← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§240.12-242.10

本质述谓与属性对主词的依存

针对亚里士多德《后分析篇》83a24–30,菲洛波诺斯阐明了本质述谓与偶性述谓的区别,指出非实体属性对主词的依存性,并引出对相论的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.379

" Ἔτι τὰ μὲν οὐσίαν σημαίνοντα ὅπερ ἐκεῖνο ἢ ὅπερ ἐκεῖνό τι σημαίνει καθ’ οὗ κατηγορεῖται.1" Κατὰ κοινοῦ προσυπακούειν δεῖ τὸ ‘ὑποκείσθω’. 〈ὑποκείσθω〉 οὖν ἡμῖν, φησί, καὶ τοῦτο καὶ ὡμολογήσθω ὅτι, ὅταν τι οὐσιωδῶς κατηγορῆταί τινος, τὸ οὗ κατηγορεῖται ἢ ὅπερ τὸ κατηγορούμενόν ἐστιν ἢ ὅπερ ἐκεῖνό τι. εἴπομεν δὲ ἤδη περὶ τούτου. ἐὰν μὲν γὰρ εἴπω ὅτι ὁ Σωκράτης ἄνθρωπός ἐστιν ἢ ζῷον, εἰ μὲν πρὸς τὸν ὁριστικὸν ἀπίδω λόγον, ὅπερ τὸ κατηγορούμενόν ἐστι, τοῦτό ἐστι καὶ τὸ ὑποκείμενον· εἰ μέντοι ὡς γένος ἢ εἶδος τὸ κατηγορούμενον θεωρήσω, ὅπερ τι ζῷον ἢ ὅπερ τις ἄνθρωπος ἐστὶν ὁ Σωκράτης. ἔχει δέ τινα ἡ λέξις ἀκατάλληλα. Ἔτι τὰ μὲν οὐσίαν σημαίνοντα, φησί, δηλονότι τῶν κατηγορουμένων ὅσα οὐσίαν σημαίνει, ὅπερ ἐκεῖνο ἢ ὅπερ ἐκεῖνό τι σημαίνει καθ’ οὗ κατηγορεῖται. δόξει γὰρ λέγειν ὅτι τὸ κατηγορούμενον ὅπερ τὸ ὑποκείμενον ἐστίν· τοὐναντίον δὲ εἰπεῖν βούλεται ὅτι τὸ ὑποκείμενον ὅπερ τὸ κατηγορούμενόν ἐστίν. οὕτως οὖν καταστατέον τὴν λέξιν· ἔτι τὰ καθ’ οὗ κατηγορεῖται τὰ οὐσίαν σημαίνοντα ἢ ὅπερ ἐκεῖνο, τουτέστι τὸ κατηγορούμενον, ἢ ὅπερ ἐκεῖνό τι σημαίνει.

“此外,表示实体的项,表示其所被述谓的那个东西恰恰就是那个,或者恰恰就是某种那个。” 应当共同补出“假定”一词。因此他说,这一点也让我们〈假定〉并同意:当某物作为本质被述谓于某物时,其所被述谓的那个东西要么恰恰就是那个谓词,要么恰恰就是某种那个。关于这一点我们此前已经讲过。因为,如果我说苏格拉底是人或动物,如果我着眼于定义的说明,那么谓词恰恰所是的,也就是主词所是的;然而,如果我把谓词当作属或种来考察,那么苏格拉底就是恰恰某种动物,或者恰恰某种人。但这句行文带有一种不协调。他说:“此外,表示实体的项”——显然是指在谓词之中凡是表示实体的项——“表示其所被述谓的那个东西恰恰就是那个,或者恰恰就是某种那个。”因为这表面上似乎在说谓词恰恰是主词所是的;但他想要说的正相反,即主词恰恰是谓词所是的。因此应当这样重构这句话:“此外,表示实体的项所被述谓的那些东西,表示要么恰恰就是那个——即谓词——要么恰恰就是某种那个。”

