← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§233.16-235.7

基于本质述谓有限性与定义的逻辑论证

菲洛波庞注疏了亚里士多德否定述谓向上无限倒退的论证,重点阐释了基于本质(“是什么”)中的述谓与定义可能性的“逻辑”论证,并对比了亚历山大与阿摩尼奥斯关于“逻辑”一词含义的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.370

" Ὅτι δὲ καὶ ἐπ’ ἐκείνων, λογικῶς μὲν θεωροῦσιν ὧδε φανερόν. ἐπὶ μὲν οὖν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων δῆλον· εἰ γὰρ ἔστιν ὁρίσασθαι ἢ εἰ γνωστὸν τὸ τί ἦν εἶναι, τὰ δ’ ἄπειρα μὴ ἔστι διελθεῖν, ἀνάγκη πεπεράνθαι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα. " Δείξας ὅτι τῶν ἄκρων πεπερασμένων ὄντων ἀνάγκη καὶ τὰ μέσα πεπεράνθαι, καὶ ὅτι καθόλου τῶν καταφάσεων πεπερασμένων οὐσῶν ἀνάγκη καὶ τὰς ἀποφάσεις πεπερασμένας εἶναι, μέτεισιν ἐπὶ τὰς λοιπὰς τῶν ὑποθέσεων, λέγω δὴ ὅτι οὔτε ἐπὶ τὸ ἄνω ἐπ’ ἄπειρον ἡ πρόοδος οὔτε ἐπὶ τὸ κάτω. καὶ μάλιστά γε δείκνυσιν ὅτι οὐχ οἷόν τε ἐπ’ ἄπειρον ἐπὶ τὸ ἄνω ἰέναι· τοῦτο γὰρ μάλιστά ἐστι καὶ τὸ δειχθῆναι δεόμενον. τὸ γὰρ μὴ ἐπὶ τὸ κάτω ἐπ’ ἄπειρον ἰέναι τὰς κατηγορίας σχεδὸν προφανὲς ἅπασι· τίς γὰρ οὐκ οἶδεν ὅτι ἔσχατα μὲν ἐν ταῖς κατηγορίαις τὰ ἄτομα, ταῦτα δὲ κατ’ οὐδενὸς κατηγορεῖται; εἰ μέντοι ἐπ’ ἄπειρον ἐνδέχεται ἐπὶ τὸ ἄνω ἀνελθεῖν ἢ οὔ, καὶ μέχρι πόσου, οὐ ῥᾴδιον συνιδεῖν. τοῦτο οὖν δείκνυσι διὰ πλειόνων ἐπιχειρημάτων, καὶ πρῶτον μὲν λογικώτερον, ἔπειτα δὲ καὶ πραγματειωδέστερον. λογικώτερα δέ φησιν ἐπιχειρήματα ὁ Ἀλέξανδρος τὰ ἀπὸ τῶν ὁρισμῶν, οἷς πρώτως κέχρηται· λαμβάνει γὰρ ὅτι εἰσὶν ὁρισμοὶ καὶ ἔστιν ὁρίσασθαι τὰ πράγματα, μὴ δείξας τοῦτο, ὅτι εἰσὶν ὁρισμοί, ὥσπερ καὶ ἐν τῷ δευτέρῳ τῶν λογικῶν ἐπιχειρημάτων λαμβάνει τοῦτο ὡμολογημένον, ὅτι ἔστιν ἀπόδειξις. ὁ μέντοι φιλόσοφος ἔλεγε μὴ διὰ τοῦτο λέγειν λογικὰ τὰ ἐπιχειρήματα·1 ἐναργὲς γὰρ ὅτι εἰσὶν ὁρισμοί, εἰ μὴ ἀκαταληψίαν εἰσαγάγωμεν. νῦν δὲ ἴσμεν πῇ διαφέρει ἵππος ἀνθρώπου καὶ πῇ κοινωνεῖ, καὶ τὰ λοιπὰ ὡσαύτως· τοῦτο δὲ ἀπὸ τοῦ εἰδέναι τὰ κατ’ οὐσίαν ἑκάστῳ κοινά τε καὶ ἴδια ὑπάρχοντα ἐξ ὧν οἱ ὁρισμοί. ἀλλ’ οὐδὲ λογικὰ πάλιν ἔφασκε λέγειν τὸν Ἀριστοτέλη τὰ πιθανὰ μὲν οὐκ ἀληθῆ δὲ ἀλλὰ τὰ ἐξ ἀληθῶν μὲν προτάσεων καὶ ἀληθῆ, οὐ μὴν τὰ ἀποδεικτικὰ ἀλλὰ κοινότερα καὶ δυνάμενα