← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§242.11-243.25

对相论的批判与对调和柏拉图学说的反驳

斐洛庞诺斯诠释了亚里士多德在83a32中排斥相论的表述,介绍了后世试图将相解释为造物者内在理路以调和二者的辩护,并进而反驳了这种调和论,论证亚里士多德的批评并非针对通俗的误解,而是直接针对柏拉图本人主张形式自存的真实学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.383

" Τὰ γὰρ εἴδη χαιρέτω· τερετίσματα γάρ ἐστι, καὶ εἰ ἔστιν, οὐδὲν πρὸς τὸν λόγον ἐστίν· αἱ γὰρ ἀποδείξεις περὶ τῶν τοιούτων εἰσίν." Τερετίσματα δὲ καλοῦνται τὰ προδιαψηλαφήματα τῶν κιθαρῳδῶν τὰ ἄναρθρα δοκιμασίας ἕνεκεν τῆς ἀπηχήσεως τῶν χορδῶν γινόμενα, ὡς ἂν εἰ ἔλεγεν ‘οἱ περὶ τῶν ἰδεῶν λόγοι ῥημάτων εἰσὶ μόνων ψιλῶν, διανοίας κενοί’. πῶς γὰρ οἷόν τέ ἐστιν λευκότητα αὐτὴν καθ’ αὑτὴν ὑποστῆναι ἢ ἀνθρωπότητα ἢ ἰσότητα· πάντα γὰρ τὰ εἴδη ταῦτα καὶ τοιαῦτα ὑλικὰ ὄντα οὐκ ἄλλως ὑποστῆναι δύνανται ἢ ἔν τινι ὑποκειμένῳ, λέγω δὴ σώματι ἢ ἁπλῶς ὕλῃ. πῶς οὖν καθ’ ἑαυτὰ ὑφιστᾶσιν ἃ μὴ πέφυκεν ὑφίστασθαι καθ’ αὑτά, ὁπότε, φησί, καὶ εἰ ἔστιν, οὐδὲν ἡμῖν πρὸς τὸν νῦν λόγον ἐναντιωθήσεται; αἱ γὰρ ἀποδείξεις περὶ τῶν τοιούτων εἰδῶν γίνονται, ἃ χωρὶς ὕλης ὑποστῆναι οὐ δύνανται· γεωμετρία γὰρ καὶ ἀριθμητικὴ καὶ πᾶσαι αἱ λοιπαὶ περὶ τὰ τοιαῦτα εἴδη τὰ ἐν ὕλῃ. ὥστε ταῦτα φάσκοντες μὴ ἐνδέχεσθαι καθ’ αὑτὰ ὑφίστασθαι ἀλλὰ πάντως ἐν ὑποκειμένῳ ἔχειν τὸ εἶναι οὐχ ἁμαρτησόμεθα. καὶ φασί γε ὑπὲρ τούτων ἀπολογούμενοι, ὡς ὅτι1 εἶναι μὲν ἰδέας τῶν πραγμάτων τοὺς δημιουργοὺς λόγους διαρρήδην καὶ αὐτὸς ὁ Ἀριστοτέλης πανταχοῦ βοᾷ. αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅτι ὥσπερ ἡ ἐν τῷ στρατοπέδῳ τάξις οὐκ ἐκ ταὐτομάτου γέγονεν ἀλλ’ ἐκ τῆς ἐν τῷ στρατηγῷ τάξεως, οὕτω καὶ ἡ ἐν τῷ κόσμῳ τάξις οὐκ ἐκ ταὐτομάτου ἀλλ’ ἐκ τῆς ἐν τῷ δημιουργῷ, καὶ † ὅτι ἐν τῷ ἰατρῷ κάμνοντι· αὐτός τέ ἐστιν ὁ λέγων, ὅτι ὁ δημιουργικὸς νοῦς ἑαυτὸν ὁρῶν πάντα ὁρᾷ, καὶ ὅτι ὁ νοῦς καθὸ πλήρωμά ἐστιν εἰδῶν καὶ εἶδος· καὶ ἐν τῷ Περὶ ψυχῆς “καὶ εὖ δή” φησιν “οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν”. ἀλλὰ πρὸς τοὺς κακῶς, φασίν, ἐκλαμβάνοντας τὰς περὶ τῶν ἰδεῶν δόξας καὶ οἰομένους λευκότητα καθ’ αὑτὴν ὑφίστασθαι καὶ μὴ ἐν τῷ δημιουργικῷ λόγῳ ἢ ἀνθρωπότητα ἀσώματον οἱονεὶ ῥῖνας ἔχουσαν καὶ πόδας καὶ χεῖρας καὶ τὰ τοιαῦτα εἴωθεν ἀεὶ τὸν λόγον τὸν περὶ τῶν τοιούτων ἰδεῶν ἐπιρραπίζειν. ἐμοὶ δὲ πάνυ δοκεῖ ἀπίθανος ἡ τοιαύτη ἀπολογία. εἰ γὰρ λόγους δημιουργικοὺς ἐν τῷ δημιουργῷ ἐνόντας τὰ εἴδη ὑπετίθετο ὁ Πλάτων, οὐκ ἄν ποτε πρὸς τοῦτο ἐνέστη ὁ Ἀριστοτέλης πανταχοῦ ὁ αὐτὸς ταὐτὰ λέγων. κἂν ἐπεσημειοῦτο δὲ2 αὐτὸ τοῦτο, ὅτι Πλάτων μὲν τοιάσδε ἔλεγε τὰς ἰδέας, ἕτεροι δὲ κακῶς ἐκλαμβάνουσι. νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε, φαίνεται δὲ ἀεὶ ἄντικρυς τῷ δόγματι μαχόμενος, οὐ τοῖς κακῶς αὐτὸ νοοῦσιν· ἐν γὰρ τοῖς Μετὰ τὰ φυσικὰ καὶ πολλοὺς καὶ μακροὺς κατατείνει τοῦ δόγματος ἐλέγχους. ἱστορεῖται δὲ καὶ ζῶντος τοῦ Πλάτωνος καρτερώτατα περὶ τούτου τοῦ δόγματος ἐνστῆναι αὐτῷ τὸν Ἀριστοτέλην. καὶ φαίνεταί γε τῷ ὄντι ὁ Πλάτων οὐ λόγους ἁπλῶς ἐν τῷ δημιουργῷ ἐνόντας λέγων εἶναι τὰ εἴδη, ἀλλ’ αὐτοῖς καθ’ αὑτὰ ὑπόστασιν διδοὺς καὶ εἶναί τι αὐτόισον καὶ αὐτοζῷον καὶ τὰ τοιαῦτα, πρὸς ἃ καὶ τὸν δημιουργὸν † εἰς παράδειγμα ἐξ ἐκείνων δημιουργῆσαι τὰ τῇδε.3