§1.380

"Ὅσα δὲ μὴ οὐσίαν σημαίνει ἀλλὰ κατ’ ἄλλου ὑποκειμένου λέγεται, ὃ μή ἐστι μήτε ὅπερ ἐκεῖνο μήτε ὅπερ ἐκεῖνό τι, συμβεβηκότα." Καὶ τοῦτο, φησίν, ἡμῖν ὑποκείσθω, συμβεβηκότα ταῦτα καλεῖσθαι ὅσα κατ’ ἄλλου μὲν ὑποκειμένου λέγεται, τὸ δὲ ὑποκείμενον τούτοις μήτε ὅπερ τὸ κατηγορούμενον ἐστὶ μήτε ὅπερ τοῦ κατηγορουμένου τι. ὅταν γὰρ εἴπω τὸν ἄνθρωπον λευκὸν εἶναι, οὔτε ὅπερ λευκὸν ἐστὶν ὁ ἄνθρωπος οὔτε ὅπερ τι λευκόν· διὸ συμβέβηκε τῷ ἀνθρώπῳ τὸ λευκὸν μηδὲν συντελοῦν εἰς τὸ εἶναι αὐτοῦ.

“而凡是不表示实体、而是就另一个主词被言说,而那主词既非恰恰就是那个,也非恰恰就是某种那个的,就是偶性。” 他说,这一点也让我们加以假定:凡是就另一个主词被言说,而对这些项而言的主词既不是谓词恰恰所是的,也不是谓词的某种恰恰所是的,这些项就被称为偶性。因为当我说人是白的,人既非恰恰就是白,也非恰恰就是某种白;因此,白作为偶性属于人,对人的存在毫无贡献。

§1.381

"Ἀλλὰ ζῷον ἴσως· ὅπερ γὰρ ζῷον ἐστὶν ὁ ἄνθρωπος." Τουτέστιν ὁ ἄνθρωπος ὅπερ ζῷον ἐστί. τὸ δὲ ἴσως οὐκ ἀμφιβάλλων, ἀλλ’ ἐπειδὴ μὴ πρόκειται τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ ἀνθρώπῳ καταλέγειν.

“然而动物或许是;因为人恰恰就是动物。” 也就是说,人恰恰就是动物。他说“或许”并非出于怀疑,而是因为眼下的任务并不是罗列出本质上属于人的那些属性。

§1.382

"Ὅσα δὲ μὴ οὐσίαν σημαίνει, δεῖ κατά τινος ὑποκειμένου κατηγορεῖσθαι· καὶ μὴ εἶναί τι λευκόν, ὃ οὐχ ἕτερόν τι ὂν λευκόν ἐστι.2" Καὶ τοῦτο, φησίν, ὑποκείσθω, τὸ ὅσα μὴ σημαίνει οὐσίαν, ἐν ὑποκειμένῳ τινὶ ἔχειν τὸ εἶναι· τὸ γὰρ ‘καθ’ ὑποκειμένου’ ἐνταῦθα συνήθως ἀντὶ τοῦ ‘ἐν ὑποκειμένῳ’ λαμβάνει.3 οὐδὲν γὰρ τῶν συμβεβηκότων αὐτὸ καθ’ αὑτὸ ὑφέστηκεν, ἀλλὰ δεῖ πρότερον ἕτερόν τι εἶναι, οἷον ἄνθρωπον ἢ ξύλον ἢ τι τοιοῦτον, εἶτα λευκὸν εἶναι ἢ μέλαν ἢ τρίπηχυ ἢ τι τῶν ὁμοίων. εἶτα ἐπειδὴ πρὸς ταύτην τὴν ὑπόθεσιν ἀντέπιπτεν ὁ περὶ τῶν ἰδεῶν λόγος (εἶναι γάρ φασι πάντων τῶν πραγμάτων ἰδέας ἐξῃρημένας πάσης ὕλης καὶ αὐτὰς καθ’ αὑτὰς ὑφεστώσας, ἅσπερ καὶ οὕτως ὀνομάζουσιν αὐτὸ ὅπερ, οἷον αὐτοζῷον καὶ αὐτοάνθρωπος, αὐτόισον καὶ αὐτόκαλον, καὶ ὅπερ ζῷον καὶ ὅπερ ἄνθρωπος, ὅπερ ἴσον καὶ ὅπερ καλόν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. διὰ τοῦτο δὲ οὕτως αὐτὰς καλοῦσιν, ὡς εἰλικρινῶς τοῦτο οὔσας ὅπερ καὶ λέγονται· τὸ γὰρ ἐνταῦθα καλὸν ἢ ἴσον οὐχ ὅπερ τὸ καλόν ἐστιν οὐδὲ ὅπερ τὸ ἴσον, ἀλλ’ ἐπιμέμικται τῷ αἰσχρῷ καὶ τῷ ἀνίσῳ, τῇ ὕλῃ φημί· αἰσχρὸν γὰρ αὕτη ὡς ἀνείδεος· διόπερ οὐδὲν εἶδος εἰλικρινὲς τῶν τῇδε ὡς τῷ ἀνειδέῳ συμμιγές· καὶ τὰ ἴσα οὐ κυρίως ἴσα· γένοιντο γὰρ ἄν ποτε καὶ ἄνισα· ὁ δὲ τῆς ἰσότητος λόγος οὐδέποτε ἂν τὸ ἐναντίον ἐπιδέξαιτο), ταῦτα οὖν ἐπειδὴ ἀντέκειτο τῇ νῦν ὑποθέσει τῇ λεγούσῃ μηδὲν οὐσιῶδες εἶδος εἶναι χωριστὸν τῆς ὕλης, διὰ τοῦτο ἐπιρραπίζων τὴν τῶν ἰδεῶν δόξαν φησί·

