← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§235.8-236.26

依实体与偶性对述谓方式的四重划分

斐洛庞努斯阐释了亚里士多德如何依据实体与偶性的四种组合划分述谓方式,严格区分了合乎自然的述谓与反乎自然的述谓,并逐一梳理了亚里士多德所举例证在论证链条中的定位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.371

" Καθόλου δὲ ὧδε λέγομεν· ἔστι γὰρ εἰπεῖν ἀληθῶς τὸ λευκὸν βαδίζειν καὶ τὸ μέγα ἐκεῖνο ξύλον εἶναι." Ἐπειδὴ βούλεται δεῖξαι ὅτι οὐκ ἐπ’ ἄπειρον γίνονται αἱ κατηγορίαι, διαίρεσιν πρῶτον ποιεῖται τῶν κατηγορουμένων, ποσαχῶς κατηγοροῦνται. ὅπερ καὶ ἤδη μὲν ἐποίησε· νῦν δὲ ἐντελέστερον ἐπεξέρχεται τῇ διαιρέσει. δύο γὰρ τούτων ὄντων ἐν τοῖς οὖσιν, οὐσιῶν τε καὶ συμβεβηκότων, ἢ οὐσία οὐσίας κατηγορεῖται ἢ συμβεβηκὸς οὐσίας ἢ οὐσία συμβεβηκότος ἢ συμβεβηκὸς συμβεβηκότος. οἷον οὐσία μὲν οὐσίας, ὡς ὅταν τὸν ἄνθρωπον εἴπωμεν εἶναι ζῷον· συμβεβηκὸς δὲ οὐσίας, ὡς ὅταν τὸν ἄνθρωπον εἴπωμεν εἶναι λευκόν. καὶ ταύτας μὲν ἁπλῶς καλεῖ κατηγορίας· κατὰ φύσιν γὰρ ἥ τε κοινοτέρα οὐσία τῆς μερικωτέρας κατηγορεῖται καὶ ἔτι τὸ συμβεβηκὸς τῆς οὐσίας· ἐν ὑποκειμένῳ γὰρ τῇ οὐσίᾳ ὑφίσταται τὸ συμβεβηκός. ὅταν δὲ ἡ οὐσία συμβεβηκότος κατηγορῆται, ὡς ὅταν φαμὲν ‘τὸ λευκὸν ἐκεῖνο ξύλον ἐστίν’, ἢ συμβεβηκὸς συμβεβηκότος, ὡς ὅταν εἴπωμεν ‘τὸ φαλακρὸν ἐκεῖνο λευκόν ἐστι’, τὰ τοιαῦτα, φησίν, ἢ οὐδ’ ὅλως λεκτέον κατηγορίας ἢ τὸ ὅλον τοῦτο κατὰ συμβεβηκὸς κατηγορίας καὶ παρὰ φύσιν κατηγορίας· οὐδὲ γὰρ πέφυκεν οὔτε συμβεβηκὸς συμβεβηκότι ὑποκεῖσθαι οὔτε μὴν συμβεβηκὸς οὐσίᾳ.1 διαιροῦσι δὲ καὶ ταῦτα, καὶ τὴν μέν φασιν ἰδικώτερον κατὰ συμβεβηκὸς κατηγορίαν, τὴν συμβεβηκὸς συμβεβηκότος κατηγοροῦσαν (συμβέβηκε γὰρ τῷ φαλακρῷ καὶ λευκῷ εἶναι), τὴν δὲ παρὰ φύσιν, τὴν οὐσίαν συμβεβηκότος κατηγοροῦσαν· κυρίως γὰρ αὕτη παρὰ φύσιν τὸ πεφυκὸς ὑποκεῖσθαι κατηγοροῦσα τὸ δὲ κατηγορούμενον ὑποτιθεῖσα. ἐνδέχεται δὲ καὶ συμβεβηκὸς συμβεβηκότος κατὰ φύσιν κατηγορεῖν, ὡς ὅταν τὸ καθολικώτερον τοῦ μερικωτέρου κατηγορῶμεν, οἷον τὸ λευκὸν χρῶμά ἐστι. καὶ μήποτε οὐδὲ δεῖ ἐπὶ τούτων λέγειν συμβεβηκὸς συμβεβηκότος κατηγορεῖσθαι· οὐδὲ γὰρ συμβέβηκε τῷ λευκῷ τὸ χρώματι εἶναι, ἀλλὰ [τὸ] χρῶμά ἐστι τὸ λευκόν, ὡς τὸ καθολικώτερον τοῦ μερικωτέρου κατηγορεῖται [δέ].2 διότι οὐκ ἂν λέγοι τις συμβεβηκὸς συμβεβηκότος κατηγορεῖσθαι. διέλωμεν τοίνυν τὸ μόριον τοῦτο δίχα καὶ φήσωμεν, ὡς ὅταν συμβεβηκὸς συμβεβηκότος κατηγορῆται, ἢ παρὰ φύσιν γίνεται ἡ κατηγορία, ὡς ὅταν ἐξ ἄλλης κατηγορίας συμβεβηκὸς ἄλλου συμβεβηκότος κατηγορῆται, ἢ κατὰ φύσιν, ὡς ὅταν ἄμφω ἐκ τῆς αὐτῆς. τοσαυταχῶς οὖν τῶν κατηγοριῶν λεγομένων ζητοῦμεν νῦν περὶ τῶν κατὰ φύσιν κατηγοριῶν, αἵτινες καὶ κυρίως εἰσὶ κατηγορίαι, εἴτε ἐπ’ ἄπειρον αὗται προέρχονται εἴτε μή. δειχθήσεται δὲ ὅμως ἐκ περιουσίας ὅτι οὐδὲ τὰς παρὰ φύσιν κατηγορίας ἐνδέχεται ἐπ’ ἄπειρον προελθεῖν. Καθόλου δὲ ὧδε λέγομεν· ἔστι γὰρ εἰπεῖν ἀληθῶς τὸ λευκὸν βαδίζειν. καθόλου, ἀντὶ τοῦ ‘κοινῶς’, περὶ πάσης εἴπωμεν κατηγορίας, ποσαχῶς λέγεται. τὸ δὲ λέγειν τὸ λευκὸν βαδίζειν συμβεβηκός ἐστι συμβεβηκότος κατηγορεῖν· τούτου δὲ οὐδὲ ἐμνήσθη πρότερον. τὸ δὲ καὶ τὸ μέγα ἐκεῖνο ξύλον εἶναι οὐσίαν συμβεβηκότος· τὸ μὲν γὰρ μέγα τοῦ ποσοῦ, τὸ δὲ ξύλον τῆς οὐσίας. τὸ δὲ καὶ πάλιν τὸ ξύλον μέγα εἶναι συμβεβηκὸς οὐσίας. τὸ δὲ οὐσίαν οὐσίας κατηγορεῖν, οἷον τὸν ἄνθρωπον ζῷον εἶναι, νῦν παρῆκεν ὡς ἤδη εἰπὼν ἐν οἷς ἀρτίως ἔλεγεν “ἐπὶ μὲν οὖν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων δῆλον”. 〈δῆλον〉 οὖν ὅτι ὡς σαφὲς παρῆκεν.

