- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:250.7-251.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞阐明源于偶性的述谓因属和种的有限性而向上是有限的,且因终止于个体实体而向下也是有限的,随后转向83b12的原文。
διόπερ ἔνθα λοιπὸν ἀποδεικτικῶς καὶ μὴ λογικῶς δείκνυσι μὴ ἐπ’ ἄπειρον ἰέναι τὰς κατηγορίας, οὐκ ἐνδέχεται λοιπὸν τοῖς ἐπιχειρήμασιν ἐκείνοις ἐπὶ πάντων ἁπλῶς τῶν κατηγορουμένων χρήσασθαι.1 οὕτως ἄρα λογικὰς δείξεις φησὶ τὰς κοινοτέρας καὶ πλείοσιν ἐφαρμοζούσας. ὅπερ οὖν εἶπον, δείκνυσιν ἐν τούτοις ὅτι οὐδὲ τὰς ἀπὸ τῶν συμβεβηκότων ταῖς οὐσίαις κατηγορίας ἐνδέχεται ἐπ’ ἄπειρον ἰέναι. δείκνυσι δὲ διὰ τῶν δεδειγμένων. εἰ γὰρ ἐδείχθη ὅτι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα πάντα πεπερασμένα, πεπερασμένα δὲ καὶ τὰ γένη τῶν κατηγοριῶν (τοῦτο γὰρ ἐκ τῆς ἐναργείας ἔχομεν· πᾶν γάρ, ὃ ἂν εἴπῃς, ὑπὸ μίαν τῶν δέκα κατηγοριῶν ἀνάγεται), εἰ τοίνυν καὶ τὰ γένη τῶν κατηγοριῶν πεπέρασται, καὶ τὰ ἐν ἑκάστῃ δὲ γένη ἢ εἴδη πεπέρασται (τοῦτο γὰρ δέδεικται), δῆλον ἄρα ὅτι καὶ αἱ ἀπὸ τῶν συμβεβηκότων κατὰ τῆς οὐσίας κατηγορίαι πεπερασμέναι εἰσί· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον καὶ αὐτὸ πεπέρασται. οὐδὲν δὲ χεῖρον ἴσως καὶ ἐπὶ παραδείγματος γυμνάσαι τὸν λόγον. οἷον εἰ κατηγοροῖτο τοῦ ἀνθρώπου τὸ λευκὸν καὶ θελήσωμεν γνῶναι τί ποτέ ἐστι τοῦτο ὃ κατηγορήθη τοῦ ἀνθρώπου, ἀνάγκη δήπου τοῦτο ὁρίσασθαι, ὅτι ἔστι χρῶμα διακριτικὸν ὄψεως. κατηγορήσομεν οὖν τοῦ λευκοῦ τὸ χρῶμα, καὶ πάλιν τούτου, εἰ τύχοι, τὸ ποιόν. δέδεικται δὲ ὅτι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα πάντα πεπέρασται. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν. δέδεικται ἄρα ὅτι καὶ αἱ ἐκ τῶν συμβεβηκότων κατὰ τῆς οὐσίας κατηγορίαι ὡς ἐπὶ τὸ ἄνω πεπερασμέναι εἰσίν. ὅτι δὲ καὶ ἐπὶ τὸ κάτω αἱ κατηγορίαι πεπερασμέναι εἰσί, λέγω δὴ ἐπὶ τὰ ὑποκείμενα, συντόμως δείκνυσι. πάντα γὰρ τὰ συμβεβηκότα, φησί, κατὰ τῆς οὐσίας κατηγορεῖται. ὥρισται δὲ τὰ ἐν τῇ οὐσίᾳ πάντα, ἐπὶ μὲν τὸ ἄνω τὰ ἐν τῷ τί ἐστιν αὐτῆς κατηγορούμενα, ἐπὶ δὲ τὸ κάτω τὰ ἄτομα· τοῦτο γὰρ προφανὲς ἐκ τῆς ἐναργείας, ὅτι τὰ ἄτομα κατ’ οὐδενὸς ἄλλου κατηγορεῖται. εἰ τοίνυν ὥρισται ἐπὶ τὸ κάτω ἡ οὐσία, τῆς δὲ οὐσίας κατηγορεῖται τά τε ἐν τῷ τί ἐστι τῆς οὐσίας καὶ τὰ συμβεβηκότα πάντα, δῆλον ἄρα ὅτι καὶ ἐπὶ τὸ ἄνω πεπέρασται πάντα τὰ κατηγορούμενα (τοῦτο γὰρ δέδεικται διὰ τῶν ὁρισμῶν) καὶ ἐπὶ τὸ κάτω. ἔσχατον γὰρ ἐν πᾶσι τοῖς κατηγορουμένοις ἡ ἄτομος οὐσία· τὸ γὰρ τελειωτικὸν πάντως οὐσία τίς ἐστι.2 καὶ πᾶν συμβεβηκὸς πάντως οὐσίας τινὸς κατηγορεῖται, καὶ εἰς τοῦτο ἔσχατον λήγουσιν αἱ τῶν συμβεβηκότων κατηγορίαι, λέγω δὴ τὴν οὐσίαν. τῆς δὲ οὐσίας ἔσχατον αἱ ἄτομοι οὐσίαι· ταύτας γάρ, ὡς εἶπον, κατ’ ἄλλων κατηγορηθῆναι ἀδύνατον. ὅτι δὲ καὶ αἱ τῆς οὐσίας κατηγορίαι εἰς τὰ ἄτομα καταλήγουσι, προφανές. δέδεικται ἄρα ὅτι καὶ ἐπὶ τὸ κάτω πεπερασμέναι εἰσὶν αἱ κατηγορίαι· κάτω γὰρ πάσης κατηγορίας αἱ ἄτομοι οὐσίαι. Ἀλλὰ δὴ ὅτι οὐδ’ ἐπὶ τὸ ἄνω ἄπειρα ἔσται. τὰ κατηγορούμενα δῆλον ὅτι οὐκ ἔσται ἐπὶ τὸ ἄνω ἄπειρα.
