- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:247.4-249.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》83a38–83b10,阐明反乎本性的陈述即使为真也不是真正的述谓,实体与偶性的述谓系列由于定义的可行性在向上和向下两个方向上都是有限的,并解释相互述谓在任何范畴中均不能成立的逻辑依据。
" Ἀλλ’ ἀληθὲς μὲν εἰπεῖν ἐνδέχεται, ἀντικατηγορῆσαι δὲ ἀληθῶς οὐκ ἐνδέχεται." Ὅτι μὲν τόδε τὸ λευκὸν ξύλον ἐστὶν ἢ τόδε τὸ σιμὸν φιλόσοφόν ἐστιν, ἀληθὲς εἰπεῖν. κατηγορίαν δὲ τὸ τοιοῦτον οὐκ ἀληθὲς καλεῖν· ἔφθη γὰρ εἰπὼν1 τὰ μὲν κατὰ φύσιν κατηγορούμενα κυρίως κατηγορεῖσθαι, τὰ δὲ παρὰ φύσιν ἢ μηδ’ ὅλως κατηγορεῖσθαι ἢ κατὰ συμβεβηκὸς κατηγορεῖσθαι. ὥστε οὐ ταὐτόν ἐστιν εἰπεῖν εἶναί τι καὶ [κατὰ συμβεβηκὸς] κατηγορεῖν.
“但是,说这话尽管可能是真的,真地相互述谓却是不可能的。” 说这件白物是木,或者这塌鼻者是哲学家,固然是真的;但把此类说法称为述谓却不是真的。因为他早已说过,顺乎本性被述谓者是严格意义上的述谓,而反乎本性者要么根本不是述谓,要么只是偶性地被述谓。因此,说某物是[如此]与[偶性地]述谓并不是同一回事。
"Ἢ γάρ τοι ὡς οὐσία κατηγορηθήσεται." Ἔδει προσθεῖναι ‘ἢ ὡς συμβεβηκός’· τοῦτο δὲ παρῆκεν ἡμῖν νοεῖν.2 ἐν μέντοι τῇ κατασκευῇ προσέθηκε· δείξας γὰρ πῶς οὐκ ἐνδέχεται ὡς οὐσίαν κατηγορεῖσθαι ἐπήγαγεν “οὐδὲ μὴν τοῦ ποιοῦ ἢ τῶν ἄλλων οὐδέν, ἂν μὴ κατὰ συμβεβηκὸς κατηγορηθῇ”. οὔτε δὲ ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω ἄπειρα οὔτε τὰ οὐσιωδῶς κατηγορούμενα οὔτε τὰ κατὰ συμβεβηκός.
“因为,要么将作为实体被述谓。” 本应补充“要么作为偶性”;但他把理解这一点留给了我们自己。不过在论证中他确实补充了;因为在指明了它如何不可能作为实体被述谓之后,他接着写道:“性质或其余各项中的任何一项也决非如此,除非它是偶性地被述谓”。而且无论向上还是向下,被本质地述谓者还是偶性地被述谓者,都不是无限的。
"Οἷον ἄνθρωπος δίπουν, τοῦτο ζῷον, τοῦτο δ’ ἕτερον." Ὅτι ἐπὶ τὸ ἄνω ἵστανται πάντως αἱ κατηγορίαι φθάνουσαι εἰς τὰ γενικώτατα γένη.
“例如人是双足的,这是动物,这又是另一个。” 这是说,向上进行时述谓无论如何都会停下来,最终到达最普遍的属。
"Οὐδὲ τὸ ζῷον κατ’ ἀνθρώπου, τοῦτο δὲ κατὰ Καλλίου." Ὅτι καὶ ἐπὶ τὸ κάτω ἵστανται· τὰ γὰρ ἄτομα οὐδενὸς ἑτέρου κατηγοροῦνται.
“动物也不是[述谓]于人,而这又[述谓]于卡利亚斯。” 这是说,向下进行时它们也会停下来;因为不可分的个体不述谓于任何其他事物。
"Τὴν μὲν γὰρ οὐσίαν ἅπασαν ἔστιν ὁρίσασθαι τὴν τοιαύτην, τὰ δ’ ἄπειρα οὐκ ἔστι διεξελθεῖν νοοῦντα." Τὴν τοιαύτην φησὶ τὴν μὴ γενικωτάτην ἀλλὰ τὴν μετ’ αὐτὴν πᾶσαν, οἷον πάντα τὰ ὑπάλληλα γένη καὶ εἴδη μέχρι τῶν ἀτόμων· ἁπλῶς γὰρ οὐσίαν οὐδέ τι τῶν καθολικωτάτων ἔστιν ὁρίσασθαι, ἀλλὰ δι’ ὑπογραφῆς γινώσκεται. εἰ τοίνυν πᾶσαν τὴν τοιαύτην οὐσίαν ἐστὶν ὁρίσασθαι δυνατόν, ἀδύνατον ἄρα ἐπ’ ἄπειρον τὰς κατηγορίας ἰέναι. τὸν μὲν γὰρ ὁριζόμενον δεῖ διεξελθεῖν ἁπάσας ταύτας, ἵνα εἰδείη ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων· τὰ δὲ ἄπειρα διεξελθεῖν ἀδύνατον. ὥστε εἰ ἀληθῶς ὁριζόμεθα, οὐκ ἐπ’ ἄπειρον αἱ κατηγορίαι. τὸ δὲ νοοῦντα προσέθηκεν ἀντὶ τοῦ ‘εἰδότα ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων’· οὐδὲ γὰρ ἄλλως ἐνδέχεται ὁρίσασθαι· νοεῖ δὲ ἕκαστον ἑκάστου ὁρισμὸν ἀποδιδούς. ὥστε εἰ ἐπ’ ἄπειρον αἱ κατηγορίαι, ἀνάγκη οὐσίαν τινὰ ὁριζομένους τὰς ἐπ’ ἄπειρον αὐτῆς κατηγορουμένας3 διεξελθεῖν· τοῦτο δὲ ἀδύνατον.