“然而普遍地我们如下这样说;因为可以真实地说白的东西在行走,以及那个大的东西是一块木头。” 由于他意图表明述谓不会进行至无穷,他首先对被述谓的事物作出划分,区分它们在多少种方式上被述谓。这固然是他此前已经做过的;但现在他更完备地展开这一划分。因为在实存的事物中存在这两者,即实体与偶性,所以要么实体述谓于实体,要么偶性述谓于实体,要么实体述谓于偶性,要么偶性述谓于偶性。例如,实体述谓于实体,如同我们说人是动物那样;偶性述谓于实体,如同我们说人是白的那样。而他把这些单纯地称为述谓;因为更普遍的实体述谓于更个别的实体、进而偶性述谓于实体都是合乎自然的;因为偶性是在作为主体的实体中成立的。但是当实体述谓于偶性时,如同我们说“那个白的东西是一块木头”那样,或者当偶性述谓于偶性时,如同我们说“那个秃顶的东西是白的”那样,他说,这类情况要么根本不应当被称为述谓,要么这整体应当被称为附带的述谓和反乎自然的述谓;因为偶性在偶性之下作为主体是决非本性使然的,偶性在实体之下作为主体亦决非如此。人们也对这些进行划分,并说更特有意义上的附带述谓是把偶性述谓于偶性的述谓(因为对秃顶的东西而言也是白的这件事是附带的),而反乎自然的述谓则是把实体述谓于偶性的述谓;因为这种述谓才严格地是反乎自然的,它把天生适于作主体的项用作述谓,而把所述谓的项设为主体。然而,合乎自然地把偶性述谓于偶性也是可能的,如同当我们把更普遍的项述谓于更个别的项时,例如“白是一种颜色”。或许在这些情况下甚至不应当说偶性被述谓于偶性;因为对于白而言作为颜色并不是附带的,而是白本身就是一种颜色,因为更普遍的项述谓于更个别的项。因此谁也不会说偶性被述谓于偶性。因此,让我们将这一部分分为两半并说:每当偶性述谓于偶性时,要么述谓是反乎自然发生的,如同来自另一范畴的偶性述谓于另一个偶性那样,要么是合乎自然发生的,如同两者都来自同一范畴那样。既然述谓在如此多的方式上被言说,我们现在便探究合乎自然的述谓——这些也严格地是述谓——它们是否进行至无穷。然而作为余论,还将表明反乎自然的述谓同样不可能进行至无穷。 在“然而普遍地我们如下这样说;因为可以真实地说白的东西在行走”中,“普遍地”代替了“共通地”,意指让我们就一切述谓而言说明它在多少种方式上被言说。说“白的东西在行走”是把偶性述谓于偶性;关于这一点他此前甚至未曾提及。而“那个大的东西是一块木头”是把实体[述谓于]偶性;因为大属于量,而木头属于实体。反过来,“木头是大的”则是偶性述谓于实体。而至于把实体述谓于实体,例如人是动物,他现在省略了,因为在他刚刚所说的“首先,对于在本质中所述谓的项而言,这是明白的”之中已经谈过了。因此很显然,他是因为其浅显而予以省略的。

