- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:251.10-252.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《后分析篇》83b13–22。菲洛波诺斯说明述谓保持有限的根据在于范畴本身的有限性以及论证中单一述谓的要求,并解释了偶性绝不能彼此作为主体而唯有实体才是真正主体的理由。
" Ἑκάστου γὰρ κατηγορεῖται ὃ ἂν σημαίνῃ ἢ ποιόν τι ἢ ποσόν τι ἢ τῶν τοιούτων." Εἶτα τίνα εἰσὶ τὰ κατηγορούμενα, ἀπαριθμεῖται, ὅτι ἤτοι αἱ τοῦ συμβεβηκότος κατηγορίαι ἢ τὰ ἐν τῇ οὐσίᾳ. τὰ ἐν τῇ οὐσίᾳ δέ φησι τὰ ἐν τῷ τί ἐστι τῶν οὐσιῶν κατηγορούμενα· ταῦτα δέ εἰσι τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραί. πάντα δὲ ταῦτα, φησί, δέδεικται πεπερασμένα ἐπὶ τὸ ἄνω. εἶτα, ἐπειδὴ ἐνδέχεται καὶ ἑκάστης κατηγορίας πεπερασμένα περιεχούσης μηδὲν ἧττον ἀπείρους εἶναι τὰς κατηγορίας,1 εἴ γε τὰ γένη τῶν κατηγοριῶν μὴ δέκα ἦν μόνον ἀλλ’ ἄπειρα (ἀπείρων γὰρ ὄντων τῶν γενῶν, πάντων δὲ κατὰ τῆς οὐσίας κατηγορουμένων, κἂν ἑκάστη πεπερασμένα περιεῖχεν, ἄπειρα πάλιν συνέβαινεν εἶναι τὰ κατὰ τῆς οὐσίας κατηγορούμενα), διὰ τοῦτο οὖν καὶ τοῦτο προστίθησι, ὅτι καὶ τὰ γένη τῶν κατηγοριῶν πεπέρασται. εἶτα καὶ ἀπαριθμεῖται ταῦτα.
“因为对每一个事物所述谓的,乃是表示某种性质、某种数量或诸如此类的任何东西。” 随后他列举了被述谓的事物究竟是什么,指出它们要么是偶性的述谓,要么是实体之中的事物。而他所说的“实体之中的事物”,是指在实体的“是什么”中被述谓的事物;这些乃是属、种和种差。他说,这一切向上而言都已被证明是有限的。接着,由于即使每个范畴所包含的事物是有限的,述谓仍有可能走向无限——假若各范畴的属并非仅有十个而是无限的(因为如果各属是无限的,且全都述谓于实体,那么即使每个范畴包含有限之物,述谓于实体的事物反过来也必然是无限的)——因此,他也补充了这一点:各范畴的属也是有限的。接着他也列举了这些属。
"Ὑπόκειται δὲ ἓν καθ’ ἑνὸς κατηγορεῖσθαι." Ἐν ταῖς ἀποδείξεσι δηλονότι· τοῦτο γὰρ εἶπε καὶ ἔμπροσθεν, ὅτι αἱ ἀποδείξεις ἕν τι τούτων δεικνύουσιν, ἢ ποσὸν ἢ ποιὸν ἢ τι τῶν ἄλλων, “ὅταν ἓν καθ’ ἑνὸς κατηγορηθῇ”. δυνατὸν γὰρ καὶ συμπεπλεγμένας ποιεῖσθαι ἐκ πλειόνων τὰς κατηγορίας, ὡς ὅταν εἴπω ‘Σωκράτης ἄνθρωπος φιλόσοφός ἐστιν’· ἀλλ’ οὐχ εἷς ὁ κατηγορούμενος ὅρος· δεῖ δὲ ἐν τοῖς συλλογισμοῖς ἁπλοῦς εἶναι τοὺς ὅρους. τοῦτο οὖν προσέθηκεν, οὐχ ὅτι, εἰ μὴ ἓν καθ’ ἑνὸς κατηγορηθῇ, λυμαίνεταί τι τὸ μὴ ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας, ἀλλ’ ὅτι αἱ πρὸς τοὺς συλλογισμοὺς παραλαμβανόμεναι κατηγορίαι τοιαῦται εἶναι θέλουσιν.2
“并且设定一个事物述谓于一个事物。” 显然是在论证中;因为他此前也说过这一点,即论证指明这些事物中的某一个,要么是数量,要么是性质,要么是其他事物之一,“当一个事物述谓于一个事物时”。因为也有可能做出由多个事物复合而成的述谓,比如当我说“苏格拉底是一个有哲思的人”时;但这被述谓的项并非单一。然而在三段论中,各项必须是单纯的。因此他补充了这一点,并不是因为若非一者述谓于一者,述谓不走向无限这一点就会受损,而是因为用于三段论的述谓要求是这种形式的。
"Αὐτὰ δ’ ἑαυτῶν, ὅσα μὴ τί ἐστι, μὴ κατηγορεῖσθαι." Τουτέστι καὶ τοῦτο ἡμῖν ὑπόκειται, μηδεμίαν κατηγορίαν αὐτὴν ἑαυτῆς κατηγορεῖσθαι, εἰ μὴ ἐν τῷ τί ἐστι κατηγοροῖτο· οἷον οὐ κατηγορεῖται τὸ λευκὸν τοῦ φαλακροῦ, εἰ οὕτω τύχοι. τὸ μέντοι χρῶμα τοῦ λευκοῦ· τὶ γάρ ἐστι τὸ λευκὸν τοῦ χρώματος. ἀλλ’ οὐδὲ ἄλλο συμβεβηκὸς ἄλλου συμβεβηκότος κατηγορεῖται. ταῦτα δὲ νῦν ἀναλαμβάνει, ἵνα διακρίνῃ τῶν κατὰ φύσιν τὰς παρὰ φύσιν κατηγορίας.
