← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§244.1-245.19

反乎本性之述谓的有限性与不可能性

斐洛庞努斯依据 83a36 的引文,首先通过让步性反驳(将述谓追溯至偶性与“是什么”的有限性)论证反乎本性的述谓不可能走向无限,随后提出异议,指出互不隶属的偶性相互述谓将导致性质成为性质的荒谬结果,从而证明此类述谓本身根本不能成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.384#1

" Ἔτι εἰ μή ἐστι τόδε τουδὶ ποιότης κἀκεῖνο τούτου μηδὲ ποιότητος ποιότης, ἀδύνατον ἀντικατηγορεῖσθαι ἀλλήλων οὕτως." Ἐπειδὴ εἶπε τῶν κατηγοριῶν τὰς μὲν εἶναι κατὰ φύσιν τὰς δὲ παρὰ φύσιν, αὐτὸ τοῦτο θέλει νῦν δεῖξαι, ὅτι τῷ ὄντι παρὰ φύσιν εἰσὶν αἱ τοιαῦται κατηγορίαι. ἅμα δὲ δείκνυσιν ὅτι οὐδὲ τὰς παρὰ φύσιν κατηγορίας ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι. δείκνυσι δὲ τοῦτο τῇ καλουμένῃ ἐνστάσει καὶ ἀντιπαραστάσει.1 καὶ πρῶτον μὲν τῇ ἀντιπαραστάσει κέχρηται, ἔπειτα δὲ τῇ ἐνστάσει· συγχωρήσας γὰρ πρότερον εἶναι καὶ τὰς παρὰ φύσιν κατηγορίας, δείκνυσιν ὅτι οὐδὲ οὕτως ἐπ’ ἄπειρον προΐασιν, ἔπειτα δὲ ὅτι οὐδὲ ὅλως ἐνδέχεται εἶναι κατηγορίας τὰς παρὰ φύσιν κατηγορίας. καὶ πρῶτον μὲν ὡς ἐπὶ μιᾶς κατηγορίας, τῆς ποιότητος, γυμνάζει τὸν λόγον, ἔπειτα δὲ καὶ κοινῶς ἐπὶ πασῶν τῶν παρὰ φύσιν κατηγοριῶν. αὗται δέ εἰσιν ὅσαι ἢ οὐσίαν συμβεβηκότος κατηγοροῦσιν ἢ συμβεβηκὸς συμβεβηκότος, οἷον λευκὸν τριπήχεος ἢ μουσικὸν σιμοῦ, χωρὶς εἰ μὴ τὸ κατηγορούμενον ἐν τῷ τί ἐστιν ὑπάρχει τῷ ὑποκειμένῳ.2 τοιαῦτα δέ εἰσιν ὅσα γένη εἰσὶ τῶν ὑποκειμένων, οἷον τοῦ λευκοῦ τὸ χρῶμα, ἢ εἴδη, οἷον τοῦδε τοῦ λευκοῦ, λέγω δὴ τοῦ ἀτόμου, τὸ ἁπλῶς λευκόν, ἢ διαφοραί, ὡς τοῦ λευκοῦ τὸ διακριτικὸν καὶ τοῦ ἀνθρώπου τὸ λογικὸν ἢ τὸ θνητόν. ὅτι δέ, εἰ καὶ συγχωρήσομεν κατηγορίας εἶναι τὰς παρὰ φύσιν κατηγορίας, οὐδὲ οὕτως ἐνδέχεται ἐπ’ ἄπειρον ἰέναι τὰς κατηγορίας, δῆλον ἐντεῦθεν. ὑποκείσθω γὰρ τὸ ξύλον τοῦ λευκοῦ κατηγορεῖσθαι. ἤτοι οὖν ἐν τῷ τί ἐστι τὸ ξύλον τοῦ λευκοῦ κατηγορεῖται ἢ ὡς συμβεβηκὸς αὐτῷ. ἀλλ’ εἴτε ἐν τῷ τί ἐστι κατηγορεῖται, ἀνάγκη μὴ ἐπ’ ἄπειρον ἰέναι τὰς κατηγορίας· τοῦτο γὰρ ἐδείξαμεν ἐκ τῶν ὁρισμῶν, ὅτι πεπέρασται τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα· εἴτε ὡς συμβεβηκός, καὶ οὕτω πάλιν πεπέρασται· προϊοῦσαι γὰρ ἀπὸ τῶν συμβεβηκότων αἱ κατηγορίαι ἐπὶ τὰ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα προέρχονται. οἷον εἰ κατὰ Σωκράτους κατηγορεῖται τὸ λευκόν, προϊοῦσα ἡ κατηγορία τοῦ λευκοῦ κατηγορήσει τὸ χρῶμα καὶ τούτου τὸ ποιόν· ταῦτα δὲ ἐν τῷ τί ἐστι κατηγορεῖται, οἷον τὸ ποιὸν τοῦ χρώματος καὶ τοῦτο τοῦ λευκοῦ· ὥστε πάλιν, ἐπειδὴ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα πεπέρασται, καὶ τὰς τοιαύτας κατηγορίας πεπεράνθαι ἀνάγκη. ὅτι δὲ οὐδ’ ὅλως κατηγορίαι εἰσί, δείκνυσιν οὕτως. πρότερον δέ, ὡς εἶπον, ὡς ἐπὶ μιᾶς τῶν κατηγοριῶν, οἷον τῆς ποιότητος, ποιεῖται τὸν λόγον. προλαμβάνει δέ τινα ὑπόθεσιν, ὅτι οὐκ ἐνδέχεται τὸ αὐτὸ τοῦ αὐτοῦ ποιότητα εἶναι,3 ἀλλ’ οὐδὲ ὅλως ποιότητα εἶναι ποιότητος· οἷον εἰ ἡ λευκότης ποιότης, οὐχ ἕξει ἕτερόν τι ὅπερ ὡς ποιότης ἔσται τοῦ λευκοῦ. ὁμοίως δὲ καὶ ἐπὶ πάντων ἐρεῖς, ὅτι οὐκ ἐνδέχεται τὸ αὐτὸ τοῦ αὐτοῦ γένος εἶναι ἢ τὸ αὐτὸ τοῦ αὐτοῦ ποιὸν εἶναι· οἷον εἰ τὸ λευκὸν τοῦ ξύλου εἴη ποιότης, οὐκ ἐνδέχεται καὶ τὸ ξύλον ποιότητα τοῦ λευκοῦ εἶναι· οὐδὲ εἰ γένος εἴη τοῦ ἀνθρώπου τὸ ζῷον, οὐκ ἐνδέχεται καὶ τὸν ἄνθρωπον τοῦ ζῴου γένος εἶναι. τοῦτο δὲ ἐξ αὐτῆς τῆς ἐναργείας γνώριμον. τούτου οὖν προειλημμένου εἰλήφθω ἡμῖν μία τῶν κατηγοριῶν, ἡ ποιότης, καὶ κατηγορείσθω ἀλλήλων τὰ μὴ ὑπάλληλα εἴδη, οἷον τὸ σιμὸν τοῦ λευκοῦ. εἰ οὖν μὴ ἐν τῷ τί ἐστι τὸ σιμὸν τοῦ λευκοῦ κατηγορεῖται (οὐ γάρ ἐστιν ὑπάλληλα ταῦτα), δῆλον ὅτι ποιότης ἐστὶ τοῦ λευκοῦ τὸ σιμόν· ἀλλὰ μὴν καὶ τὸ λευκὸν ποιότης ἦν· ἔσται ἄρα ποιότης ποιοῦ, ὅπερ ἀδύνατον. καὶ ἐπειδὴ μὴ μόνον ἡ σιμότης τοῦ λευκοῦ κατηγορεῖται ἀλλὰ καὶ τὸ λευκὸν τῆς σιμότητος (λέγομεν γὰρ ὅτι τὸ σιμὸν τοῦτο λευκόν ἐστιν), ἔσται ἄρα καὶ τὸ λευκὸν τῆς σιμότητος ποιότης· ἑκάτερον ἄρα ἑκατέρου ποιότης ἔσται, ὅπερ ἀδύνατον. διὰ τὴν αὐτὴν αἰτίαν οὐδὲ ποσὸν ποσοῦ ἔσται οὐδὲ τῶν ἄλλων οὐδὲν αὐτὸ ἑαυτοῦ. δι’ αὐτὸ δὲ τοῦτο οὐδὲ τὴν οὐσίαν τινὸς τῶν συμβεβηκότων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἐνδέχεται, ὅπερ πρὸ τούτου συνεχωρήσαμεν.

