- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:252.22-254.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德论述述谓链条在上下两个方向上均不走向无限的段落(83b23–28),阐明向下止于个体、向上止于最高属,从而两端与中间项皆有限地得以确立。
" Ἀλλ’ αὐτὸ ἄλλου καὶ ἄλλ’ ἄττα καθ’ ἑτέρου." Αὐτὸ μέν, φησί, τῶν συμβεβηκότων ἕκαστον οὐδενὶ ὑπόκειται· αὐτὸ δὲ καθ’ ἑτέρου τινὸς λέγεται καὶ ἄλλο κατ’ ἄλλου· οἷον λευκὸν μέν, εἰ τύχοι, κατὰ χιόνος ἢ ψιμμυθίου, μέλαν δὲ κατὰ πίσσης ἢ ἐβένου ἤ τινος τῶν ὁμοίων. ἔνια δὲ τῶν ἀντιγράφων ἔχουσιν ἀλλ’ αὐτὸ ἄλλου καὶ τοῦτο καθ’ ἑτέρου.1 λέγοι δ’ ἄν, οἷον εἰ λευκὸν μὲν κατ’ ἀνθρώπου κατηγοροῖτο, τοῦτο δὲ κατὰ Σωκράτους, καὶ τὸ λευκὸν κατὰ Σωκράτους.
“而是它自身述谓于另一者,而另外一些事物述谓于不同的事物。” 他说,各个偶性自身对任何事物都不作主体;而是它自身述谓于某种别的事物,而另一者述谓于另一者;例如假如有这种情况,白述谓于雪或铅白,黑述谓于沥青或乌木或某种类似之物。但有些手抄本写作“而是它自身述谓于另一者,而这又述谓于不同的事物”。他的意思或许是,例如白若述谓于人,而这又述谓于苏格拉底,则白也述谓于苏格拉底。
"Οὔτ’ εἰς τὸ ἄνω ἄρα ἓν καθ’ ἑνός." * * * κατηγορεῖται ἢ κατὰ πλειόνων,2 διὰ μὲν τούτων ἔδειξεν ὅτι οὐχ οἷόν τε ἓν καθ’ ἑνὸς κατηγορεῖσθαι ἐπ’ ἄπειρον. ἐν δὲ τοῖς ἐφεξῆς δείξει ὅτι οὐδὲ ἓν κατὰ πλειόνων· πολλὰ γὰρ καθ’ ἑνὸς οὐδέποτε ἐν συλλογισμῷ λαμβάνεται κατηγορούμενα. καὶ ἄλλως· εἰ ἓν καθ’ ἑνὸς μὴ κατηγορεῖται ἐπ’ ἄπειρον, δῆλον ὅτι οὐδὲ πλείονα καθ’ ἑνός· ἐν γὰρ τοῖς πλείοσι πολλαὶ μονάδες.
“因此向上而言也非一者述谓于一者[走向无限]。” * * * 被述谓,还是述谓于多数事物;通过这些话他指明,一者述谓于一者走向无限是不可能的。而在接下来的内容中他将指明,一者也不可能述谓于多数事物;因为在三段论中绝不会采用多个事物述谓于单一事物。而且从另一角度看,如果一者并非述谓于一者走向无限,显然多个事物也并非述谓于单一事物[走向无限];因为在多数事物中包含着许多个单位。
"Καθ’ ὧν μὲν γὰρ λέγεται τὰ συμβεβηκότα, ὅσα ἐν τῇ οὐσίᾳ ἑκάστου· ταῦτα δὲ οὐκ ἄπειρα." Εἰπὼν ὅτι οὔτ’ ἐπὶ τὸ ἄνω οὔτ’ ἐπὶ τὸ κάτω τὸ ἄπειρον, ἑκάτερον τούτων δείκνυσι. καὶ πρῶτον πῶς οὐκ ἐπὶ τὸ κάτω. καθ’ ὧν γάρ, φησί, τὰ συμβεβηκότα κατηγορεῖται, τουτέστι τὰ ὑποκείμενα τοῖς συμβεβηκόσιν, αἱ οὐσίαι εἰσίν. οὐσίαι δὲ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα· φαμὲν γὰρ καὶ ὅτι τὸ ζῷον λευκόν ἐστι, καὶ ὅτι ὁ ἄνθρωπος λευκός ἐστι, καὶ ὅτι ὁ Σωκράτης λευκός ἐστι. πεπερασμέναι δὲ αἱ οὐσίαι εἰσίν· εἴπομεν γὰρ ὅτι εἰς ἔσχατον τὰ ἄτομα καταλήγουσιν. ὥστε εἰ ὑπόκεινται μὲν πάσῃ κατηγορίᾳ αἱ οὐσίαι, αὐταὶ ἄρα πεπερασμέναι ἐπὶ τὸ κάτω αἱ κατηγορίαι.3