“并且凡非‘是什么’者,其自身并不述谓于自身。” 也就是说,我们也有这样一个设定:没有任何范畴述谓于其自身,除非是在“是什么”中被述谓;例如,假如有这种情况,白绝不述谓于秃。然而颜色却述谓于白;因为白是颜色的某种东西。但是,一个偶性也绝不述谓于另一个偶性。他现在重提这些,是为了将违背自然的述谓与顺应自然的述谓区分开来。
"Συμβεβηκότα γάρ ἐστι πάντα, ἀλλὰ τὰ μὲν καθ’ αὑτά, τὰ δὲ καθ’ ἕτερον τρόπον." Τὸ γὰρ χρῶμα τῷ λευκῷ μὲν καθ’ αὑτὸ ὑπάρχει, Σωκράτει δὲ καθ’ ἕτερον τρόπον· συμβέβηκε γὰρ αὐτῷ καὶ οὐ καθ’ αὑτὸ αὐτῷ ὑπάρχει. ὁ δὲ ‘γάρ’ σύνδεσμος αἰτίας ἐστὶν ἀπόδοσις τῶν προειρημένων, λέγω δὴ τοῦ μὴ κατηγορεῖσθαι ἀλλήλων τὰ συμβεβηκότα, εἴ γε ἓν μόνον ἐστὶ τοῖς συμβεβηκόσιν ὑποκείμενον γενέσθαι δυνατόν.
“因为一切都是偶性,但有些是就其自身而言,有些则是以另一种方式。” 因为颜色就其自身而言属于白,但属于苏格拉底却是以另一种方式;因为它是偶性地属于他,并非就其自身而言属于他。连词“因为”是对前述诸事的理由说明,我指的是各个偶性互不述谓这一事实,如果对于偶性而言确实唯有一物可能成为主体的话。
"Οὐδὲν γὰρ τῶν τοιούτων τίθεμεν εἶναι, ὃ οὐχ ἕτερόν τι ὂν λέγεται ὃ λέγεται.3" Ὅτι οὐδὲν τῶν συμβεβηκότων ὑποκείμενον ἑτέρῳ τινὶ γενέσθαι δύναται, διὰ τούτων δείκνυσιν· ἕκαστον γὰρ τούτων ἄλλο τι πρότερον ὂν οὕτως ἐκεῖνο λέγεται ὅπερ λέγεται. τὸ γὰρ λευκὸν ἢ ξύλον ἐστὶν ἢ λίθος ἤ τι τοιοῦτον, εἶτα λευκὸν εἶναι λέγεται· ὁμοίως τὸ τρίπηχυ, τὸ δεξιὸν ἢ τῶν ἄλλων ὁτιοῦν.
“因为在诸如此类的事物中,我们设定没有任何事物在不是另一事物的情况下被称为其所被称为者。” 通过这些话他指明,偶性中的任何一个都不能成为任何其他事物的主体;因为这些事物中的每一个,都是先作为某种别的事物,随后才被称为其所被称为之物的。因为白者要么是木头,要么是石头,要么是诸如此类的东西,随后才被称为是白的;三肘长者、右侧者或其余任何事物也同样如此。
- 1.393ἐπειδὴ ἐνδέχεται καὶ ἑκάστης κατηγορίας πεπερασμένα περιεχούσης μηδὲν ἧττον ἀπείρους εἶναι τὰς κατηγορίας
从属从句 ἐπειδὴ ἐνδέχεται 支配不定式短语 μηδὲν ἧττον ἀπείρους εἶναι τὰς κατηγορίας(“述语仍然可能是无限的”),其中插入了表让步的属格绝对结构 καὶ ἑκάστης κατηγορίας πεπερασμένα περιεχούσης(“即使每个范畴包含有限的事物”)。
- 1.394τοιαῦται εἶναι θέλουσιν
动词 θέλουσιν 在此并非表示有情主体的意志,而是习惯性地用于事物,表示规范性要求或倾向:“要求是……”或“应当是……”。
- 1.397ὃ οὐχ ἕτερόν τι ὂν λέγεται ὃ λέγεται
关系从句中的分词 ὂν 与否定词 οὐχ 连用,表示伴随状况或条件(“若非先是另一事物”/“在不是另一事物的情况下”)。关系代词 ὃ 是被动动词 λέγεται 的主语,而后半部分的 ὃ λέγεται 则充当主格补足语或同源关系从句(“其所被称为者”)。