“因为所有此类实体都是可以下定义的,但在思想中却不可能穷尽无限的事物。” 他所说的“此类”,意思是不是最普遍的[实体],而是紧随其后的所有实体,例如直到不可分的个体为止的所有从属的属和种;因为绝对而言的实体,或者最普遍的事物中的任何一项,都是无法下定义的,而是通过描述被认识的。那么,如果所有此类实体都能够被定义,述谓走向无限就是不可能的。因为下定义者必须遍历所有这些,以便知晓定义中所包含的每一项;但遍历无限的事物是不可能的。所以,如果我们真地下定义,述谓就不是无限的。他加上“在思想中”,是用以代替“知晓定义中所包含的每一项”;因为在其他情形下下定义是不可能的;而人正是通过给出每一项的定义来在思想中把握每一项的。所以,如果述谓走向无限,下定义于某实体的人就必然要穷尽对该实体无限述谓的各项;但这却是不可能的。
"Ὡς μὲν δὴ γένη ἀλλήλων οὐκ ἀντικατηγορηθήσεται· ἔσται γὰρ αὐτὸ ὅπερ αὐτό τι." Πρότερον συγχωρήσας ὡς γένος ἢ διαφορὰν κατηγορεῖσθαι τὸ παρὰ φύσιν κατηγορούμενον καὶ δείξας ὅτι οὐκ ἐπ’ ἄπειρον αἱ κατηγορίαι, νῦν καὶ πρὸς αὐτὸ τοῦτο ἐνίσταται, ὅτι οὐκ ἐνδέχεται ἀντικατηγορεῖσθαι ἀλλήλων ὡς γένη. εἴπομεν δὲ ἱκανῶς περὶ τούτου.
“作为彼此的属,它们当然不会相互述谓;因为这样就会有某种‘自身正即自身’之物。” 之前他承认反乎本性被述谓者作为属或属差被述谓,并指明了述谓不是无限的,现在他也对这一点本身提出反驳,指出它们不可能作为属而相互述谓。关于这一点我们已经作了充分论述。
"Οὐδὲ μὴν τοῦ ποιοῦ ἢ τῶν ἄλλων οὐδέν, ἂν μὴ κατὰ συμβεβηκὸς κατηγορηθῇ." Εἰπὼν “ἢ γάρ τοι ὡς οὐσία κατηγορηθήσεται” καὶ κατὰ παράλειψιν δεδωκὼς ἡμῖν νοῆσαι τὸ κατὰ συμβεβηκός, εἶτα ἐλέγξας τὸ ὡς οὐσίαν νῦν ἐλέγχει τὸ ὡς συμβεβηκὸς κατηγορεῖσθαι τὸ παρὰ φύσιν κατηγορούμενον. καὶ πρῶτον μὲν ὡς ἐπὶ μιᾶς κατηγορίας, τοῦ ποιοῦ, ἐποιήσατο τὸν λόγον, ἔνθα ἔλεγεν “ἔτι εἰ μή ἐστι τόδε τοῦδε ποιότης”. νῦν δὲ κοινῷ λόγῳ δείκνυσιν ὅτι οὐδεμίαν τῶν παρὰ φύσιν κατηγοριῶν ἐνδέχεται ὡς συμβεβηκὸς κατηγορεῖσθαι οὗ κατηγορεῖται· οὐδὲ γὰρ οὐσίαν τῶν συμβεβηκότων οὔτε τὰς λοιπὰς ἀλλήλων. ἡ δὲ ἀπόδειξις, ὅτι πᾶσαι αἱ κατηγορίαι συμβεβηκότα εἰσὶ τῶν οὐσιῶν, οὐδεμία δὲ ταῖς λοιπαῖς συμβέβηκε, διότι μηδὲ ἐν ἄλλοις ὑποστῆναι δύνανται εἰ μὴ ἐν τῇ οὐσίᾳ.
“性质或其余各项中的任何一项也决非如此,除非它是偶性地被述谓。” 在说了“因为,要么将作为实体被述谓”并以省略的方式让我们理解偶性之后,接着论驳了作为实体的述谓,现在他论驳反乎本性被述谓者作为偶性被述谓。首先他就性质这一个范畴展开了论述,即他说“再者,如果这并不是这的性质”之处。而现在他以普遍的论证指明,反乎本性的述谓中没有任何一项可能作为偶性被述谓于它所被述谓的对象;因为实体不可能作为偶性被述谓于偶性,其余各项也不可能相互作为偶性被述谓。而其证明在于:所有的范畴都是实体的偶性,但没有任何一项偶性地属于其余各项,因为它们除了在实体之中,根本不能在其他事物中立足。
- 1.385ἔφθη γὰρ εἰπὼν
动词 φθάνω 搭配主格分词 εἰπών 的句式,表示“已经/之前说过”。
- 1.386τοῦτο δὲ παρῆκεν ἡμῖν νοεῖν
动词 παρίημι(交托、听凭)搭配与格 ἡμῖν 及不定式 νοεῖν 的句式,意为“把对此事的理解留给我们自己(任由我们去推想)”。
- 1.389τὰς ἐπ’ ἄπειρον αὐτῆς κατηγορουμένας
带冠词的阴性被动分词 τὰς... κατηγορουμένας 承前省略了被修饰的名词(语境中的 κατηγορίας 或实体之述谓项),代词 αὐτῆς 为关系属格,指前文的 οὐσίαν(对该实体被述谓的各项)。
