- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:245.19-247.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了把实体述谓于偶性或让不同种的偶性相互述谓在本质上或偶性上都是不可能的,因为这会导致事物成为自身之属的荒谬结论。他通过解释像“动物”与“有魂者”这样的可换位陈述虽真却非严格意义上的述谓来化解疑难,并依据偶性无法独立自存这一原则,得出反乎本性的述谓根本不可能构成述谓的结论。
εἰ γὰρ τὸ ξύλον τοῦ λευκοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, οἷον ὡς διαφορὰ ἢ ὡς γένος, τὸ δὲ λευκὸν πάλιν τοῦ ξύλου, δῆλον ὅτι οὐσιωδῶς ὑπάρχει τῷ λευκῷ τὸ ξύλον. ἀλλ’ ἐπειδὴ καὶ τὸ λευκὸν τοῦ ξύλου κατηγορεῖται (τοῦτο γὰρ ἐκ τῆς ἐναργείας ἔχομεν), καὶ τὸ λευκὸν ἀνάγκη τοῦ ξύλου οὐσιωδῶς κατηγορεῖσθαι· εἰ γὰρ δύο τινὰ ἀντικατηγοροῖτο ἀλλήλων, ὃν τρόπον τὸ ἕτερον τοῦ ἑτέρου κατηγορεῖται, εἴτε οὐσιωδῶς εἴτε κατὰ συμβεβηκός, καὶ τὸ λοιπὸν τοῦ λοιποῦ κατηγορηθήσεται ὡσαύτως. οἷον εἰ Σωκράτους τὸ φιλόσοφον κατηγοροῖτο, δῆλον ὅτι συμβέβηκε τῷ Σωκράτει τὸ φιλόσοφον· οὐκοῦν κἂν τόδε τὸ φιλόσοφον Σωκράτην τις εἴπῃ, δῆλον ὅτι συμβέβηκε τὸ φιλόσοφον Σωκράτην εἶναι. ὁμοίως, εἰ τῷδε τῷ οἴνῳ συνέβη τὸ γλυκύ, καὶ τῷ γλυκεῖ τῷδε συνέβη οἴνῳ εἶναι. καὶ εἰ τὸ φιλόσοφον φαλακρὸν εἶναι συμβέβηκεν, καὶ τὸ φαλακρὸν συμβέβηκεν εἶναι φιλόσοφον. καὶ ἐπὶ τῶν κατ’ οὐσίαν κατηγορουμένων ὡσαύτως· οἷον εἰ τὸ ζῷον κατ’ οὐσίαν ἔμψυχόν ἐστι, καὶ τὸ ἔμψυχον κατ’ οὐσίαν ζῷον ἔσται. καὶ ἐπὶ πάντων τὸν αὐτὸν τρόπον. οὐκοῦν εἰ τῷ λευκῷ τὸ ξύλον οὐσιωδῶς λέγοι τις ὑπάρχειν, ἐπειδὴ καὶ τὸ λευκὸν τοῦ ξύλου κατηγορεῖται, καὶ τὸ λευκὸν ἄρα τοῦ ξύλου οὐσιωδῶς κατηγορηθήσεται. εἰ δὲ ἄμφω ἀλλήλων οὐσιωδῶς ἀντικατηγορεῖται, ἔσται τι, φησίν, αὐτὸ ὅπερ αὐτό·1 εἴρηται γὰρ ὅτι τὸ ὑποκείμενον ὅπερ τὸ κατηγορούμενόν ἐστιν ἢ ὅπερ αὐτό τι, ὅταν οὐσιῶδες εἴη τὸ κατηγορούμενον. εἰ τοίνυν καὶ τὸ ξύλον ὅπερ λευκόν ἐστι καὶ τὸ λευκὸν ὅπερ [τὸ] ξύλον ἐστί, καὶ τὸ ξύλον ὅπερ ξύλον ἐστὶ καὶ τὸ λευκὸν ὅπερ λευκόν ἐστι, καὶ αὐτὸ ἑαυτοῦ κατηγορηθήσεται. τοῦτο δὲ καταγέλαστον· ἔσται γὰρ οὕτως αὐτὸ ἑαυτοῦ ἢ γένος ἢ διαφορά· τὰ γὰρ οὐσιωδῶς κατηγορούμενα ἢ γένη ἐστὶ τῶν ὑποκειμένων ἢ εἴδη ἢ διαφοραί. εἰ οὖν γένος ἐστὶ τοῦ λευκοῦ τὸ ξύλον καὶ πάλιν τὸ λευκὸν εἴη γένος ἢ διαφορὰ τοῦ ξύλου, συνάξεις ὅτι τὸ ξύλον τοῦ ξύλου ἢ γένος ἐστὶν ἢ διαφορά, αὐτὸ ἄρα ὅπερ αὐτό. ὥστε εἰ ταῦτα ἀδύνατον, ἀδύνατον ἄρα ἢ τὴν οὐσίαν τῶν συμβεβηκότων κατηγορεῖσθαι ἢ τὰς ἑτεροειδεῖς ποιότητας ἀλλήλων. Ἴσως δ’ ἄν τις ἀπορήσοι, ὅτι τούτῳ τῷ λόγῳ οὐκ ἔστιν οὐσιωδῶς τινα ἀντικατηγορεῖσθαι ἀλλήλων. καίτοι ἀληθές ἐστιν εἰπεῖν καὶ ὅτι τὸ ζῷον ἔμψυχόν ἐστι κατ’ οὐσίαν καὶ τὸ ἔμψυχον ζῷόν ἐστιν· ἐὰν γὰρ τοῦ ζῴου γένος τὸ ἔμψυχον, ἔστι δὲ καὶ τὸ ἔμψυχον ζῷον, ἔσται τι ἄρα αὐτὸ ὅπερ αὐτὸ καὶ αὐτὸ ἑαυτοῦ γένος. μήποτε οὖν καὶ ἐπὶ τούτων δεῖ λέγειν2 ὅτι ἀληθὲς μὲν τὸ λέγειν τι ἔμψυχον ζῷον, κατηγορία δὲ τὸ τοιοῦτον οὐκ ἔστιν ὁμοίως. ἄλλο γὰρ εἶναι δεῖ τὸ κατηγορούμενον καὶ ἄλλο τὸ ὑποκείμενον· τὸ δὲ τὶ ἔμψυχον ταὐτόν ἐστι τῷ ζῴῳ. οὐκ ἄρα ἄλλο ἄλλου κατηγορεῖται. ὥστε οὐδὲ κυρίως ἡ τοιαύτη κατηγορία ἐστίν, ὥσπερ οὐδὲ ἡ λέγουσα ‘τὸ ξίφος μάχαιρά ἐστιν’ ἢ ‘ὁ ἄνθρωπος βροτός ἐστιν’, ἀλλ’ ἀληθὲς μὲν τὸ οὕτω λέγειν, κατηγορία δ’ οὐκέτι. ὁμοίως καὶ ἐπὶ τῶν ἰδίων, ἂν μὲν εἴπωμεν τὸν ἄνθρωπον γελαστικὸν εἶναι, κατηγορία ἐστί· λέγομεν γὰρ ὑπάρχειν τῇ οὐσίᾳ τὸ συμβεβηκός. ἐὰν δὲ εἴπωμεν τὸ γελαστικὸν ἄνθρωπον εἶναι, ἀληθὲς μὲν εἴπομεν, οὐκ ἔστι δὲ κατηγορία τὸ τοιοῦτον· οὐ γὰρ ἐνδέχεται ὑποκείμενον εἶναι τῷ ἀνθρώπῳ τὸ γελαστικόν. ὅτι δὲ καθόλου οὐκ ἐνδέχεται παρὰ φύσιν γενέσθαι κατηγορίαν, δῆλον ἐντεῦθεν· οὐδὲν τῶν συμβεβηκότων καθ’ αὑτὸ ὑποστῆναι δύναται, ἀλλὰ πάντα ἐν ἑτέρῳ ἔχει τὸ εἶναι· ἀδύνατον ἄρα ἐστὶ τὸ συμβεβηκὸς ὑποκείμενον ποιῆσαι καὶ κατηγορῆσαι αὐτοῦ ἕτερόν τι, πλὴν εἰ μὴ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγοροῖτο, ὥσπερ τοῦ λευκοῦ τὸ χρῶμα· γένος γὰρ τοῦ λευκοῦ τὸ χρῶμα, καὶ οὐχ ὡς ἐν ὑποκειμένῳ τῷ λευκῷ τὸ χρῶμα κατηγορεῖται. εἰ μέντοι εἴπω τὸ λευκὸν σιμὸν εἶναι, δῆλον ὅτι ὡς ἐν ὑποκειμένῳ τῷ λευκῷ εἶναί φημι τὸ σιμόν. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα κατηγορίαν εἶναι τὴν παρὰ φύσιν κατηγορίαν.
