- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:237.1-238.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯根据主词与谓词的主体承载关系,阐明了合乎自然的述谓(偶性述谓于实体)与反乎自然的附带述谓(实体或其他偶性述谓于偶性)的本质区别,解释了亚里士多德立法规约只有前者才是严格意义上的述谓,并指明证明正是在这种本来的述谓上进行的。
" Ὅταν μὲν γὰρ τὸ λευκὸν εἶναι φῶ ξύλον, τότε λέγω ὅτι ᾧ συμβέβηκε λευκῷ εἶναι, ξύλον ἐστίν." Τουτέστιν οὐκ αὐτὸ τὸ λευκόν φημι ὑποκείμενον εἶναι τῷ ξύλῳ (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ὅτι ἡ οὐσία ᾗ συμβέβηκε τὸ λευκόν, αὕτη ξύλον ἐστί.
“因为当我主张白的东西是一块木头时,我的意思则是指,那白为之附带的事物是一块木头。” 也就是说,我并不是说白本身作为木头的主体(因为这是不可能的),而是说,白为之附带的实体,它才是一块木头。
"Καὶ γὰρ οὔτε λευκὸν ὂν οὔθ’ ὅπερ λευκόν τι ἐγένετο ξύλον." Ἐπειδὴ τὰ ὑποκείμενα τοῖς κατὰ φύσιν κατηγορουμένοις ἢ ὅπερ τὸ κατηγορούμενον ἐστὶν ἕκαστον ἢ ὅπερ τὸ κατηγορούμενόν τι1 (οἷον ὁ ἄνθρωπος λέγεται ζῷον εἶναι, καὶ ἔστιν ὁ ἄνθρωπος ἢ ὅπερ ζῷον ἢ ὅπερ ζῷόν τι. ὅταν γὰρ ἐξισάζωσι τό τε ὑποκείμενον καὶ τὸ κατηγορούμενον, τότε ὅπερ τὸ κατηγορούμενον ἐστὶ καὶ τὸ ὑποκείμενον· οἷον ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικός, καὶ [γὰρ] ὁ ἄνθρωπος ὅπερ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀτόμων· οἷον λέγεται τὸ προσιὸν ἄνθρωπος εἶναι, καὶ ἔστιν ἢ ὅπερ ἄνθρωπος ἢ ὅπερ ἄνθρωπός τις. ὁμοίως καὶ τόδε λευκόν ἐστι, καὶ ἔστιν ἢ ὅπερ λευκὸν ἢ ὅπερ λευκόν τι), διὰ τοῦτο οὖν φησιν ὅτι, ὅταν εἴπω τόδε τι λευκὸν ξύλον εἶναι, οὔτε ὅπερ λευκὸν οὔτε ὅπερ λευκόν τί φημι ὑποκείμενον εἶναι τῷ ξύλῳ (οὐδὲ γὰρ πέφυκεν ἡ ποιότης τῇ οὐσίᾳ ὑποκεῖσθαι), ἀλλ’ ὅτι ἐκεῖνο ᾧ συμβέβηκεν εἶναι λευκῷ, τοῦτο ξύλον ἐστίν. εἰ δὲ τοῦτο, κατὰ συμβεβηκὸς ἄρα φαμὲν τὸ λευκὸν ξύλον εἶναι, καὶ ἔστι κυριώτερον παρὰ φύσιν, διότι ἡ κατὰ φύσιν ἀντέστραπται τάξις.
