- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:22.8-24.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《后分析篇》71b13–17中给出的科学知识与证明的定义,菲洛波庞举出错误确信的具体例子(丢卡利翁神话与地静说)进行阐释,区分了证明的知识与基于公理的非证明知识,并考察了证明的三段论前提必须具备的首要条件,即前提必须真实。
" Καὶ γὰρ οἱ μὴ ἐπιστάμενοι καὶ οἱ ἐπιστάμενοι, οἱ μὲν οἴονται αὐτὸ οὕτως ἔχειν." Οἷον νομίζουσί τινες διὰ τοῦτο λαοὺς κεκλῆσθαι, διὰ τὸ τὸν Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν τοῦ Διὸς ἐπιτρέψαντος διὰ τὸ γενέσθαι ἀνθρώπους λίθους ὄπισθεν βαλεῖν καὶ τοὺς βαλλομένους ἀνθρώπους γίνεσθαι,1 καὶ φασὶν ἐπίστασθαι τοῦτο οὕτως ἔχειν, διότι ταύτην αἰτίαν οἴονται τῆς ὀνομασίας τῶν λαῶν καὶ λέγουσι μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν τοῦτο. ὁμοίως καὶ οἱ οἰόμενοι τὴν γῆν ἑστάναι διὰ τὴν ὀξεῖαν τοῦ οὐρανοῦ περιδίνησιν ἐπίστασθαι νομίζουσιν, ὅτι τε τὴν αἰτίαν ταύτην οἴονται εἶναι καὶ οὐκ ἂν ἄλλως στῆναι τὴν γῆν νομίζουσιν. εἰ οὖν τοῦτό ἐστι τὸ ἐπίστασθαι, δῆλον ὅτι ἡ ἀπόδειξίς ἐστι συλλογισμὸς ἐπιστημονικός, εἴπερ ἡ ἀπόδειξις ἐπιστήμη τίς ἐστιν, ὡς ἤδη εἴπομεν, διὰ συλλογισμοῦ, εἴ γε συλλογισμός, οὗ τὸ συμπέρασμα “ἐξ ἀληθῶν προτάσεων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προτέρων καὶ αἰτίων τοῦ συμπεράσματος”, ἐπιστήμην τινὰ ἐμποιεῖ ἡμῖν καὶ τὸ ἐπίστασθαι.2 ὅτι δὲ πᾶς συλλογισμὸς ἐκ προτάσεων, τίνα [δὲ] δεῖ ὑπάρχειν ταῖς προτάσεσι τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ, αὐτὸς καταριθμεῖται.
“因为不论是没有科学知识的人还是拥有科学知识的人:前者都自以为事情是如此的。” 例如,有人认为民众之所以被称为“民”,是因为丢卡利翁在大洪水之后,经宙斯准许为了让人类诞生而向后扔石头,而扔出的石头变成了人;他们声称自己知道事情是如此的,因为他们认为这是对民的命名的原因,并且断言这不可能有其他情况。同样,那些认为大地由于天空的疾速旋转漩涡而静止的人,也自以为拥有科学知识,因为他们既认为这就是原因,又认为大地绝不可能以其他方式静止。因此,如果拥有科学知识就是如此,那么显然证明就是一种科学的三段论;倘若正如我们已经说过的那样,证明是通过三段论而获得的某种科学知识,至少只要一个其结论来自“真实的、直接的、更为人所知的、在先的以及作为结论之原因的前提”的三段论,能在我们心中产生某种科学知识和认知。而且,一切三段论都由前提构成,至于证明的三段论的前提应当具备哪些属性,亚里士多德自己作了列举。
"Εἰ μὲν οὖν καὶ ἕτερός ἐστι τοῦ ἐπίστασθαι τρόπος, ὕστερον ἐροῦμεν." Ἐπειδὴ περὶ ἐπιστήμης νῦν εἶπε τῆς δι’ ἀποδείξεως γινομένης, ἔστι δὲ καὶ ἕτερον εἶδος ἐπιστήμης, ὅπερ οὐκ ἔστιν ἀποδεικτὸν ἀλλ’ αὐτόπιστον καὶ ἄνευ συλλογισμοῦ, οἷον ἡ τῶν ἀξιωμάτων γνῶσις (αὕτη γὰρ οὐ δι’ ἀποδείξεως ἡμῖν παραγίνεται ἀλλ’ ἔστιν αὐτόπιστος, περὶ ἧς μετ’ ὀλίγα ἐρεῖ), διὰ τοῦτό φησι νῦν ὅτι περὶ μὲν τοῦ ἑτέρου τῆς ἐπιστήμης εἴδους ὕστερον ἐροῦμεν, περὶ δὲ τῆς δι’ ἀποδείξεως ἐπιστήμης νῦν λέγομεν. καλῶς ἄρα ἐλέγομεν ὅτι οὐ περὶ τῆς γενικῆς καὶ καθόλου ἐπιστήμης τὸν λόγον ποιεῖται, ἀλλὰ περὶ τῆς εἰδικώτερον λεγομένης καὶ ἰσοδυναμούσης τῇ ἀποδείξει.
