- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:227.28-229.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在第一格中基于肯定命题停住的假定论证否定命题不可能无限后退的段落(82a38–82b11),斐洛庞努斯阐明了肯定前提的停住必然导致否定前提也在最普遍的项处停住并达到无中介否定的逻辑结构。
" Ἔστω γὰρ μὴ ἐνδεχόμενον μήτε ἐπὶ τὸ ἄνω ἀπὸ τοῦ ὑστάτου εἰς ἄπειρον ἰέναι." Εἰλήφθω, φησίν, ἡμῖν ἐν ὑποθέσει ἀδύνατον ἰέναι καταφατικῶς ἀπὸ τοῦ ἐσχάτου ἐπὶ τὸ πρῶτον ἐπ’ ἄπειρον διὰ τῶν μεταξὺ ἀπό τε τοῦ πρώτου ἐπὶ τὸ ἔσχατον, ἵνα τὸ δεδειγμένον ὡς ἐν ὑποθέσει λάβῃ.1 οὐ 〈γὰρ〉 τοῦτό φησιν ἔστω δεδειγμένον, ἀλλ’ ὅτι ὑποκείσθω ἡμῖν ὡς δεδειγμένον τὸ μήπω δεδειγμένον, λέγω δὴ τὸ μήτε ἀπὸ τοῦ κάτω ἀρξάμενον ἐπ’ ἄπειρον ἰέναι 〈ἀλλ’〉 ἀφικνεῖσθαι εἰς ἔσχατόν τι καὶ μόνως κατηγορούμενον, ὁμοίως δὲ καὶ ἀπὸ τοῦ ἄνω ἀρξάμενον μὴ ἐπ’ ἄπειρον ἰέναι ἀλλὰ καταντᾶν εἰς ἔσχατόν τι καὶ μόνως ὑποκείμενον. ἄπειρα λοιπὸν αἱ δύο ὑποθέσεις εἶχον, οὐδέπω μέντοι ἐλήλεγκται. ἀξιοῖ οὖν νῦν ὡς ἀδύνατον ὂν συγκεχωρῆσθαι αὐτῷ, ἵνα διὰ τούτου δείξῃ ὅτι ἀδύνατον ἐπ’ ἄπειρον ἰέναι τὰς ἀποφάσεις· μετὰ τοῦτο γὰρ ἀναλαμβάνει τὸν περὶ τῶν καταφάσεων λόγον καὶ δείκνυσι διὰ πλειόνων ὅτι ἀδύνατον καθ’ ὁντιναοῦν τρόπον ἐπ’ ἄπειρον ἰέναι τὰς καταφάσεις.
“因为假定从最下项向上方进行至无穷也是不可能的。” 他说,让我们在假说中设定:通过中间项在肯定上从最末项向第一项进行至无穷,以及从第一项向最末项[进行至无穷],都是不可能的;这是为了让他把需要被证明的事情当作假说来采纳。因为他并不是说“假定这已被证明”,而是说,让我们把尚未被证明的事情假定为仿佛已被证明——我的意思是,从下方开始并不进行至无穷,而是到达某个仅仅被述谓的最末项;同样地,从上方开始并不进行至无穷,而是终止于某个仅仅作为主项的最末项。其余两个假说曾包含无穷的项,但尚未被驳倒。因此他现在要求人们向他承认这是不可能的,以便借此表明否定进行至无穷是不可能的;因为在此之后,他重新拾起关于肯定的讨论,并通过更多的论证表明肯定以任何方式进行至无穷都是不可能的。
"Τριχῶς γὰρ δείκνυται μὴ ὑπάρχον." Τουτέστιν ἐν τοῖς τρισὶ σχήμασι δείκνυται ὡς ἐνδέχεται ἄλλο ἄλλου ἀποφάσκειν, ἀλλὰ πάντως δεῖ καταντᾶν εἰς ἀμέσους ἀποφάσεις. τίνες δέ εἰσιν ἄμεσοι ἀποφάσεις, φθάσας ἐδίδαξεν.