“此外,如果这既不是这者的性质,那者也不是这者的[性质],也不是性质的性质,那么它们就不可能以此种方式相互述谓。” 既然他曾说过述谓有些是顺乎本性的,有些是反乎本性的,他现在就意图证明这一点:此类述谓确实是反乎本性的。同时,他也证明即便反乎本性的述谓也不可能走向无限。他是通过所谓的异议与让步性反驳来证明这一点的。他首先使用了让步性反驳,接着使用了异议;因为在首先承认反乎本性的述谓也存在之后,他证明即便如此它们也不会走向无限,接着又证明反乎本性的述谓根本就不可能是述谓。并且,他首先就单一范畴即性质范畴展开论辩,随后也普遍地就所有反乎本性的述谓展开论辩。这些述谓指的是把实体述谓于偶性,或者把偶性述谓于偶性,例如把白述谓于三肘之物,或者把精通音乐述谓于塌鼻,除非所述谓之物在“是什么”中属于主词。此类事物是作为主词的属的事物(例如对于白而言的颜色),或者作为种的事物(例如对于这个白——我指的是个体——而言的纯粹白),或者作为属差的事物(例如对于白而言的分辨性,对于人而言的理性的或会死的)。然而,即便我们承认反乎本性的述谓是述谓,述谓即便这样也不可能走向无限,这从下述论述中是显而易见的。因为假设木被述谓于白。那么,木要么在“是什么”中被述谓于白,要么作为偶性被述谓于白。但无论它是在“是什么”中被述谓,述谓都必然不会走向无限;因为我们从定义中已经证明过,在“是什么”中所述谓的事物是有限的;或者无论它是作为偶性被述谓,即便这样它同样是有限的;因为从偶性出发的述谓,会推进到在其“是什么”中所述谓的事物。例如,如果白被述谓于苏格拉底,那么继续推进的述谓将把颜色述谓于白,把性质述谓于颜色;而这些是在“是什么”中被述谓的,例如性质被述谓于颜色,颜色被述谓于白;因此同样地,既然在“是什么”中所述谓的事物是有限的,此类述谓也必然是有限的。至于它们根本不是述谓,他则是这样证明的。不过正如我说过的,他首先就范畴中的一种即性质来立论。他预先设定了一个假设:同一事物不可能成为同一事物的性质,而且根本不可能有性质成为性质的性质;例如,如果白是性质,它就不会拥有某种另类之物作为白的性质。同样地,在一切情形中你都会说,同一事物不可能成为同一事物的属,或者同一事物不可能成为同一事物的性质;例如,如果白是木的性质,木就不可能也是白的性质;如果动物是人的属,人也不可能也是动物的属。而这一点凭显明的事实本身就是为人所知的。因此,在预先假定这一点之后,让我们取诸范畴中的一种,即性质,并让互不隶属的种相互述谓,例如把塌鼻述谓于白。既然塌鼻不是在“是什么”中被述谓于白(因为它们互不隶属),显而易见塌鼻就是白的性质;然而白原本也是性质;因此就会有性质成为具性质之物的性质,这是不可能的。而且,既然不仅塌鼻性被述谓于白,而且白也被述谓于塌鼻性(因为我们说这个塌鼻者是白的),那么白也将成为塌鼻性的性质;于是二者中的每一方都将成为对方的性质,这是不可能的。出于同样的理由,数量也不可能属于数量,其余的任何范畴也不可能自身属于自身。也正是出于这个缘故,实体也不可能在“是什么”中被述谓于任何偶性,而这正是我们在此之前所承认的。

