← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§229.23-231.15

第二格中否定证明链的有限性

斐洛庞努斯通过使肯定大前提连续递增的推理过程以及具体名词(马、石头、能嘶鸣者等),阐明在第二格中否定同样不可能进行至无穷,并整理了亚里士多德行文中的倒置句法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.363

" Πάλιν εἰ τὸ μὲν Β παντὶ τῷ Α τῷ δὲ Γ μηδενί, τὸ Α τῶν Γ οὐδενὶ ὑπάρχει." Δείξας ἐπὶ τοῦ πρώτου σχήματος ὅτι οὐκ ἐνδέχεται ἐπ’ ἄπειρον ἰέναι τὰς ἀποφάσεις, δείκνυσι νῦν καὶ διὰ τοῦ δευτέρου. ἔστιν οὖν πάλιν μέσος ὅρος, τὸ Β, ἀποφασκόμενος μὲν τοῦ ἐλάττονος, τοῦ Γ, καταφασκόμενος δὲ τοῦ μείζονος, τοῦ Α, ὥστε εἶναι τὴν μείζονα πρότασιν καταφατικήν. συνάγεται οὖν ὅτι τὸ Α οὐδενὶ τῶν Γ. εἰ οὖν μὴ ἀμέσως τὸ Β τοῦ Γ ἀποφάσκοιτο ἀλλὰ δι’ ἑτέρου, οἷον τοῦ Δ, δυνατόν, φησί, διὰ μέσου τοῦ Δ ἀποφῆσαι τὸ Β τοῦ Γ διά τε τοῦ πρώτου σχήματος καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ τρίτου. πῶς μὲν οὖν διὰ τοῦ πρώτου, φθάσαντες ἐδείξαμεν. νῦν δὲ εἴπωμεν πῶς διὰ τοῦ δευτέρου. ἐὰν γὰρ τὸ Δ τῷ μὲν Β παντὶ ὑπάρχῃ τῷ δὲ Γ οὐδενί, συναχθήσεται τὸ Β μηδενὶ τῶν Γ ὑπάρχειν. καὶ πάλιν εἰ μὴ ἀμέσως τὸ Δ τοῦ Γ ἀποφάσκοιτο ἀλλὰ διὰ μέσου τοῦ Ε, πάλιν τῆς μὲν μείζονος καταφατικῆς γενομένης, τῆς ΕΔ, τῆς δὲ ἐλάττονος ἀποφατικῆς, τῆς ΕΓ, συναχθήσεται τὸ Δ οὐδενὶ τῶν Γ. καὶ ἀεὶ δεῖ ἐν τῷ δευτέρῳ σχήματι καταφατικὴν μὲν ποιεῖν τὴν μείζονα, ἀποφατικὴν δὲ τὴν ἐλάττονα. σαφηνείας δὲ ἕνεκεν καὶ ἐπὶ ὅρων γυμνάσωμεν τὸν λόγον. ἔστω γὰρ ἐξ ἀρχῆς ἀντὶ μὲν τοῦ Α τοῦ μείζονος ὅρου ἵππος, ἀντὶ δὲ τοῦ ἐλάττονος τοῦ Γ λίθος, ἀντὶ δὲ τοῦ μέσου τοῦ Β χρεμετιστικόν. τὸ οὖν χρεμετιστικὸν παντὶ μὲν ἵππῳ, λίθῳ δὲ οὐδενί· καὶ ὁ ἵππος ἄρα οὐδενὶ λίθῳ ὑπάρξει. εἰ τοίνυν μὴ ἀμέσως τοῦ λίθου ἀποφάσκοιτο τὸ χρεμετιστικὸν ἀλλὰ διὰ μέσου ἑτέρου τινός, οἷον τοῦ αἰσθητικοῦ, τὸ αἰσθητικὸν παντὶ μὲν χρεμετιστικῷ ὑπάρχει οὐδενὶ δὲ λίθῳ· οὕτω γὰρ τὸ χρεμετιστικὸν οὐδενὶ λίθῳ ὑπάρξει. πάλιν εἰ μὴ ἀμέσως τὸ αἰσθητικὸν τοῦ λίθου ἀποφάσκοιτο ἀλλὰ διὰ μέσου τοῦ ζῴου, ζῷον παντὶ μὲν αἰσθητικῷ ὑπάρξει οὐδενὶ δὲ λίθῳ, καὶ οὕτως τὸ αἰσθητικὸν οὐδενὶ λίθῳ. πάλιν εἰ μὴ ἀμέσως τοῦ λίθου τὸ ζῷον ἀποφάσκοιτο, καὶ τοῦτο ἐφεξῆς. οὕτως οὖν προϊόντων ἡμῶν καὶ τῶν καταφάσεων ἐξ ἀνάγκης ἱσταμένων πᾶσα ἀνάγκη καὶ τὰς ἀποφάσεις στῆναι. δυνατὸν μὲν οὖν καὶ τῆς ἐλάττονος καταφατικῆς λαμβανομένης τὸ αὐτὸ τοῦτο δειχθῆναι, ποτὲ μὲν τῆς ἐλάττονος ποτὲ δὲ τῆς μείζονος· ἀλλ’ εἰ δέοι κατὰ συνέχειαν αὐξῆσαι τὰς καταφάσεις, ἣν ἂν ἐξ ἀρχῆς λάβωμεν καταφατικὴν πρότασιν, ταύτην δεῖ καὶ ἐφεξῆς λαμβάνειν.1 οὕτω δὲ ληψόμεθα, εἰ τοῦ ἐξ ἀρχῆς μέσου ὅρου ἀεὶ τοὺς καθολικωτέρους μέσους ὅρους λαμβάνομεν· εἰ γὰρ ποτὲ μὲν οὕτω λάβωμεν, ποτὲ δὲ τοὺς καθολικωτέρους οὗ ἀποφάσκεται λάβωμεν, ποιοῦμεν μὲν καὶ οὕτω συλλογισμόν, οὐ μὴν δὲ κατὰ συνέχειαν αὔξομεν τὰς καταφάσεις. οἷον χρεμετιστικὸν παντὶ ἵππῳ καὶ οὐδενὶ λίθῳ, καὶ ἵππος οὐδενὶ λίθῳ· εἰς τὸ οὖν δεῖξαι, ὅτι τὸ χρεμετιστικὸν οὐδενὶ λίθῳ, δύναμαι μέν, εἰ τὸ καθολικώτερον τοῦ χρεμετιστικοῦ λάβω μέσον ὅρον, οἷον τὸ αἰσθητικόν, δεῖξαι, ὥσπερ καὶ ἐποιήσαμεν· δύναμαι δὲ καὶ τὸ καθολικώτερον τοῦ λίθου λαβεῖν, οἷον τὸ ἀναίσθητον (τοῦτο γὰρ λίθῳ μὲν παντὶ χρεμετιστικῷ δὲ οὐδενί) καὶ συναγαγεῖν χρεμετιστικὸν οὐδενὶ λίθῳ. ἀλλ’ ἐκείνως μὲν τὰς καταφάσεις ηὔξανον κατὰ συνέχειαν· χρεμετιστικὸν γὰρ ἵππῳ παντί, χρεμετιστικῷ δὲ τὸ αἰσθητικὸν καὶ τούτῳ τὸ ζῷον. οὕτως μέντοι οὐκέτι, ἀλλὰ ποτὲ μὲν πρὸς τῇ μείζονι προτάσει ἐστὶν ἡ κατάφασις, ποτὲ δὲ πρὸς τῇ ἐλάττονι.

