← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§238.22-240.11

实体的固有述谓与数学及自然学中的证明

斐洛庞诺以天体探求为例,论证了证明所处理的是实体的严格述谓(定义与诸范畴),解释了数学并非证明偶性之偶性而是证明图形与数的本质构成属性,并就自然学中对属于实体的偶性所作的论证为何被称为“证明”提出了两重解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.378

" Ὥστε ἢ ἐν τῷ τί ἐστιν ἢ ὅτι ποιὸν ἢ ποσὸν καὶ τὰ ἑξῆς." Εἰ γὰρ αἱ ἀποδείξεις τὰ ὑπάρχοντα τοῖς πράγμασιν ἀποδεικνύουσι, τοῦτο δ’ ἐστὶν ἢ τὸ τί ἐστι τῶν πραγμάτων, λέγω δὴ τοὺς ὁρισμούς, ἢ τὸ ποιὸν τῶν οὐσιῶν ἢ τὸ ποσὸν ἢ τινα τῶν ἄλλων κατηγοριῶν (οἷον ὅταν μὲν ζητῶμεν, εἰ τύχοι, περὶ οὐρανοῦ, πότερον ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν ἢ ἑτέρας τινός ἐστι οὐσίας, τό τί ἐστιν αὐτοῦ ζητοῦμεν· ὅταν δὲ πότερον σφαιροειδής ἐστιν ἢ ποῖον ἕτερον ἔχει σχῆμα, τὸ ποιόν· ὅταν δὲ 〈πότερον〉 ἄπειρος ἢ πεπερασμένος, τὸ ποσόν· ὅταν δὲ πότερον πάντα τὰ ὄντα ἐντὸς αὑτοῦ περιέχει ἢ οὔ, τὸ πρός τι· ὅταν δὲ πότερον δρᾷ εἰς τὰ τῇδε ἢ οὔ, καὶ δρῶν ἆρα καὶ ἀντιπάσχει ἢ οὔ, τὸ ποιεῖν καὶ τὸ πάσχειν· ὅταν δὲ πότερον ἀΐδιος ἢ οὔ, τὸ ποτέ· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως), εἰ τοίνυν περὶ ταῦτα μὲν πᾶσα ἀπόδειξις, ταῦτα δὲ τῶν οὐσιῶν κατηγορεῖται, λέγω δὴ οἵ τε ὁρισμοὶ καὶ τὰ μέρη αὐτῶν καὶ αἱ λοιπαὶ κατηγορίαι, ἐοίκασι ταῦτα εἶναι τὰ κυρίως κατηγορούμενα.1 ὅτι δὲ τοσαῦται μόνον αἱ κατηγορίαι αἱ κατὰ τῶν οὐσιῶν λεγόμεναι, ἐκ τῆς ἐπαγωγῆς λαμβάνει· ὃ γὰρ ἂν εἴπῃς τῶν ὄντων, πάντως ὑπὸ μίαν τούτων ἀνάγεται. τί οὖν; οὐκ ἀποδείκνυσιν ὁ γεωμέτρης τὰ συμβεβηκότα τοῖς σχήμασιν, οἷον ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, καὶ ὅτι τοῦ κύκλου αἱ ἀπὸ τοῦ κέντρου ἴσαι, καὶ ὁ ἀριθμητικὸς τὰ τοῖς ἀριθμοῖς συμβαίνοντα; πῶς οὖν οὐχὶ συμβεβηκότα συμβεβηκόσιν ἀποδεικνύουσι; φαμὲν οὖν ὅτι ταῦτα, εἰ καὶ κατὰ συμβεβηκὸς ὑπάρχει τοῖς σχήμασιν, ἀλλ’ ἔστι συμπληρωτικὰ τῆς οὐσίας αὐτῶν καὶ οἷον εἰδοποιοὶ διαφοραί, αἷς χωρίζονται τῶν ἄλλων. οἱ οὖν ταῦτα ἐπισκεπτόμενοι οὐ τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα τοῖς σχήμασιν ἐπισκέπτονται ἀλλ’ αὐτὴν τὴν ὕπαρξιν αὐτῶν, ὅπως ἔχει, καὶ ἐκ τίνων συνεστήκασιν. ὥσπερ γὰρ οὐχ ὡς ἄλλῳ ἄλλο τι ὑπάρχει τῷ ἀνθρώπῳ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἢ τὸ θνητὸν ἤ τι τῶν ἐν τῷ λόγῳ αὐτοῦ, ἀλλ’ ἐκ τούτων συμπληροῦται, οὕτω καὶ ὁ κύκλος ἐκ πάντων τῶν ἐνθεωρουμένων ἐν αὐτῷ θεωρεῖται. ὁμοίως καὶ τὸ τρίγωνον〈, ἐπεὶ τρίγωνον〉 οὐκ ἂν εἴη ὃ μὴ ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους, ἀλλ’ εἴ τι τούτων χωρισθείη, εὐθὺς καὶ τὸ εἶναι τρίγωνον ἀπόλλυται. καὶ ἐπὶ πάντων ὡσαύτως. πλὴν ὅτι ἐκεῖνο προφανές, ὡς οὐδεμία ἐπιστήμη ἢ συμβεβηκότα συμβεβηκόσιν ἀποδείκνυσιν, οἷον τῷ τριπήχει, εἰ τύχοι, τὸ λευκόν, ἢ συμβεβηκότι οὐσίαν, ὡς τῷ λευκῷ τὸ ξύλον. ὥστε δῆλον ὅτι παρὰ φύσιν καὶ κατὰ συμβεβηκὸς αἱ τοιαῦται κατηγορίαι. ἀπορήσειε δ’ ἄν τις πῶς φησιν ἀποδείξεις τὰς δεικνυούσας τὰ συμβεβηκότα ταῖς οὐσίαις,2 οἷον ὅτι ἡ γῆ σφαιροειδὴς ἢ ὅτι τάσδε ἔχει τὰς ποιότητας, ψυχράς, εἰ τύχοι, ἢ ξηράς. καὶ φαμὲν ὅτι οὕτω δείκνυσιν ὁ φυσικὸς ὅτι σφαιρικὴ ἡ γῆ, οὐχ ὡς καθ’ αὑτὸ οὐδὲ πρώτως ὑπάρχοντος τῇ οὐσίᾳ τῆς γῆς τοῦ τοιούτου σχήματος, ἀλλ’ ὡς ἁπλῶς τῷ σχήματι τῆς γῆς δεικνὺς ὑπάρχον τὸ σφαιροειδές. ἀμέλει κἂν ἑτέρα τις ἦν γῆ καὶ τὰ αὐτὰ περὶ αὐτὴν συνέβαινεν ἅπερ καὶ περὶ ταύτην, οὐδὲν ἧττον ἔδειξε καὶ ἐκείνῃ τὸ σφαιροειδὲς ὑπάρχον· τῷ γὰρ σχήματι τῆς γῆς καθ’ αὑτὸ τὸ σφαιροειδὲς ὑπάρχει. ἢ οὖν διὰ τοῦτό φησιν ἀποδείξεις τὰς περὶ τὰ συμβεβηκότα ταῖς οὐσίαις καταγινομένας ἐπιστήμας ἤ, ὅπερ καὶ μᾶλλον, κοινότερον ἔοικε τὸ τῆς ἀποδείξεως ἐνταῦθα εἰρηκέναι ὄνομα καὶ οὐ κατὰ τὰ πρόσθεν αὐτῷ περὶ αὐτῆς διωρισμένα, ἵνα πᾶσαν ἁπλῶς δεῖξιν ἀληθῆ καὶ ἐξ ἀληθῶν προτάσεων ἀπόδειξιν ἐνταῦθα ἀκούσωμεν, ὥσπερ καὶ τοὺς ῥήτοράς φαμεν ἀποδεικνύειν καὶ τοὺς γραμματικοὺς ἁπλῶς, ἐὰν ἀληθῶς τι ἀποδεικνύωσιν.