“因为偶性所赖以述谓的事物,乃是所有处于各事物实体之中的事物;而这些并非无限。” 在说明了无论是向上还是向下都不存在无限之后,他证明了这两者中的每一方。首先说明如何向下并非无限。他说,因为各个偶性所赖以述谓的事物,即作为各个偶性之主体的事物,乃是各个实体。而实体是指属、种以及个体;因为我们既说动物是白的,也说人是白的,又说苏格拉底是白的。而各个实体是有限的;因为我们说过,它们最终止步于各个个体。因此,如果实体作为一切述谓的主体,那么向下而言,述谓本身也就是有限的。
"Ἄνω δὲ ταῦτά τε καὶ τὰ συμβεβηκότα, ἀμφότερα οὐκ ἄπειρα." Ὅτι οὐδὲ ἐπὶ τὸ ἄνω ἄπειρα. τὰ γὰρ ἐπὶ τὸ ἄνω τῶν κατηγοριῶν, φησί, τὰ ἐν τῇ οὐσίᾳ ἐστί· φαμὲν γὰρ ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία’. καὶ τὰ συμβεβηκότα δὲ πάντα πεπέρανται· καὶ γὰρ ταῦτα κατὰ τῶν οὐσιῶν κατηγοροῦνται. ταῦτα δὲ πάντα δέδεικται ἔμπροσθεν πεπερασμένα, ἔνθα ἐδείκνυμεν ὅτι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα πάντα πεπέρασται· ἐδείχθη γὰρ ἐκεῖ διὰ τῶν ὁρισμῶν ὅτι ἑκάστη τῶν κατηγοριῶν πεπέρασται. ὥστε καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω πεπερασμέναι εἰσὶν αἱ κατηγορίαι.
“而向上而言,这些事物与偶性两者都不是无限的。” 这是关于向上而言它们也非无限。他说,因为述谓向上走向的事物,乃是实体之中的事物;因为我们说“人是动物,动物是有灵魂的,有灵魂的是物体,物体是实体”。而且偶性也全都是有限的;因为它们也是述谓于各实体的。这一切此前都已被证明是有限的,当时我们证明了在“是什么”中被述谓的事物全都是有限的;因为在那里通过各个定义证明了各范畴中的每一个都是有限的。因此,无论向上还是向下,述谓都是有限的。
"Ἀνάγκη ἄρα εἶναί τι οὗ πρῶτόν τι κατηγορεῖται.4" Συμπεραίνεται διὰ τούτων τὰς τρεῖς ὑποθέσεις. ἀνάγκη οὖν, φησίν, εἶναί τι ἔσχατον οὗ πρῶτον κατηγορεῖταί τι· τοῦτο δέ ἐστι τὸ ἄτομον, οὗ πρώτως κατηγορεῖται τὸ εἰδικώτατον εἶδος. καὶ οὕτω κατὰ συνέχειαν προϊουσῶν τῶν κατηγοριῶν ἵστανται εἴς τι ἔσχατον καθ’ οὗ οὐδὲν ἕτερον κατηγορεῖται. ὥστε καὶ τὰ ἄκρα ὥρισται καὶ τὰ μέσα.
“因此必然存在某种事物,首先有某物述谓于它。” 通过这些话他得出了这三个假设的结论。他说,因此必然存在某个究极之物,首先有某物述谓于它;而这就是个体,最具体的种首先述谓于它。当述谓这样连续前行时,它们会在某个不再有任何别的东西述谓于它的终极之物处止步。因此两端已被限定,中间项也已被限定。
- 1.398ἀλλ’ αὐτὸ ἄλλου καὶ τοῦτο καθ’ ἑτέρου
菲洛波诺斯记录了部分手抄本的异文(ἔνια δὲ τῶν ἀντιγράφων ἔχουσιν)。在该读法中,指示代词 τοῦτο 作后一分句的主语,承接前一分句的承受项(ἄλλου),从而构成传递性的述谓链条(如白述谓于人,而人述谓于苏格拉底)。
- 1.399* * * κατηγορεῖται ἢ κατὰ πλειόνων
句首有星号标示的脱文。在句法上,原本与 ἢ κατὰ πλειόνων(“还是述谓于多数事物”)构成并列选择的分句(推测为类似于“一者述谓于一者”的表达)已脱落,仅残留由脱落部分接续的动词 κατηγορεῖται。
- 1.400αὐταὶ ἄρα πεπερασμέναι ἐπὶ τὸ κάτω αἱ κατηγορίαι
此句省略了系动词 εἰσίν。αὐταὶ αἱ κατηγορίαι 作主语(“述谓本身”),πεπερασμέναι 作表语分词,整句构成表示结论的分句,说明由于实体止于个体,因而向下的述谓自身也是有限的。
- 1.402οὗ πρῶτόν τι κατηγορεῖται
关系代词属格 οὗ 在句法上由 κατηγορεῖται 决定,相当于 καθ’ οὗ(“某物述谓于它”),副词 πρῶτον 意为“最初/第一地”。此句指最具体的种首先述谓于个体,与后文的 καθ’ οὗ οὐδὲν ἕτερον κατηγορεῖται(不再有别物述谓于其上的最高属)形成对称。