“再次,如果Β属于全体Α,而不属于任何Γ,那么Α不属于任何Γ。” 在第一格中表明了否定不可能进行至无穷之后,他现在也通过第二格来表明这一点。因此,再次存在一个中项Β,它从小项Γ中被否定,但关于大项Α被肯定,从而使大前提成为肯定的。于是推导出的结论是:Α不属于任何Γ。因此他说,如果Β不是无中介地从Γ被否定,而是通过另一个项(例如Δ),那么通过中项Δ,无论通过第一格、通过第二格还是通过第三格,都有可能将Β从Γ否定。通过第一格如何[否定],我们此前已经表明;现在让我们说明通过第二格是如何进行的。因为如果Δ属于全体Β,而不属于任何Γ,就会得出Β不属于任何Γ的结论。再次,如果Δ不是无中介地从Γ被否定,而是通过中项Ε,随着大前提ΕΔ再次成为肯定的,而小前提ΕΓ成为否定的,就会得出Δ不属于任何Γ的结论。并且在第二格中,必须始终使大前提成为肯定的,而使小前提成为否定的。为了清楚起见,让我们也在具体名词上对这个论证进行练习。假定从一开始,用“马”代替大项Α,用“石头”代替小项Γ,用“能嘶鸣者”代替中项Β。于是,“能嘶鸣者”属于全体“马”,而不属于任何“石头”;因此“马”也将不属于任何“石头”。因此,如果“能嘶鸣者”不是无中介地从“石头”被否定,而是通过某个其他的中项(例如“有感觉者”),那么“有感觉者”属于全体“能嘶鸣者”,而不属于任何“石头”;因为这样一来,“能嘶鸣者”就将不属于任何“石头”。再次,如果“有感觉者”不是无中介地从“石头”被否定,而是通过中项“动物”,那么“动物”将属于全体“有感觉者”,而不属于任何“石头”,这样“有感觉者”将不属于任何“石头”。再次,如果“动物”不是无中介地从“石头”被否定,这也依此类推。因此,随着我们如此行进,并且肯定必然停住,否定也完全必然停住。当然,在小前提被取作肯定的情况下,有时是小前提、有时是大前提[为肯定],同样可以表明这一点;但如果要连续地增加肯定,我们在最初取作肯定的那种前提,在相继的前提中也必须如此选取。而如果我们始终选取比最初的中项更普遍的中项,我们就会如此选取;因为如果有时这样选取,有时又选取比〔中项〕从之被否定之项更普遍的项,我们虽然以这种方式也能构成三段论,却不能连续地增加肯定。例如,“能嘶鸣者”属于全体“马”且不属于任何“石头”,而“马”不属于任何“石头”;因此,为了表明“能嘶鸣者”不属于任何“石头”,如果我选取比“能嘶鸣者”更普遍的项作为中项(例如“有感觉者”),我能够像我们刚才所做的那样予以表明;但我也可以选取比“石头”更普遍的项(例如“无感觉者”,因为这属于全体“石头”,而不属于任何“能嘶鸣者”),并推导出“能嘶鸣者”不属于任何“石头”。但在前一种方式中,我是连续地增加肯定的;因为“能嘶鸣者”属于全体“马”,“有感觉者”属于“能嘶鸣者”,而“动物”属于此项。然而以这种[后一种]方式则不再如此,肯定有时在大前提中,有时在小前提中。