“因此,要么是在本质中,要么是指性质、数量,等等。” 因为,如果证明是在证明属于事物的东西,而这要么是事物的本质——我指的是定义——要么是实体的性质,要么是数量,要么是其他范畴之一(例如,当我们假定就天体进行探求时,探求它是由四元素构成的还是属于某种别的实体,我们探求的就是它的本质;而探求它是球形的还是具有某种别的形状,探求的就是性质;而探求它是无限的还是有限的,探求的就是数量;而探求它是否将一切存在者包揽于自身之内,探求的就是关系;而探求它是否作用于此地的诸事物,以及在作用时它是否也受到反作用,探求的就是主动与被动;而探求它是否永恒,探求的就是何时;对于其余范畴也是同样),那么,如果一切证明都是关于这些东西的,而这些东西是被述谓于实体的——我指的是定义及其各个部分,以及其余的各个范畴——那么这些东西似乎就是严格意义上的被述谓之项。至于被述谓于实体的范畴仅有这么多,他是通过归纳得出的;因为在存在者中无论你说出什么,它无论如何都会被归入这其中的某一个之下。那么又如何呢?几何学家难道不是在证明属于图形的偶性吗?例如,三角形的三个角等于两直角,以及从圆心出发的线都相等,而算术家也证明发生在数上的事情?那么,他们怎么会不是在证明属于偶性的偶性呢?因此我们说,这些东西即使是作为附带属性属于诸图形,然而它们也是补足其本质的成分,并且可以说是将其与其他事物区分开来的种差。因此,考察这些东西的人并不是在考察附带地属于诸图形的东西,而是在考察它们自身的存在、它处于何种状态,以及由哪些成分构成。因为,正如具有理智与科学知识的受容能力、有死的、或者在其定义之中的任何东西,并不是作为另外之物属于作为另外之物的人,而是人由此得到补足,同样,圆也是从在其之中被观察到的所有事物中得到考察的。三角形也是同样;〈因为〉不具有三个角等于两直角、或者两边之和大于第三边的东西,便不会是〈三角形〉,相反,如果这些属性中的某一个被剥离,三角形的存在也就立即丧失了。在一切事例中也是同样。除了一点是显而易见的,即没有任何一门科学会证明属于偶性的偶性,例如假定把白证明属于三肘长的事物,或者把实体证明属于偶性,正如把木头证明属于白的东西。因此很明显,此类述谓是反乎自然并且是附带的。不过有人可能会产生疑难:他怎么会把那些表明属于实体的偶性的学科称为证明呢?例如大地是球形的,或者它具有某些特定的性质(假定是冷的或干的)。对此我们说,自然学家是在这种意义上证明大地是球形的:并不是把这种形状当作自身且最初地属于大地的实体,而是表明球形单纯地属于大地的形状。固然,即使存在着某个别的地球,并且关于它也发生了与关于这个地球相同的事情,他也同样会表明球形也属于那个地球;因为球形是自身属于大地的形状的。因此,要么他是因这一缘故而把那些从事于实体的偶性的科学称为证明,要么——这更是实情——他在这里似乎是在更通常的意义上使用了“证明”这一名称,而不是按照他此前关于证明所作的规定,以至于我们在这里应当单纯地将每一次真实的且出自真实前提的展示都理解为证明,正如若演说家们和文法家们真实地证明了某事,我们也单纯地说他们是在证明一样。