“至于是否还有另一种拥有科学知识的方式,我们容后再述。” 既然他现在谈论的是通过证明而产生的科学知识,并且还存在另一种不通过证明、而是自身可信赖且无需三段论的科学知识之物种,例如对公理的认识(因为这并非通过证明来到我们心中,而是自身可信赖的,对此他稍后将会论及),因此他现在说,关于科学知识的另一种物种我们容后再述,而现在所谈的是通过证明的科学知识。所以,我们之前说他并非就属的、普遍的意义上的科学知识立论,而是就更具种的意义、与证明等价的科学知识立论,是完全正确的。
"Φαμὲν δὲ καὶ δι’ ἀποδείξεως εἰδέναι." Εἰπὼν ὅτι περὶ τοῦ ἑτέρου τρόπου ὕστερον ἐροῦμεν, ἐπήγαγε φαμὲν δὲ καὶ δι’ ἀποδείξεως εἰδέναι, ἀντὶ τοῦ ἐπίστασθαι τὸ εἰδέναι μεταλαβών.3 πάλιν οὖν τὸ εἰδέναι ἀντιμεταλαμβάνων εἰς τὸ ἐπίστασθαι ἐπιφέρει ἀπόδειξιν δὲ λέγω συλλογισμὸν ἐπιστημονικόν· ἐπιστημονικὸν δὲ λέγω καθ’ ὃν τῷ ἔχειν αὐτὸν ἐπιστάμεθα. ὥστε εἰ τὸ φαμὲν δὲ καὶ δι’ ἀποδείξεως εἰδέναι ἀντὶ τοῦ ἐπίστασθαι ἔλεγε, τὴν ἐπιστήμην ἄρα νῦν εἰς ταὐτὸν ἄγει τῇ ἀποδείξει. εἰπὼν γὰρ τί ποτέ ἐστιν ἐπιστήμη, λέγει καὶ περὶ ἀποδείξεως ὡς ἔστι συλλογισμὸς ἐπιστημονικός, ὅπερ ἴσον ἐστὶ τῷ ‘ἐπιστήμη διὰ συλλογισμοῦ γινομένη’. τί μὲν γὰρ οἰόμεθα εἶναι τὴν ἐπιστήμην, εἶπεν, ὅτι ‘ὅταν τὴν αἰτίαν δι’ ἣν τὸ πρᾶγμά ἐστι γινώσκωμεν, ὅτι ἐκείνου ἐστὶν αἰτία καὶ οὐκ ἐνδέχεται ἄλλως ἔχειν”. ὅταν οὖν τὴν τοιαύτην γνῶσιν διὰ συλλογισμοῦ λάβωμεν, τὸ τοιοῦτον ἀπόδειξιν εἶναί φαμεν. ὥστε ἐξισάζει ἡ τοιαύτη ἐπιστήμη τῇ ἀποδείξει. ἢ εἴ τις ἀκριβέστερον θεωρήσειεν, ἐπιστήμη μέν ἐστιν αὐτὸ τῆς ἀποδείξεως τὸ πέρας καὶ ἡ ἕξις ἡ ἐκ τῆς αὐτῆς ἐπιστήμης ἐγγινομένη τῇ ψυχῇ, ἀπόδειξις δὲ ἡ ὑπὸ τὴν συλλογιστικὴν ἐπιστήμην καὶ ἡ ὁδὸς ἡ οὕτω γινομένη. Τί μὲν οὖν ἐστιν ἀπόδειξις, εἴρηται. τίνα δὲ δεῖ τῷ ἀποδεικτικῷ συλλογισμῷ ὑπάρχειν, ἀπαριθμεῖται. ἀνάγκη γάρ, φησί, τὴν ἀποδεικτικὴν ἐπιστήμην ἐξ ἀληθῶν εἶναι· δυνατὸν γὰρ συλλογισμὸν γενέσθαι ἀληθῆ, οὐ μέντοι ἐξ ἀληθῶν. οἷον ὁ ἄνθρωπος λίθος, ὁ λίθος ζῷον, ὁ ἄρα ἄνθρωπος ζῷον· ἀληθὲς μὲν γὰρ τὸ συμπέρασμα, καὶ τὸ σχῆμα συλλογιστικόν, οὐκ ἐξ ἀληθῶν μέντοι προτάσεων. τὸν μέντοι ἀποδεικτικὸν συλλογισμὸν ἐξ ἀληθῶν εἶναι ἀνάγκη προτάσεων.