§1.364

"Οὕτω δ’ ἂν δεικνύοι, οἷον ὅτι τὸ Δ τῷ μὲν Β παντὶ ὑπάρχει τῷ δὲ Γ οὐδενί, εἰ ἀνάγκη ὑπάρχειν τι τῷ Β." Τουτέστι δυνατὸν τὴν ἀποφατικὴν πρότασιν διὰ τοῦ μέσου σχήματος δεῖξαι, εἰ οὕτως ἔχοι ὁ μέσος ὥστε ἄλλο τι αὐτοῦ κατηγορεῖσθαι, τουτέστιν εἰ μὴ εἴη καθολικώτατος ἀλλὰ κατηγοροῖτο αὐτοῦ τὸ Δ· τοῦτο γὰρ δῆλον ὅτι ἀνάγκη τοῦ Γ ἀποφάσκεσθαι, καὶ οὕτω διὰ μέσου τὸ Β τοῦ Γ ἀποφαθήσεται. ἔστι δὲ ἡ σύνταξις τοῦ λόγου καθ’ ὑπερβατόν· τὸ γὰρ ἑξῆς οὕτως· 〈οὕτω〉 δ’ ἂν δεικνύοι, εἰ ἀνάγκη ὑπάρχειν τι τῷ Β, οἷον ὅτι τὸ Δ τῷ μὲν Β παντὶ ὑπάρχει τῷ δὲ Γ οὐδενί.2

“而他会这样来表明,例如Δ属于全体Β而不属于任何Γ,如果有必要使某物属于Β。” 这就是说,如果中项处于这样一种状态,以致有另一物述谓于它——即是说,如果它不是最普遍的项,而是Δ述谓于它——那么就有可能通过第二格来表明否定前提;因为显然这个[Δ]必然从Γ被否定,这样Β就将通过中项从Γ被否定。而这句话的句法是通过倒置构成的;因为它的顺接语序如下:“而他会这样来表明——如果有必要使某物属于Β——例如Δ属于全体Β而不属于任何Γ。”

语法注2 条
  1. 1.363ἣν ἂν ἐξ ἀρχῆς λάβωμεν καταφατικὴν πρότασιν, ταύτην δεῖ καὶ ἐφεξῆς λαμβάνειν

    关系从句先于指示代名词(ταύτην),且名词(πρότασιν)被吸引合并入由关系代词 ἣν 引导的从句中。意为“无论我们最初采纳的是哪一种肯定前提,在后续推论中也必须采纳同种[形式的]前提”,此处指的是肯定前提在三段论中的位置结构(即大前提为肯定),而非某一条具体的原命题本身。

  2. 1.364ἔστι δὲ ἡ σύνταξις τοῦ λόγου καθ’ ὑπερβατόν· τὸ γὰρ ἑξῆς οὕτως· 〈οὕτω〉 δ’ ἂν δεικνύοι, εἰ ἀνάγκη ὑπάρχειν τι τῷ Β, οἷον ὅτι τὸ Δ τῷ μὲν Β παντὶ ὑπάρχει τῷ δὲ Γ οὐδενί.

    指明亚里士多德原文(82b17)中的语序倒置(hyperbaton)。原文中举例从句 οἷον ὅτι... 插入在条件从句 εἰ ἀνάγκη... 之前,但从句法连接上看,条件从句首先修饰主动词 δεικνύοι,其后再接具体示例(οἷον ὅτι...),注解者在此给出了正常的顺读语序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:229.23-231.15