语法注2 条
  1. 1.378Εἰ γὰρ αἱ ἀποδείξεις τὰ ὑπάρχοντα τοῖς πράγμασιν ἀποδεικνύουσι ... εἰ τοίνυν περὶ ταῦτα μὲν πᾶσα ἀπόδειξις ... ἐοίκασι ταῦτα εἶναι τὰ κυρίως κατηγορούμενα

    在开头的条件从句“Εἰ γὰρ αἱ ἀποδείξεις...”之后,插入了各范畴具体实例的长大括号结构(οἷον ὅταν μὲν... καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως),随后通过“εἰ τοίνυν...”恢复条件论证,引出主句“ἐοίκασι ταῦτα εἶναι τὰ κυρίως κατηγορούμενα”。

  2. 1.378ἀπορήσειε δ’ ἄν τις πῶς φησιν ἀποδείξεις τὰς δεικνυούσας τὰ συμβεβηκότα ταῖς οὐσίαις

    动词“φησιν”在此作表示称呼或判定的双宾格用法(“将……称为……”),其宾语为“τὰς δεικνυούσας [sc. ἐπιστήμας]”,述语宾格为“ἀποδείξεις”。后文中的补充表述“φησιν ἀποδείξεις τὰς περὶ τὰ συμβεβηκότα ταῖς οὐσίαις καταγινομένας ἐπιστήμας”亦证实了这一结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:238.22-240.11