- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:231.16-233.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯完成了第二格中否定的证明,论证了在第三格中由于肯定朝向特称的下行而停住因而否定也必停住,并解释了即便混合使用三种格,整个前提链条也必然保持有限。
" Καὶ πάλιν εἰ τοῦτο τῷ Γ μὴ ὑπάρξει." Τοῦτο, φησί, τὸ Δ, εἰ μὴ ἀμέσως ἀποφάσκοιτο τοῦ Γ, ἀνάγκη ἄλλο τι, οἷον τὸ Ε, τῷ μὲν Δ παντὶ ὑπάρχειν τῷ δὲ Γ μηδενί· οὕτως γὰρ καὶ τὸ Δ οὐδενὶ τῷ Γ ὑπάρξει.
“并且再次,如果这不属于Γ。” 他说,如果这个Δ不是无中介地从Γ被否定,那么必然有另一个项(例如Ε)属于全体Δ,而不属于任何Γ;因为这样一来,Δ也将不属于任何Γ。
"Οὐκοῦν ἐπεὶ τὸ ὑπάρχειν ἀεὶ τῷ ἀνωτέρῳ ἵσταται." Εἶπεν ἤδη τί σημαίνει αὐτῷ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ πρῶτον καὶ τὸ ὕστατον, ὅτι ἄνω μέν φησι καὶ πρῶτον ὃ αὐτὸ μὲν ἄλλου κατηγορεῖται, τούτου δὲ μηδὲν ἄλλο, ὁμοίως κάτω καὶ ὕστατον ὃ αὐτὸ μὲν οὐδενὸς κατηγορεῖται, αὐτοῦ δὲ ἄλλο. φησὶν οὖν ὅτι, ἐπειδὴ αἱ καταφάσεις ἵστανται ἐπὶ τὸ ἄνω, τουτέστι φθάσασαι ἐπὶ τὸ καθολικώτατον ἵστανται, ἀνάγκη καὶ τὰς ἀποφάσεις στῆναι, εἴ γε ἀδύνατον ἀπόφασιν ἔμμεσον δειχθῆναι δίχα καταφάσεως.
“因此,既然始终属于更上位者是会停住的。” 对于他而言,上位与下位、第一与最后意味着什么,他已经说明过:他把自身述谓于他物、而无其他物述谓于它的项称为上位和第一;同样,把自身不述谓于任何物、而有其他物述谓于它的项称为下位和最后。因此他说,既然肯定向上停住,即到达最普遍者时便停住,那么如果间接的否定不可能脱离肯定而被表明,否定也必然停住。
"Ὁ δὲ τρίτος τρόπος ἦν· εἰ τὸ μὲν Α τῷ Β παντὶ ὑπάρχει, τὸ δὲ Γ μὴ ὑπάρχει, οὐ παντὶ ὑπάρχει τὸ Γ τῷ Α." Μετῆλθεν ἐπὶ τὸ τρίτον σχῆμα. ἐν τούτῳ δὲ καθόλου μὲν οὐδὲν δείκνυται, μερικὰ δὲ πάντα· πλὴν ἐκ περιουσίας συγχωρεῖ καὶ ἐν τούτῳ δείκνυσθαι τὸ καθόλου ἀποφατικόν, καὶ οὕτω δείκνυσιν ὅτι οὐδὲ διὰ τούτου ἐνδέχεται ἐπ’ ἄπειρον ἰέναι τὰς ἀποφάσεις. λαμβάνει δὲ τὴν ἐλάττονα καταφατικήν, τὴν ΑΒ (δεῖ γὰρ πάντως ἐν τῷ τρίτῳ τὴν ἐλάττονα εἶναι καταφατικήν), ἀποφατικὴν δὲ τὴν μείζονα, τὴν ΓΒ. εἰ οὖν τὸ Γ οὐδενὶ τῶν Β, τὸ δὲ Α παντὶ τῷ Β, τὸ Γ οὐ παντὶ τῷ Α. εἰ οὖν δέοι διὰ μέσου ἄλλου δεῖξαι ὅτι τὸ Γ οὐδενὶ τῷ Β, πάλιν διὰ τοῦ τρίτου σχήματος δεῖ πάντοτε τὴν ἀποφατικὴν μείζονα ποιεῖν καὶ τὸν μέσον ὅρον ἀεὶ μερικώτερον λαμβάνειν τοῦ ἐλάττονος, ἵνα καὶ κατηγορεῖσθαι αὐτοῦ δύνηται ὁ ἐλάττων. οἷον ἔστω μείζων μὲν ζῷον, ἐλάττων δὲ ἀναίσθητον, μέσος δὲ ἄψυχον· ἀναίσθητον οὖν παντὶ ἀψύχῳ, ζῷον δὲ οὐδενὶ ἀψύχῳ, καὶ ζῷον οὐ παντὶ ἀναισθήτῳ, ὅσον