“因为无论由于它是白的,还是由于它正是某种白的东西,它都不是因此而成为木头的。” 既然合乎自然地被述谓的项的主体,各自要么正是所述谓的项,要么正是所述谓的某种项(例如,人被称为是动物,而人要么正是动物,要么正是某种动物;因为每当主体与被述谓的项等同时,主体也就正是所述谓的项:例如,人能接受理智与科学知识,人确实正是能接受理智与科学知识的东西;在不可分的个别事物上也是同样:例如,正在走近的东西被称为是人,而它要么正是人,要么正是某个人;同样,这个东西是白的,它要么正是白,要么正是某种白的东西),因此他说,每当我说这个白的东西是一块木头时,我并不是说,无论正是白的东西还是正是某种白的东西是木头的主体(因为性质在实体之下作为主体绝非本性使然),而是说,那白为之附带的事物,它才是一块木头。若果真如此,我们说白的东西是一块木头便是附带地说的,且更严格地说这是反乎自然的,因为合乎自然的秩序被颠倒了。
"Ὅταν δὲ τὸ ξύλον λευκὸν εἶναι φῶ, οὐχ ὅτι ἕτερόν τί ἐστι λευκόν, ἐκείνῳ δὲ συμβέβηκε ξύλῳ εἶναι." Οὐχ ὥσπερ, φησίν, ὅταν φῶμεν τὸν μουσικὸν λευκὸν εἶναι, ἄλλο τι ὑποκεῖσθαί φαμεν τῷ λευκῷ, ὅπερ συμβέβηκεν εἶναι μουσικόν, καὶ διὰ τοῦτο καὶ τὸν μουσικὸν λευκὸν εἶναι λέγομεν κατὰ συμβεβηκός, οὕτω δὴ καὶ ὅταν εἴπωμεν τὸ ξύλον λευκὸν εἶναι, ἕτερόν τί φαμεν εἶναι ὑποκείμενον τῷ λευκῷ, ᾧ συμβέβηκεν εἶναι ξύλῳ, ἀλλ’ αὐτὸ ὅπερ ξύλον ἐστὶν ἢ ὅπερ ξύλον τι, φαμὲν λευκὸν εἶναι· αὐτὴ γὰρ ἡ τοῦ ξύλου οὐσία ὑπόκειται τῷ λευκῷ.
“另一方面,当我主张木头是白的时候,并不是因为有某种别的东西是白的,而木头为之附带。” 他说,并非如同我们说有音乐素养的东西是白的时那样——我们断言有某种别的东西作为白的主体,而有音乐素养为之附带,因此我们也附带地说有音乐素养的东西是白的——当我们说木头是白的时候,我们并非同样断言有某种别的东西作为白的主体,而木头为之附带,相反,我们断言正是木头、或者正是某种木头的东西是白的;因为木头本身的实体正作为白的主体。
"Εἰ δὴ δεῖ νομοθετῆσαι, ἔστω τὸ οὕτω λέγειν κατηγορεῖν." Ἐπειδὴ μὴ ἐφρόντισαν οἱ ἀρχαῖοι τῆς διαφορᾶς τῶν οὕτω κατηγορουμένων θέσθαι ὀνόματα, διὰ τοῦτο αὐτὸς ὀνοματοθετεῖ, ὅπερ καὶ ἐν ταῖς Κατηγορίαις ἐποίησεν ἐν τοῖς περὶ τῶν πρός τι λόγοις, πηδαλιωτόν τι ὀνομάσας καὶ πτερωτὸν καὶ κεφαλωτὸν καὶ τὰ τοιαῦτα.