语法注3 条
  1. 1.384ἐνστάσει καὶ ἀντιπαραστάσει

    表示反驳方式的两个并列与格名词。此处 ἔνστασις 指直接否定对方前提的“异议”,而 ἀντιπαράστασις 指出于论辩目的先行承认对方前提、再推导出荒谬后果的“让步性反驳”。紧随其后的句子清楚阐明了两者的先后顺序与功能。

  2. 1.384χωρὶς εἰ μὴ τὸ κατηγορούμενον ἐν τῷ τί ἐστιν ὑπάρχει τῷ ὑποκειμένῳ

    成语性短语 χωρὶς εἰ μή 用作“除非/在……情况之外”。它为前文关于反乎本性述谓(把实体述谓于偶性,或把偶性述谓于偶性)的一般定义设定了一个例外从句,排除了述谓项在本质(“是什么”)上属于主词的情形。

  3. 1.384οὐκ ἐνδέχεται τὸ αὐτὸ τοῦ αὐτοῦ ποιότητα εἶναι

    属格 τοῦ αὐτοῦ 与中性宾格主语 τὸ αὐτό 连用,字面为“同一事物成为同一事物的[性质]”。但根据其后给出的具体例证(白若是木的性质,木就不能也是白的性质)以及后文的 ἑκάτερον ἑκατέρου 可知,它表达的是两件事物不可能相互成为对方性质的互逆性限制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:244.1-245.19