“而凡是不表示实体的项,必须被述谓于某个主词;并且不可能存在某个白,它不是某种别的东西而就是白。” 他说,这也当假定:凡是不表示实体的项,其存在都在于某个主词之中;因为他在这里照例把“在主词上”当成了“在主词中”来使用。因为偶性没有一个是自存的,而是必须首先是某种别的东西,比如人或木头或诸如此类的东西,然后才是白的、黑的、三肘长的或诸如此类的某种东西。接着,由于关于相的理论与这一假定相抵触(因为他们主张一切事物都有超脱于一切质料并自存的相,他们甚至将它们这样命名为‘其本身恰恰是’,例如‘动物本身’和‘人本身’、‘相等本身’和‘美本身’,以及‘恰恰是动物者’和‘恰恰是人者’、‘恰恰是相等者’和‘恰恰是美者’,对于其余的也是同样;他们之所以这样称呼它们,是因为它们纯粹就是它们被说成的那样;因为此地的美或相等并非恰恰就是美本身或相等本身,而是与丑和不相等混合在一起,我指的是与质料;因为质料因无形式而是丑的;因此,由于与无形式之物相混合,此地的形式没有一个是纯粹的;而相等之物也不是严格意义上的相等;因为它们在某个时候也可能变为不相等;然而相等的定义却绝不容纳其对立面),既然这些主张与眼下这条声称没有任何本质形式与质料分离的假定相抵触,因此,为了抨击相的观点,他说:

语法注3 条
  1. 1.379Ἔτι τὰ μὲν οὐσίαν σημαίνοντα ὅπερ ἐκεῖνο ἢ ὅπερ ἐκεῖνό τι σημαίνει καθ’ οὗ κατηγορεῖται.

    正如菲洛波诺斯指出“ἔχει δέ τινα ἡ λέξις ἀκατάλληλα”(该行文在句法上有不协调之处)所言,从字面结构上看,“τὰ μὲν οὐσίαν σημαίνοντα”作为主语,似乎意味着谓词就是主词所是的;但从实质含义来看,亚里士多德意在表达主词恰恰是谓词所是的。注疏家因此建议在理解时调整语序构架,将“καθ’ οὗ κατηγορεῖται”理解为被修饰的主格对象。

  2. 1.382ὃ οὐχ ἕτερόν τι ὂν λευκόν ἐστι

    该关系从句以 ὃ 为主语,分词短语“οὐχ ἕτερόν τι ὂν”(并非作为某种别的东西)作伴随/条件状语,与谓词“λευκόν ἐστι”结合。整句修饰前面的“τι λευκόν”,意在否定存在脱离具体实体基底而自存的抽象“白”。

  3. 1.382τὸ γὰρ ‘καθ’ ὑποκειμένου’ ἐνταῦθα συνήθως ἀντὶ τοῦ ‘ἐν ὑποκειμένῳ’ λαμβάνει

    针对亚里士多德原文中的“κατά τινος ὑποκειμένου κατηγορεῖσθαι”,菲洛波诺斯指出了用词上的替换,即此处“καθ’ ὑποκειμένου”(关于主词/在主词上)在句法习惯上被用来代替“ἐν ὑποκειμένῳ”(在主词中)。在《范畴篇》严格的术语区分中二者截然不同,但此处用前者表达后者(附属性存在依存于基底)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:240.12-242.10