαμεν πρότερον.
“此外还有另一种方式,如果那些有某些在先事物述谓于它们的事物,将会有关于它们的证明,等等。” 他也将这种方式称为“逻辑的”,这并非出于同样的原因(因为此处所说的并不适用于更广泛的事物,而仅适用于证明性的事物),而是因为他设定了证明的存在。在这一点上,亚历山大的解释或许适用,他在前一个论证中声称它是“逻辑的”乃是出于这个原因,即通过将定义的存在作为共识加以设定。然而他[亚里士多德]在开头也表明了证明是存在的;因此看来他并不是毫无证明地设定这一点的。或许,“从逻辑上”在两种情况下都应当被理解为,他并不是在自身述谓的事物本身之上展开论证(这正是他在接下来的部分中所做的),而是在某些其他事物之上展开,例如设定定义存在以及证明存在。然而,通过目前的论证他表明,当两端已被限定时,居中的述谓不可能是无限的。因此,他在本处将证明的存在作为共识加以设定之后,再次将论证归于荒谬:如果述谓走向无限,则证明必然被取消。而他之所以将证明的存在作为共识加以设定,是因为在开头反驳那些取消证明的人以及那些主张一切皆可证明的人时,他已经证明了这一点。因此,证明以下列方式展开。他说,凡有某些在先事物存在于其上的,就会有关于这些事物的证明。而凡有证明的事物,不通过证明就不可能知道它们;因为证明是从某些在先的事物出发来确证在后的事物。而凡有某些在先事物存在于其上的,若最初的事物未被预先知晓,就不可能知道这些事物。因为认识的方式有两种:一种是通过证明从在先的事物确证在后的事物,另一种是优于证明的方式——我指的是共同概念的方式——根据这种方式,我们认识无中介的前提和共同概念,并非从在先的事物认识它们(因为并不存在先于它们的事物),而是直接投向它们,就如同感觉投向可感觉的对象一样;但是以这种方式认识可证明的事物是不可能的。因此,如果述谓在中间走向无限,就不可能找到无中介的前提。而在不存在无中介的前提、且所采纳的每一个前提都在中间接纳另一个词项的情况下,证明就不可能产生,既然证明是用某些在先的事物来确证在后的事物,并且在在先的事物未知的情况下在后的事物不可能被认知。而我们认识在先的事物,要么是在它们也有其他在先事物的情况下再次通过证明,要么是在它们是共同概念的情况下以优于证明的方式。但是,当所采纳之物无限地拥有在它自身之前的某种事物时,既然既不可能遍历无限,也不可能以优于证明的方式认识它,因此必然根本就无法认识它。因此,那些说述谓走向无限的人,取消了证明,也取消了普遍意义上的知识和把握。如果这是荒谬的且证明存在,那么述谓就不是走向无限的。而且可以表明,不仅居中的述谓不是无限的,向上走向的述谓也不是无限的;因为当这些也是无限时,证明同样会被取消,既然证明是通过定义进行的,而在向上走向的述谓是无限的情况下不可能给出定义,正如我们此前所表明的那样。
- 1.403ὧν ἔστι, φησί, πρότερά τινα, τούτων ἔστιν ἀπόδειξις
ὧν 是属格关系代名词,引导以主句指示代名词 τούτων 为先行词的关系从句。属格 ὧν 既可分析为受比较级 πρότερα 支配的比较属格(“在它们之先的事物”),也可分析为与 ἔστι 搭配的所属或领有属格(“凡有先于它们的事物存在的事物”)。
- 1.403μήποτε οὖν τὸ “λογικῶς” ἐπ’ ἀμφοτέρων ἀκουστέον
μήποτε 在此处作为副词性短语引出一种审慎的推测或建议(“或许应当理解为……”)。ἀκουστέον 是中性动形容词构成的无人称结构,表示必要性,其逻辑主语在与格中被省略。
- 1.403ἐπ’ ἄπειρον δὲ τοῦ ληφθέντος ἔχοντος ἑαυτοῦ προηγούμενόν τι
τοῦ ληφθέντος ἔχοντος 为独立属格结构。实质化的不定过去时被动分词 τοῦ ληφθέντος 充当分词 ἔχοντος 的主语,宾格短语 προηγούμενόν τι 为其宾语。介词短语 ἐπ’ ἄπειρον 作为状语修饰 ἔχοντος,而 ἑαυτοῦ 则是受 προηγούμενον 支配表示先后关系的属格。