§1.372

"Ἕτερον δή ἐστι τὸ οὕτως εἰπεῖν καὶ τὸ ἐκείνως.3" Οὕτω μέν, ὡς ὅταν εἴπωμεν τὸ ξύλον μέγα εἶναι, ἐκείνως δέ, ὡς ὅταν εἴπωμεν τὸ μέγα ἐκεῖνο ξύλον εἶναι καὶ τὰ λοιπά· τὸ μὲν γάρ ἐστι κατὰ φύσιν, τὸ δὲ παρὰ φύσιν.

“这样说与那样说确实是不同的。” “这样”,如同我们说木头是大的那样;“那样”,如同我们说那个大的东西是一块木头等等那样;因为前者是合乎自然的,而后者是反乎自然的。

语法注3 条
  1. 1.371οὐδὲ γὰρ πέφυκεν οὔτε συμβεβηκὸς συμβεβηκότι ὑποκεῖσθαι οὔτε μὴν συμβεβηκὸς οὐσίᾳ

    在 οὔτε μὴν συμβεβηκὸς οὐσίᾳ 一节中,从前文 οὔτε συμβεβηκὸς συμβεβηκότι ὑποκεῖσθαι 承前省略了不定词 ὑποκεῖσθαι,以 συμβεβηκός 为主语,οὐσίᾳ 为与格补足语。其含义是偶性作为实体的底层主体是反乎自然的,用以说明将实体述谓于偶性的倒置陈述(如“白的东西是木头”)的不自然性。

  2. 1.371ἀλλὰ [τὸ] χρῶμά ἐστι τὸ λευκόν, ὡς τὸ καθολικώτερον τοῦ μερικωτέρου κατηγορεῖται [δέ]

    在小句 ἀλλὰ [τὸ] χρῶμά ἐστι τὸ λευκόν 中,表语 χρῶμα 倒装前置,主语 τὸ λευκόν 置于其后。随后的 ὡς 从句表示理由或依据(“因为更普遍的项述谓于更个别的项”),在句法上表明偶性间的属与种述谓构成的是本质性的包含关系而非偶性相因。

  3. 1.372Ἕτερον δή ἐστι τὸ οὕτως εἰπεῖν καὶ τὸ ἐκείνως

    对于亚里士多德引文中的指示副词 οὕτως(“这样”)与 ἐκείνως(“那样”),斐洛庞努斯在随后的注解中将 οὕτως 严格对应于合乎自然的正规述谓(“木头是大的”),将 ἐκείνως 对应于反乎自然的倒置述谓(“那个大的东西是木头”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:235.8-236.26