因此,在他接下来以示范性而非逻辑性的方式指明述谓不会走向无限的地方,就不可能再把那些论据简单地用于一切被述谓的事物了。因此,他把那些更为普遍、适用于更多事物的证明称为逻辑的证明。正如我所说,他在这些段落中指明,源于实体的偶性的述谓也不可能走向无限。并且他是借助已经证明的事理来指明这一点的。因为如果已指明凡在“是什么”中被述谓的事物都是有限的,而且各范畴的属也是有限的(因为我们从自明之理中得知这一点;凡你能说出的东西,都可以归入十个范畴之一),那么,既然各范畴的属也是有限的,并且每个范畴内的属或种也是有限的(因为这已经被证明了),显然,源于偶性而述谓于实体的述谓也是有限的;因为由有限之物构成者本身也是有限的。或许在一个例子上操练这一论证也未尝不可。例如,如果白被述谓于人,而我们想要知晓这个述谓于人的东西究竟是什么,无疑必须给它下定义,说它是离析视线的颜色。于是我们把颜色述谓于白,譬如,再把性质述谓于颜色。但已经证明,在“是什么”中被述谓的一切事物都是有限的。在数量和其余范畴中也是同样的情形。由此证明,源于偶性而述谓于实体的述谓向上而言也是有限的。至于述谓向下而言也是有限的——我指的是向着作为基础的主体而言——他作了简要的证明。因为他说,一切偶性都是述谓于实体的。而在实体中的一切事物都是被限定的:向上,在其“是什么”中述谓的事物是被限定的,向下,个体则是被限定的;因为从自明之理中显然可见,个体绝不能述谓于任何其他事物。既然实体向下是被限定的,而实体的“是什么”之中的事物和一切偶性都述谓于实体,那么显然,一切被述谓的事物无论向上(因为这已通过诸定义得到了证明)还是向下都是有限的。因为在一切被述谓者中,终极之物乃是个体实体;因为起到完成作用的无论如何总是某种实体。并且每一个偶性无论如何都述谓于某种实体,偶性的述谓终止于这个终极之物,我指的是实体。而实体的终极之物乃是个体实体;因为正如我所说,它们不可能述谓于其他事物。实体的述谓终止于个体,这也是显然的。由此证明,向下而言述谓也是有限的;因为在每一个述谓之下都是个体实体。“但是,向上也不会是无限的。”显然,被述谓者向上不会是无限的。
- 1.392διόπερ ἔνθα λοιπὸν ἀποδεικτικῶς καὶ μὴ λογικῶς δείκνυσι μὴ ἐπ’ ἄπειρον ἰέναι τὰς κατηγορίας, οὐκ ἐνδέχεται λοιπὸν τοῖς ἐπιχειρήμασιν ἐκείνοις ἐπὶ πάντων ἁπλῶς τῶν κατηγορουμένων χρήσασθαι.
句首 διόπερ 之后,由关系副词 ἔνθα 引出的从属分句一直延续到 κατηγορίας,主句则从 οὐκ ἐνδέχεται 开始。从句与主句中均出现了表示时间/逻辑过渡的副词 λοιπόν,强调从先前普遍的“逻辑的”论证过渡到严格的示范性论证时,先前的论据便不能再无限制地普遍应用。
- 1.392τὸ γὰρ τελειωτικὸν πάντως οὐσία τίς ἐστι.
中性实体化形容词 τὸ τελειωτικόν(“起完成作用者”/“使之终局完满者”)作主语,οὐσία τίς(“某种实体”)作表语。它指在述谓序列中偶性所依附并最终获得完满存在基础的终极主体(即实体)。