“因此,如果必须确立法则,那就让这样说被称为述谓吧。” 由于古人并未费心为以此种方式被述谓之项的区别确立名称,因此他自己便来确立名称,正如他在《范畴篇》关于关系的论述中所做的那样,把某物命名为‘装舵的’、‘具翼的’、‘带头的’等等。
"Ὑποκείσθω δὴ τὸ κατηγορούμενον κατηγορεῖσθαι ἀεί, οὗ κατηγορεῖται, ἁπλῶς, ἀλλὰ μὴ κατὰ συμβεβηκός· οὕτω γὰρ αἱ ἀποδείξεις ἀποδεικνύουσιν." Διελὼν τὰ κατηγορούμενα2 ποσαχῶς κατηγορεῖται καὶ εἰπὼν ‘εἰ δεῖ νομοθετῆσαι, ἔστω τὸ μὲν ἁπλῶς κατηγορεῖν, τὸ δὲ ἢ μηδ’ ὅλως κατηγορεῖν ἢ κατὰ συμβεβηκός’, πλατύτερον ἐπεξερχόμενος τὸ προκείμενον ἀναλαμβάνει τὸν λόγον καὶ τοῖς κατὰ μέρος ἐπεξέρχεται. φησὶν οὖν ὅτι ὑποκείσθω δὴ ταῦτα εἶναι τὰ κυρίως κατηγορούμενα ὅσα μὴ κατὰ συμβεβηκὸς κατηγορεῖται. τὸ δὲ ἀεὶ προσέθηκεν, οὐχ ὅτι δεῖ τὸ κατηγορούμενον ἀεὶ κατηγορεῖσθαι, ἀλλ’ ὅτι ἀεί, ὅσα μὴ κατὰ συμβεβηκὸς κατηγορεῖται, ταῦτα κυρίως ἐστὶ κατηγορούμενα. τίνα δὲ ταῦτα, ἤδη φθάσας εἶπεν, ὅσα ἢ ἐν τῷ τί ἐστι τῶν οὐσιῶν κατηγορεῖται ἢ συμβέβηκε ταῖς οὐσίαις. ὅτι δὲ τὰ κυρίως κατηγορούμενα ταῦτά ἐστι, δείκνυσιν ἐν οἷς φησιν οὕτω γὰρ αἱ ἀποδείξεις δεικνύουσιν.
“因此,让被述谓的项对它所述谓于的对象始终被设定为是单纯地、而非附带地被述谓;因为证明正是这样来进行证明的。” 在划分了被述谓的项在多少种方式上被述谓,并说了‘如果必须确立法则,就让前者被称为单纯地述谓,而让后者要么根本不算述谓要么是附带地述谓’之后,他更宽广地展开所提出的论题,重新接续这一论述,并逐项加以阐述。因此他说,凡不是附带地被述谓的项,就让它们被设定为严格意义上的被述谓之项。而他加上‘始终’,并不是指被述谓的项必须始终被述谓,而是指:始终地,凡不是附带地被述谓的项,这些才是严格意义上的被述谓之项。至于这些是哪些项,他此前已经说过,即凡在实体的本质中所述谓的项,或者附带于实体的项。而被述谓的项严格说来正是这些,他在所说的“因为证明正是这样来进行证明的”之中予以表明。
- 1.374ἢ ὅπερ τὸ κατηγορούμενον ἐστὶν ἕκαστον ἢ ὅπερ τὸ κατηγορούμενόν τι
ὅπερ 与宾格或主格名词连用是亚里士多德特有的用法,意为“正是……的东西”或“……本身的本质”。此处表明合乎自然述谓的主体与被述谓项分享同一本质(无论是等同的类、种还是其个别事例),与上文 οὔτε λευκὸν ὂν οὔθ’ ὅπερ λευκόν τι(“既非由于是白的,亦非由于正是某种白的东西”)中的偶性述谓形成对比。
- 1.377τὸ δὲ ἀεὶ προσέθηκεν, οὐχ ὅτι δεῖ τὸ κατηγορούμενον ἀεὶ κατηγορεῖσθαι, ἀλλ’ ὅτι ἀεί, ὅσα μὴ κατὰ συμβεβηκὸς κατηγορεῖται, ταῦτα κυρίως ἐστὶ κατηγορούμενα
斐洛波诺斯在此澄清了引文中副词 ἀεί 的句法修饰关系。ἀεί 并非修饰不定词 κατηγορεῖσθαι 而表示“在时间上必须始终发生述谓”,而是修饰整个命题规则,意为“毫无例外地/始终(ἀεί),凡非附带被述谓的项,都严格地是被述谓之项”。