πλείοσιν ἐφαρμόσαι, δι’ ὧν οὐ τὰ καθ’ αὑτὸ μόνον κατηγορούμενα ἀλλὰ καὶ τὰ ὁπωσοῦν κατηγορούμενα δείκνυται μὴ ἐπ’ ἄπειρον προϊόντα. οἵα ἐστὶν ἡ ἀπὸ τῶν ὁρισμῶν δεῖξις, ᾗ καὶ πρώτῃ κέχρηται. ὅτι γάρ, φησί, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενά τινος οὐκ ἐνδέχεται ἐπ’ ἄπειρον κατηγορεῖσθαι, δῆλον ἐντεῦθεν. οἷον ἐν τῷ τί ἐστι τοῦ ἀνθρώπου κατηγορεῖται τὸ ζῷον τὸ λογικόν· τοῦ δὲ ζῴου πάλιν ἐν τῷ τί ἐστι κατηγορεῖται ἡ οὐσία, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. ὅτι οὖν οὐκ ἐνδέχεται οὕτως ἐπ’ ἄπειρον προϊέναι, δείκνυσιν οὕτως. εἰ γινώσκομεν τὰ πράγματα, ἕκαστον δὲ γινώσκεται διὰ τοῦ οἰκείου ὁρισμοῦ, οἱ δὲ ὁρισμοὶ ἐκ γενῶν καὶ τῶν οἰκείων τοῦ πράγματος διαφορῶν, ἀνάγκη δήπου, εἰ γινώσκομεν τοὺς ὁρισμούς, εἰδέναι ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων, πάλιν διὰ τῶν οἰκείων ἑκάστου ὁρισμῶν παραλαμβάνοντας2 τό τε γένος ἑκάστου καὶ τὴν διαφοράν. εἰ τοίνυν ἐπ’ ἄπειρον ἀνίασιν αἱ κατηγορίαι καὶ πᾶν τὸ ληφθὲν ἔχει τι ἕτερον ἑαυτοῦ καθολικώτερον καὶ γενικώτερον, γνῶναι δὲ ἕκαστον οὐκ ἐνδέχεται τὸν μὴ εἰδότα τί τε τὸ τούτου γένος ἐστὶ καὶ τίνες αἱ διαφοραί, τὰ δὲ ἄπειρα διελθεῖν ἀδύνατον, ἀδύνατον ἄρα ἢ ὁρίσασθαί τι ἢ ὅλως γνῶναι. δεῖ γὰρ εἰς τὸ γνῶναι τὸν ἄνθρωπον λαβεῖν τὸν ὁρισμὸν αὐτοῦ, τουτέστι τὸ γένος καὶ τὰς διαφοράς, καὶ τούτων ἕκαστον ἵνα γνῶμεν, τὸ αὐτὸ ποιῆσαι καὶ ἐπ’ ἐκείνων ὡσαύτως, καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ τοίνυν τὸ ἄπειρον διελθεῖν ἀδύνατον, ἀδύνατον ἄρα γνῶναι τὸν ἄνθρωπον ἢ ὁρίσασθαι. ὥστε εἰ τοῦτο ψεῦδος καὶ ὁριζόμεθα τὰ πράγματα καὶ ἀληθῶς ὁριζόμεθα, ἀδύνατον ἄρα ἐπ’ ἄπειρον ἰέναι τὰς κατηγορίας. τοῦτο οὖν τὸ ἐπιχείρημα λογικὸν ἐκάλεσε, διότι πρῶτον μὲν ἡ τῶν ὁρισμῶν λῆψις τῆς λογικῆς ἐστιν ἐφόδου, ἔπειτα, ὅτι τῷ αὐτῷ δείκνυμεν ὅτι οὐδὲ ἄλλη τῶν κατηγοριῶν ἐπ’ ἄπειρον πρόεισι. τὰ αὐτὰ γὰρ καὶ περὶ τοῦ ποιοῦ ἐροῦμεν καὶ περὶ τοῦ ποσοῦ· καὶ τούτων γὰρ ἡ γνῶσις διὰ τῶν ὁρισμῶν. διὰ τοῦτο οὐδὲ αἱ κατὰ τῆς οὐσίας τῶν συμβεβηκότων κατηγορίαι ἐπ’ ἄπειρόν εἰσιν· εἰ γὰρ ἑκάστη τῶν κατηγοριῶν πεπέρασται, καὶ τὸ ἐκ πάντων δῆλον ὅτι πεπερασμένον ἔσται.