ἐπὶ ταῖς προτάσεσιν.1 εἰ οὖν δέοι δεῖξαι τὴν ἀποφατικήν, λέγω δὴ ὅτι ζῷον οὐδενὶ ἀψύχῳ, δεῖ μέσον ὅρον μερικώτερον λαβεῖν τοῦ ἐλάττονος, λέγω τοῦ ἀψύχου, οἷον λίθον· ἄψυχον παντὶ λίθῳ, ζῷον οὐδενὶ λίθῳ, καὶ ζῷον οὐδενὶ ἀψύχῳ. πάλιν εἰ δέοι τὴν ἀποφατικὴν δεῖξαι, δεῖ μερικώτερον λαβεῖν μέσον τοῦ λίθου, οἷον, εἰ τύχοι, μαγνῆτιν λίθον, καὶ οὕτως ἐφεξῆς. ἐπεὶ οὖν καὶ ἐπὶ τὸ κάτω ἵστανται αἱ καταφάσεις, δῆλον ὅτι καὶ αἱ ἀποφάσεις στήσονται. καὶ δῆλον ὅτι ἐπὶ μὲν τοῦ πρώτου καὶ δευτέρου σχήματος ἡ ὁδὸς ἐπὶ τὸ καθολικώτερον γίνεται διὰ τὸ τὸν μέσον ὅρον τοῦ ἐλάττονος ἐπὶ πλέον εἶναι, ἐνταῦθα δὲ ἐν τῷ τρίτῳ, ἐπειδὴ μερικώτερός ἐστι τοῦ ἐλάττονος ὁ μέσος, ἐπὶ τὸ κάτω πρόεισιν.
“而第三种方式是:如果Α属于全体Β,而Γ不属于,那么Γ不属于全体Α。” 他转向了第三格。在这一格中没有任何全称的结论被表明,而全都是特称的;但他出于富余,姑且承认在这一格中也能表明全称否定,并以此表明即使通过这一格,否定也不可能进行至无穷。他将小前提ΑΒ取作肯定的(因为在第三格中小前提完全必须是肯定的),而将大前提ΓΒ取作否定的。因此,如果Γ不属于任何Β,而Α属于全体Β,那么Γ不属于全体Α。因此,如果需要通过另一个中项来表明Γ不属于任何Β,那么再次通过第三格,就必须始终使否定前提成为大前提,并且始终选取比小项更为特称的中项,以便小项也能述谓于它。例如,设大项为动物,小项为无感觉者,中项为无生命者;于是,无感觉者属于全体无生命者,而动物不属于任何无生命者,就诸前提而言,动物不属于全体无感觉者。因此,如果需要表明否定前提,我指的是动物不属于任何无生命者,就必须选取一个比小项(即无生命者)更为特称的中项,例如石头:无生命者属于全体石头,动物不属于任何石头,而动物不属于任何无生命者。再次,如果需要表明否定前提,就必须选取比石头更为特称的中项,例如碰巧是磁石,依此类推。因此,既然肯定向下也是会停住的,显然否定也必将停住。并且显然,在第一格和第二格中,由于中项的外延大于小项,走向是朝着更为普遍者;而在此处第三格中,由于中项比小项更为特称,它则是朝着下方行进。
"Φανερὸν δ’ ὅτι καὶ ἐὰν μὴ μιᾷ ὁδῷ δεικνύηται ἀλλὰ πάσαις, ὁτὲ μὲν ἐκ τοῦ πρώτου σχήματος, ὁτὲ δὲ ἐκ τοῦ δευτέρου ἢ τρίτου, ὅτι καὶ οὕτω στήσεται.2" Ἐπειδὴ ὡς ἐπὶ ἑκάστου ἰδίᾳ σχήματος ἐποιήσατο τὰς ἀποδείξεις, κἂν μὴ δι’ ἑνὸς σχήματος, φησί, προΐοιεν οἱ συλλογισμοὶ ἀλλ’, εἰ τύχοι, ἡ μὲν ἀποφατικὴ πρότασις δειχθείη διὰ τοῦ πρώτου σχήματος, ἡ δὲ ἀποφατικὴ ἡ παραληφθεῖσα εἰς δεῖξιν αὐτῆς μηκέτι διὰ τοῦ πρώτου δείκνυται ἀλλὰ διὰ τοῦ δευτέρου, ὁμοίως καὶ ἡ ἀποφατικὴ πάλιν ἡ εἰς τὴν δεῖξιν αὐτῆς παραληφθεῖσα διὰ τοῦ τρίτου, καὶ οὕτως ἐφεξῆς ποικίλλεται διὰ τῶν σχημάτων ἡ τῶν ἀποφατικῶν προτάσεων δεῖξις, καὶ οὕτως ἀνάγκη εἰς τὰς ἀμέσους καταντῆσαι. εἰ γὰρ τρία μέν εἰσι τὰ πάντα σχήματα, ἐν ἑκάστῳ δὲ ἐδείχθησαν πεπερασμέναι καὶ αἱ ἀποφατικαὶ καὶ αἱ καταφατικαὶ προτάσεις, δῆλον ὅτι καὶ τὸ ἐκ πάντων συγκείμενον πεπερασμένον ἔσται.