“形式可以休矣;因为它们不过是空洞的弦音,即使存在,也与论证毫无关系;因为证明是关于此类事物的。” 所谓“空洞的弦音”,是指齐特拉琴演奏者为了检验琴弦的共鸣而作出的无音节的前奏试弹,这仿佛是他在说:“关于相的言论纯属空洞的言辞,毫无思想内容。”因为,白本身或者人性或者相等,怎么可能自存呢?因为所有这些以及诸如此类的形式既然是质料性的,就不可能以别的方式存立,而只能在某个主词中,我指的是在物体中或者干脆在质料中。既然如此,他们怎么能让那些在本性上不能自存的事物自存呢?而且他说,即使它们存在,对我们眼下的论证也毫无阻碍。因为证明所关涉的正是这类形式,即离开质料就无法存立的形式;因为几何学、算术以及所有其余的科学,都是关涉此类存在于质料中的形式的。因此,我们若断言这些形式不可能自存,而必定完全在主词中具有其存在,我们是不会犯错的。为之辩护的人甚至声称,亚里士多德自己也在各处明确大声宣告:事物的相就是造物者的理路。因为正是他在《形而上学》中说:正如军阵中的秩序不是自发生成的,而是源于将军心中的秩序,宇宙中的秩序同样也不是自发的,而是源于造物者之中的秩序,并且犹如在治病的医者之中一样;正是他说:造物的理智在注视自身时便注视万物,理智就其作为形式的完满充实而言也就是形式;而在《论灵魂》中他说:“那些把灵魂称为形式之所的人说得很对。”然而他们声称,亚里士多德总是习惯于抨击关于此类相的言论,只是针对那些错误领会关于相的观点的人,这些人以为白是自存的而非存在于造物者的理路中,或者以为非肉体的人性仿佛长着鼻子、双脚、双手等等。但在我看来,这样的辩解显得极其不可信。因为,如果柏拉图曾假定形式是内在存在于造物者之中的造物性理路,那么在各处都一贯说同样的话的亚里士多德就绝不会反对这一点。而且他本来会指出这一点:柏拉图是这样谈论相的,但其他人作了错误的领会。然而事实是他并没有这样做,反而表现出始终是在同该学说本身正面交锋,而不是同误解该学说的人交锋;因为在《形而上学》中,他针对这一学说提出了许多长篇的驳斥。据记载,甚至在柏拉图生前,亚里士多德就关于这一学说向他发起了极其强烈的反对。而且事实上,柏拉图显然并不只是说形式是内在存在于造物者之中的理路,而是赋予了它们自存的实在,主张存在某种相等本身、动物本身等等,造物者正是参照它们作为范型,并根据它们造出了此地的万物。

语法注3 条
  1. 1.383ὡς ὅτι

    连词 ὡς 与 ὅτι 叠用以引出间接引语(连词冗余)。在句法上它们共同充当单一引导词,引出辩护的内容。

  2. 1.383κἂν ἐπεσημειοῦτο δέ

    κἂν 是 καὶ 与 ἄν 的缩合。它与未完成过去时直陈式动词 ἐπεσημειοῦτο 构成与事实相反的条件句主句(虚拟结果),意为“[若是那样]他本就会指出这同一件事”。

  3. 1.383πρὸς ἃ καὶ τὸν δημιουργὸν † εἰς παράδειγμα ἐξ ἐκείνων δημιουργῆσαι τὰ τῇδε

    文末是宾格加不定式结构(τὸν δημιουργὸν ... δημιουργῆσαι),作为承接前文 φαίνεται 及分词(λέγων / διδούς)的表述内容。带有短剑标记(†)的文本提示传抄受损,但整体骨架清楚地表达了“造物者参照它们作为范型,并据此造出了此地的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:242.11-243.25