“而对于那些项也同样[会停住],对从逻辑上考察的人而言是如下这样明显的。首先,对于在本质中所述谓的项而言,这是明白的;因为如果能够定义,或者如果‘是什么’是可知晓的,而遍历无限的事物是不可能的,那么在本质中所述谓的项必然是有限的。” 在表明了在两端项有限时中项也必然有限,以及普遍地在肯定有限时否定也必然有限之后,他转向了其余的假定,我指的是:进程无论向上还是向下都不是无限的。而且他尤其表明了向上不可能进行至无穷;因为这正是最需要被表明的。因为述谓向下不进行至无穷,对几乎所有人来说都是显而易见的;有谁不知道个别事物在述谓中处于最后、而它们不述谓于任何事物呢?然而,向上能否上升至无穷,以及上升至何种程度,却不容易一眼看清。因此,他通过若干论证来表明这一点,首先以较为逻辑的方式,其次也以更为切合事理的方式。亚历山大说,根据定义出发的论证是较为逻辑的,〔亚里士多德〕首先使用了这种论证;因为他将“存在定义且事物是可以定义的”作为前提,却没有证明存在定义,正如在逻辑论证的第二条中他也将“存在证明”作为既定事实一样。然而那位哲学家曾说,〔亚里士多德〕并非因此将这些论证称为逻辑的;因为存在定义是自明的,除非我们引入不可知论。事实上,我们知道马在何种方面与人相异、在何种方面与人共通,其余事物亦同样如此;而这是来自于知晓每个事物依其本质共同具有且特有的属性,定义正是由这些构成的。然而他又说,亚里士多德绝不是把那些虽有说服力却非真实的论证称为逻辑的,而是把那些由真实前提构成且自身为真、固然不是证明性的、却更为普遍且能够应用于更多事物的论证[称为逻辑的],通过这些论证不仅能表明自身述谓的项、也能表明以任何方式述谓的项都不会进行至无穷。基于定义的证明正是如此,这也是他最先使用的。他说,因为某物的在本质中所述谓的项不可能被述谓至无穷,从下述情况看是明白的。例如,在人的本质中所述谓的是动物与理性的;而在动物的本质中再次所述谓的是实体、有灵魂的、有感觉的。因此,他如下表明不可能以这种方式进行至无穷。如果我们知晓诸事物,而每个事物是通过其特有的定义而被知晓的,定义又由属和事物特有的种差构成,那么显然,如果我们知晓定义,就必然知晓定义中所包含的每一项,并通过各项特有的定义再次把握各自的属与种差。因此,如果述谓向上上升至无穷,并且所选取的每一项都具有另一个比自身更普遍、更具属的性质的项,而不知晓其属是什么以及种差是什么的人就不可能知晓每个项,并且遍历无限的事物是不可能的,那么定义任何事物或全盘知晓它就是不可能的。因为为了知晓人,必须把握其定义,即属与种差,而为了知晓其中的每一项,在它们身上也必须同样做这件事,并且这将进行至无穷;因此,如果遍历无限是不可能的,那么知晓人或定义人就是不可能的。从而,如果这是虚妄的,而我们确实在定义事物并且真实地定义它们,那么述谓进行至无穷就是不可能的。因此,他把这一论证称为逻辑的,首先是因为定义的获取属于逻辑的方法,其次是因为通过同一论证我们也表明了其他任何一种述谓都不会进行至无穷。因为关于质和关于量我们也将说同样的话;因为对这些项的知晓也是通过定义进行的。因此,关于实体的偶性的述谓也不是无限的;因为如果每一种述谓都是有限的,显然由全体构成的总和也将是有限的。

语法注2 条
  1. 1.370ὁ μέντοι φιλόσοφος ἔλεγε μὴ διὰ τοῦτο λέγειν λογικὰ τὰ ἐπιχειρήματα

    间接引语结构,不定式 λέγειν 的主语根据上下文为亚里士多德,而 ὁ φιλόσοφος(阿摩尼奥斯)是主句动词 ἔλεγε 的主语,意为“然而那位哲学家曾说,[亚里士多德]并非因这一理由将这些论证称为逻辑的”。

  2. 1.370παραλαμβάνοντας

    阳性宾格复数分词 παραλαμβάνοντας 与非人称短语 ἀνάγκη δήπου 所支配的不定式 εἰδέναι 的未明言逻辑主语(宾格代词“我们/人们”)在性数格上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:233.16-235.7