“我们主张,我们也通过证明而知晓。” 在表明另一种方式容后再述之后,他接着说“我们主张,我们也通过证明而知晓”,以“知晓”来代替“拥有科学知识”。于是,他再次将“知晓”转回“拥有科学知识”,进而补充道:“我把证明称为科学的三段论;我把科学的三段论称为凭着拥有它我们便拥有科学知识的三段论。”因此,如果他说“我们主张我们也通过证明而知晓”是用来代替“拥有科学知识”,那么他现在就是将科学知识与证明归结为同一事物。因为在陈述了科学知识究竟为何物之后,他也论及证明,称其为科学的三段论,这等同于“通过三段论而产生的科学知识”。因为关于我们认为科学知识是什么,他说过,“每当我们认识到事物存在所由的原因,确知这就是那事物的原因,并且事物不可能处于其他状态[我们就是拥有了科学知识]”。因此,当我们通过三段论获得这种认识时,我们便主张这样的事物就是证明。所以,这种科学知识与证明是相等的。或者,如果有人更严密地审视,科学知识正是证明的目的本身,以及由该科学知识在灵魂中形成的状态;而证明则是从属于推论科学的事物,是如此形成的途径。因此,证明是什么已经说明。至于证明的三段论必须具备什么属性,则被逐一列举。因为他说,证明的科学必须由真实的前提构成;因为一个三段论完全可能是真实的,但并非出自真实的前提。例如,“人是石头,石头是动物,因此人是动物”;因为结论是真实的,形式也是推论性的,但并非出自真实的前提。然而,证明的三段论却必须由真实的前提构成。
- 1.20διὰ τὸ τὸν Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν τοῦ Διὸς ἐπιτρέψαντος διὰ τὸ γενέσθαι ἀνθρώπους λίθους ὄπισθεν βαλεῖν καὶ τοὺς βαλλομένους ἀνθρώπους γίνεσθαι
这是一个复杂的句式结构:在冠词加不定词短语 διὰ τὸ ... βαλεῖν ... καὶ ... γίνεσθαι 内部,嵌套了独立属格结构 τοῦ Διὸς ἐπιτρέψαντος 以及另一个表示目的的介词加冠词不定词短语 διὰ τὸ γενέσθαι ἀνθρώπους。主要不定词 βαλεῖν 的逻辑主语是宾格的 τὸν Δευκαλίωνα。
- 1.20εἴ γε συλλογισμός, οὗ τὸ συμπέρασμα “ἐξ ἀληθῶν προτάσεων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προτέρων καὶ αἰτίων τοῦ συμπεράσματος”, ἐπιστήμην τινὰ ἐμποιεῖ ἡμῖν καὶ τὸ ἐπίστασθαι
在条件从句框架 εἴ γε ... ἐμποιεῖ 中,关系代词 οὗ 的结构值得注意。所引用的短语预先使用了亚里士多德在 71b20–22 的定义;συλλογισμός 是动词 ἐμποιεῖ 的主语,而在关系从句内部,介词短语 ἐξ ἀληθῶν... 作为表语,省略了诸如 γίγνεται 之类的动词。
- 1.22ἀντὶ τοῦ ἐπίστασθαι τὸ εἰδέναι μεταλαβών
动词 μεταλαμβάνω 在此表示“取某词代替某词”,支配 ἀντί 加属格(被替换的词)和宾格(用来替换的新词)。紧随其后的 πάλιν οὖν τὸ εἰδέναι ἀντιμεταλαμβάνων εἰς τὸ ἐπίστασθαι 则借助 εἰς 加宾格,表达反向的语词替换。