因为,如果木在白之“是什么”中被述谓,例如作为属差或作为属,而白又反过来被述谓于木,显而易见木本质地属于白。但既然白也被述谓于木(因为我们凭显明的事实得知这一点),白也必然本质地被述谓于木;因为如果有两个事物相互述谓,无论一方向另一方被述谓的方式如何,无论是本质地还是偶性地,余下的一方也将以同样的方式被述谓于余下的一方。例如,如果“哲学家”被述谓于苏格拉底,显而易见“哲学家”偶性地属于苏格拉底;因此,哪怕有人说“这位哲学家是苏格拉底”,显而易见哲学家成为苏格拉底也是偶性的。同样地,如果甜偶性地属于这杯酒,这甜物成为酒也是偶性的。如果哲学家成为秃头是偶性的,秃头成为哲学家也是偶性的。对于依本质被述谓的事物也是同样如此;例如,如果动物依本质是有魂的,那么有魂者依本质也是动物。在一切情形中都是同样的方式。因此,如果有人说木本质地属于白,既然白也被述谓于木,那么白也将本质地被述谓于木。但如果二者相互本质地被述谓,他说,就会出现某种“自身正即自身”之物;因为之前已经说过,当被述谓者是本质性的,主词就正即被述谓者,或正即某个自身。那么,如果木也正即白,白也正即木,那么木也就正即木,白也就正即白,而它将被述谓于自身。但这是荒唐可笑的;因为这样一来,它就将成为自身的属或属差;因为本质地被述谓的事物要么是主词的属,要么是种,要么是属差。因此,如果木是白的属,而白又是木的属或属差,你就会推导得出木是木的属或属差,因而成了“自身正即自身”。所以,如果这些是不可能的,那么实体被述谓于偶性,或者属于不同种的性质相互述谓,就是不可能的。 然而也许有人会提出疑难,认为按照这种论证,任何事物都不可能相互本质地被述谓。然而,说动物依本质是有魂的,并且说有魂者是动物,也是真的;因为如果有魂者是动物的属,而有魂者也是动物,那么就会有某种事物成了“自身正即自身”并成为自身的属。难道我们不也应当在这些情形下说:尽管说某个有魂者是动物是真的,但此类说法并不同样是述谓吗?因为被述谓者必须是一物,而主词必须是另一物;但某个有魂者与动物是同一的。因此并不是以一物述谓另一物。所以此类说法甚至不是严格意义上的述谓,正如说“宝剑是短刀”或“人是必死者”也不是严格意义上的述谓一样;毋宁说,这样说是真的,但不再是述谓。同样在特有属性的情形中:如果我们说人是能发笑的,这是述谓;因为我们是说偶性属于实体。但如果我们说能发笑者是人,我们虽然说了真话,但此类说法并不是述谓;因为能发笑者不可能成为人的主词。至于完全不可能产生反乎本性的述谓,这从下述论述中是显而易见的:偶性中没有任何事物能够独立自存,而是所有事物都在他物中拥有其存在;因此,不可能把偶性当作主词并把某种另类之物述谓于它,除非是在其“是什么”中被述谓,正如把颜色述谓于白;因为颜色是白的属,颜色被述谓并不是作为在作为主词的白之中。然而,如果我说白是塌鼻的,显而易见我是把塌鼻说成在作为主词的白之中。但这是不可能的;因此,反乎本性的述谓不可能成为述谓。
- 1.384αὐτὸ ὅπερ αὐτό
短语意为“自身正即自身”。这是代词 αὐτό 与关系代词 ὅπερ 结合使用的习用表达(类似于 ὅπερ ἐστί 结构),用以表示主词与宾词在本质定义上完全同一。在此语境中,它被用来推导出一物成为自身的属或属差这一荒谬推论(αὐτὸ ἑαυτοῦ ἢ γένος ἢ διαφορά)。
- 1.384μήποτε οὖν καὶ ἐπὶ τούτων δεῖ λέγειν
μήποτε 加直陈式由表担忧的用法引申而来,在哲学论述中是提出审慎主张、建议或解答的惯用句式(“难道我们不应当说……吗?”)。此处用以引出注疏者自身对前文所提疑难(动物与有魂者的相互述谓)的解决方案。