“而显然的是,即使不是通过单一路径而是通过所有路径来表明——有时根据第一格,有时根据第二格或第三格——即便如此它也会停住。” 既然他是就每个格单独进行证明的,他说,即使三段论不是通过单独一个格进行,而是(例如可能发生的情况)否定前提是通过第一格被表明的,而为了证明它所采用的否定前提不再通过第一格、而是通过第二格被表明,同样为了证明它所采用的否定前提再次通过第三格[被表明],从而否定前提的证明就这样依次通过各个格交替变化,即便如此也必然会到达无中介的前提。因为如果全部的格共有三个,并且在每个格中无论否定前提还是肯定前提都被证明是有限的,那么由全体构成的总和显然也将是有限的。
"Τὰ δὲ πεπερασμένα πεπερασμένως ἀνάγκη πεπεράνθαι πάντα." Πεπερασμένα πεπερασμένως εἶπε, διότι, ὡς εἶπον, καὶ τὰ σχήματα πεπερασμένα ἐστὶ καὶ αἱ ἐν ἑκάστῳ προτάσεις. τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ πεπερασμένως ‘πεπερασμενάκις’ ἔχει. τοῦτο δὲ προσέθηκε, διότι ἐνεδέχετο καὶ τῶν ἐν ἑκάστῳ προτάσεων πεπερασμένων οὐσῶν τὸ ἐκ πάντων ἄπειρον εἶναι, εἰ ὁ τῶν σχημάτων ἀριθμὸς ἄπειρος ἦν· νῦν δὲ τρία εἰσὶ τὰ πάντα.
“而凡属有限的事物,必然以有限的方式被限定。” 他说“有限的事物以有限的方式”,是因为正如我所说的,不仅各个格是有限的,而且在每个格中的诸前提也是[有限的]。而某些抄本在“以有限的方式”之处作“有限次”。他之所以加上这一点,是因为如果格的数目是无限的,那么即使每个格中的前提是有限的,由全体构成的总和也有可能是无限的;但事实上总共只有三个格。
- 1.367ὅσον ἐπὶ ταῖς προτάσεσιν
宾格副词短语 ὅσον ἐπί 与与格名词短语结合,表达限定意义:“仅就前提而言”。这表明在第三格中,根据前提的形式只能合逻辑地推导出特称否定(οὐ παντί)。
- 1.368Φανερὸν δ’ ὅτι καὶ ἐὰν μὴ μιᾷ ὁδῷ δεικνύηται ἀλλὰ πάσαις, ὁτὲ μὲν ἐκ τοῦ πρώτου σχήματος, ὁτὲ δὲ ἐκ τοῦ δευτέρου ἢ τρίτου, ὅτι καὶ οὕτω στήσεται.
在由谓语形容词 φανερόν 所引导的名词性 ὅτι 从句之后,由于紧接着插入了冗长的条件从句(καὶ ἐὰν μὴ μιᾷ ὁδῷ...),为了在条件节后重新接续主句的内容,便在 καὶ οὕτω στήσεται 前使用了复述性/重述性的 ὅτι(resumptive ὅτι)。在句法上,这并非两个并列的从句,而是同一个从属从句的重新接续。
