← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§249.4-250.7

述谓有限性论证的总结与偶性述谓

斐洛庞努斯梳理了亚里士多德在《后分析篇》1.22中的论证结构,回顾了对中间项无限的驳斥、通过归谬法证明本质述谓的有限性以及顺乎本性与反乎本性述谓的划分,进而阐明论证如何回归到证明向上偶性述谓的有限性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.392#1

" Ἀλλὰ δὴ ὅτι οὐδ’ εἰς τὸ ἄνω ἄπειρα ἔσται." Τρεῖς ὑποθέσεις ὑπέθετο καθ’ ἃς οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον ἰέναι τὰς κατηγορίας. ἐλέγξας οὖν τὴν μίαν, λέγω δὴ τὴν ὑποτιθεμένην ὡρισμένων τῶν ἄκρων τὰ μεταξὺ ἄπειρα εἶναι,1 εἶτα δείξας ὅτι καθόλου τῶν καταφάσεων πεπερασμένων οὐσῶν ἀνάγκη πᾶσα καὶ τὰς ἀποφάσεις πεπεράνθαι καὶ μὴ ἐπ’ ἄπειρον ἰέναι, μετῆλθεν ἐπὶ τὰς λοιπὰς τῶν ὑποθέσεων καὶ ἔδειξεν ὅτι οὐχ οἷόν τε ἐπὶ τὸ ἄνω ἐπ’ ἄπειρον ἰέναι. καὶ πρῶτόν γε ἔδειξεν ὅτι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα οὐκ εἰσὶν ἄπειρα. ἐν τῷ τί ἐστι δὲ κατηγοροῦνται τὰ γένη καὶ αἱ διαφοραὶ τῶν εἰδῶν οὐ μόνον ἐπὶ τῆς οὐσίας ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. ὅτι δὲ οὐκ ἄπειρά εἰσι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα, ἔδειξε τῇ εἰς ἄτοπον ἀπαγωγῇ· εἰ γὰρ ἄπειρα εἴη, φησίν, οὐδὲ ὁρίσασθαι τὰ πράγματα οὐδὲ γνῶναι ἐνδέχεται. εἰ γὰρ βουληθείημεν ὁρίσασθαι τὸν ἄνθρωπον καὶ εἴπωμεν ζῷον εἶναι λογικὸν θνητόν, ἵνα γνῶμεν ἀληθῶς τί σημαίνει ὁ ὁρισμός, δεῖ ὁρίσασθαι ἕκαστον2 τῶν ἐν τῷ ὁρισμῷ παραληφθέντων καὶ πάλιν ἐκείνων ἕκαστον. εἰ οὖν μὴ ἵστανται αἱ κατηγορίαι, ἀδύνατον ὁρίσασθαί τι· τὸ ἄπειρον γὰρ ἀδιεξίτητον· γνῶναι δέ τι οὐκ ἐνδέχεται τῶν ἀρχῶν αὐτοῦ μὴ διεγνωσμένων, λέγω δὴ τοῦ γένους. οἷον τὸν ἄνθρωπον γνῶναι οὐκ ἔστι μὴ ἐγνωσμένου τοῦ ζῴου· τὸ δὲ ζῷον πάλιν οὐκ ἴσμεν, τί σημαίνει, μὴ τὸ τούτου γένος εἰδότες, καὶ τοῦτο οὐκ ἐπ’ ἄπειρον.3 ὁμοίως καὶ ἐπὶ ποιοῦ καὶ ποσοῦ καὶ τῶν ἄλλων. ταῦτα οὖν εἰπὼν καὶ θελήσας τὸν λόγον ἐπεκτεῖναι μὴ μόνον ἐπὶ τῶν κατ’ οὐσίαν κατηγορουμένων ἀλλὰ καὶ ἐπὶ τῶν συμβεβηκότων ταῖς οὐσίαις (καὶ ταῦτα γὰρ κατηγοροῦνται τῶν οὐσιῶν· φαμὲν γὰρ τὸν ἄνθρωπον λευκὸν εἶναι ἢ τρίπηχυν), ἔλαβεν ἐκ διαιρέσεως ποσαχῶς τὰ κατηγορούμενα κατηγοροῦνται. καὶ ἔδειξεν ὅτι τῶν κατηγορουμένων τὰ μὲν κυρίως λέγεται κατηγορεῖσθαι, ὅσα κατὰ φύσιν κατηγορεῖται· κατὰ φύσιν δὲ κατηγορεῖται ὅσα [ἢ] ἐν τῷ τί ἐστι κατηγορεῖται, ὥσπερ τὸ ζῷον τοῦ ἀνθρώπου ἢ τὸ χρῶμα τοῦ λευκοῦ, καὶ ὅσα ἐν ὑποκειμένῳ ἐστὶν ἐκείνῳ καθ’ οὗ κατηγορεῖται, ὥσπερ τὰ συμβεβηκότα τῶν οὐσιῶν. παρὰ φύσιν δὲ κατηγορεῖται ἥ τε οὐσία τῶν συμβεβηκότων καὶ τὰ συμβεβηκότα τῶν συμβεβηκότων, ὅσα μὴ ἐν τῷ τί ἐστι κατηγορεῖται. εἶτα ἔδειξεν ὅτι οὐδὲ αἱ παρὰ φύσιν κατηγορίαι ἐπ’ ἄπειρον προέρχονται. ταῦτα οὖν δείξας ἀνατρέχει εἰς τὸ προκείμενον· τοῦτο δὲ ἦν τὸ δεῖξαι ὅτι οὐδὲ τὰ συμβεβηκότα ἐπὶ τὸ ἄνω ἐπ’ ἄπειρον τῶν οὐσιῶν κατηγοροῦνται. καὶ δείκνυσι τοῦτο πάλιν διὰ τῶν προδεδειγμένων. διόπερ ἐλέγομεν καὶ λογικὴν καλεῖσθαι τὴν τοιαύτην δεῖξιν, διότι οὐκ ἐπὶ μόνων τῶν κατ’ οὐσίαν ὑπαρχόντων καὶ τῶν καθ’ αὑτὸ ἁρμόζει ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὁπωσοῦν κατηγορουμένων κατὰ φύσιν.

“但是,向上也不会是无限的。” 他提出了三条假说,依之述谓可能走向无限。在论驳了其中一条假说之后——我指假定两极确定而中间项无限的那一条——接着他指明,普遍而言,在肯定命题有限时,否定命题也绝对必然是有限的而不会走向无限,此后他转向其余的假说,指明向上走向无限是不可能的。而且他首先指明,在“是什么”中被述谓者不是无限的。而在“是什么”中被述谓的是属和种差述谓于种,这不仅见于实体,也见于其他范畴。至于在“是什么”中被述谓者不是无限的,他是通过归谬法来指明的;因为他说,若是无限的,既不可能给事物下定义,也不可能认识它们。因为如果我们想要给人下定义,并说人是有理性的会死的动物,那么为了真地知晓这个定义意谓什么,就必须定义该定义中所包含的每一项,进而定义那些项中的每一项。因此,如果述谓不停止,要定义任何事物都是不可能的;因为无限是无法穷尽的;而且如果事物的本原——我指属——未被完全辨明,认识任何事物都是不可能的。例如,在动物未被认识时,不可能认识人;而如果不认识动物的属,我们又不知道动物意谓什么,而这也不会走向无限。在性质、数量及其他范畴上也是同样的情形。在说了这些之后,他想要把论证不仅扩展到依其实体被述谓者,而且扩展到实体的偶性上(因为这些也述谓于实体;我们确实说人是白的或三肘长的),于是通过划分把握了被述谓者以多少种方式被述谓。并且他指明,在被述谓者中,凡是顺乎本性被述谓者都被称为严格意义上的述谓;而顺乎本性被述谓者包括在“是什么”中被述谓的所有事物,如动物述谓于人,或颜色述谓于白,以及存在于它所被述谓的那个主体之中的所有事物,如实体的偶性。相反,反乎本性被述谓者则是实体述谓于偶性,以及偶性述谓于偶性中那些不在“是什么”中被述谓的所有事物。接着他指明,反乎本性的述谓也不会走向无限。在指明了这些之后,他便回到了提出的论题;而这个论题就是要指明,偶性向上述谓于实体也不会走向无限。并且他借助先前证明的事理再次指明了这一点。因此我们曾说,此类证明也被称为逻辑的证明,因为它不仅适用于依其实体而存在者和自身存在者,而且适用于顺乎本性以任何方式被述谓的一切事物。

语法注3 条
  1. 1.392ὑποτιθεμένην ὡρισμένων τῶν ἄκρων τὰ μεταξὺ ἄπειρα εἶναι

    分词 ὑποτιθεμένην 修饰 τὴν μίαν(假说),支配带不定式宾语从句 τὰ μεταξὺ ἄπειρα εἶναι。其中嵌套了独立属格 ὡρισμένων τῶν ἄκρων,用于表达在两极端项确定的前提下中间项无限这一假说的具体内容。

  2. 1.392εἰ γὰρ βουληθείημεν ὁρίσασθαι τὸν ἄνθρωπον καὶ εἴπωμεν ζῷον εἶναι λογικὸν θνητόν, ἵνα γνῶμεν ἀληθῶς τί σημαίνει ὁ ὁρισμός, δεῖ ὁρίσασθαι ἕκαστον

    条件从句结合了愿望语气(βουληθείημεν)与虚拟语气(εἴπωμεν),而归结分句则使用了无人称动词直陈式现在时 δεῖ。这是一个混合条件句,用以在假定下定义的尝试时表达一般的认识必然性与规范要求。

  3. 1.392καὶ τοῦτο οὐκ ἐπ’ ἄπειρον

    此句省略了动词(如 πρόεισιν),意为“而这也决非走向无限”,指向上追溯属的层级时不会无限倒退。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:249.4-250.7