“因为不属于是以三种方式被表明的。” 这就是说,在三个格中表明了如何可能把一物从另一物中否定掉,但无论如何都必须终止于无中介的否定。至于何谓无中介的否定,他此前已经教授过了。
"Ἢ γὰρ ᾧ μὲν τὸ Γ, τὸ Β ὑπάρχει παντί, ᾧ δὲ τὸ Β, οὐδενὶ τὸ Α." Πρῶτον ἐν τῷ πρώτῳ σχήματι δείκνυσιν ὅτι ἐπ’ ἄπειρον ἀδύνατον ἰέναι τὰς ἀποφάσεις. ἔστω γὰρ τὸ μὲν Α μηδενὶ τῶν Β ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχειν· δῆλον ὅτι τὸ Α οὐδενὶ τῶν Γ ὑπάρξει. καὶ δῆλον ὅτι, εἰ μὴ ἀμέσως τὸ Α τοῦ Β ἀποφάσκοιτο ἀλλὰ δι’ ἑτέρου τινός, οἷον τοῦ Δ, ἀνάγκη τὸ Δ παντὶ τῷ Β ὑπάρχειν· οὕτω γὰρ δειχθήσεται τὸ Α διὰ μέσου τοῦ Δ μὴ ὑπάρχον τῷ Β· τὸ γὰρ Α οὐδενὶ τῶν Δ, τὸ δὲ Δ παντὶ τῷ Β, καὶ τὸ Α οὐδενὶ τῶν Β. πάλιν εἰ μὴ ἀμέσως ἀποφάσκηται τοῦ Δ τὸ Α ἀλλ’ ἑτέρου πρότερον, οἷον τοῦ Ε, δεήσει πάλιν τὸ Ε παντὶ τῷ Δ ὑπάρχειν, καὶ οὕτως ἐφεξῆς. εἰ οὖν μηδενὸς ἐνδέχεται ἀμέσως ἀποφῆσαι τὸ Α ἀλλ’ ἀεὶ τοῦ ληφθέντος ἑτέρῳ προτέρῳ οὐχ ὑπάρχει, ἀνάγκη πᾶσα τῶν ἀποφάσεων ἐπ’ ἄπειρον προϊουσῶν καὶ τὰς καταφάσεις ἐπ’ ἄπειρον προϊέναι. τοῦτο δὲ ὑπόκειται ἀδύνατον. ὥστε οὐδὲ τὰς ἀποφάσεις οἷόν τε ἐπ’ ἄπειρον προϊέναι· οὐ γὰρ ἂν προτέρως 〈ἀεὶ ἑτέρου〉 ἀποφάσκοιτο ὁ μείζων, εἴπερ τοῦ ἐλάττονος οὗτος πάντως καταφατικῶς κατηγορηθήσεται,2 ὥσπερ διὰ μέσου τούτου ἀποφάσκεται τοῦ ἐλάττονος ὁ μείζων.
“因为要么是凡是Γ所属于的,Β属于其全部,而凡是Β所属于的,Α不属于其任何一个。” 首先,他在第一格中表明否定进行至无穷是不可能的。因为假定Α不属于任何Β,而Β属于全体Γ;显然Α将不属于任何Γ。同样显然的是,如果Α不是无中介地从Β被否定,而是通过某个其他的项(例如Δ),那么Δ必然属于全体Β;因为这样一来,通过中项Δ,Α将被表明不属于Β;因为Α不属于任何Δ,而Δ属于全体Β,且Α不属于任何Β。再次,如果Α不是无中介地从Δ被否定,而是更先从另一个项(例如Ε)被否定,那么Ε又必须属于全体Δ,依此类推。因此,如果不可能将Α从任何项无中介地否定,而是相对于所取的项它始终不属于另一个更先的项,那么随着否定进行至无穷,肯定也完全必然进行至无穷。但这是已被假定为不可能的。因此,否定也不可能进行至无穷;因为,正如大项通过中项从低项被否定一样,如果确实该中项在任何情况下都将被肯定地述谓于低项,那么大项就不会更先地[始终从另一项]被否定。
"Τοῦ μὲν τοίνυν ΒΓ καὶ ἀεὶ τοῦ ἑτέρου διαστήματος ἀνάγκη βαδίζειν εἰς ἄμεσα.3" Τουτέστιν ἀνάγκη τὴν ἐλάττονα πρότασιν καταφατικὴν οὖσαν μὴ ἐπ’ ἄπειρον προϊέναι διὰ τὸ ὑποκεῖσθαι ἡμῖν μὴ ἐπ’ ἄπειρον προϊέναι τὰς καταφάσεις, βαδίζειν δὲ εἰς ἄμεσα, τουτέστι προϊούσας τὰς καταφάσεις φθάνειν ποτὲ εἰς ἄμεσον πρότασιν, ὥστε μὴ ἐνδέχεσθαι τῶν ὅρων ἐκείνων ἕτερον εὑρεθῆναι καθολικώτερον.
“因此,ΒΓ这个间隔,以及始终作为两者中另一方的间隔,必然走向无中介的项。” 这就是说,由于我们已假定肯定不进行至无穷,作为肯定命题的小前提必然不进行至无穷,而是走向无中介的项,也就是说,肯定命题在行进中最终会到达某个无中介的前提,以致不可能找到比那些项更为普遍的另一项。
"Ὥστ’ ἐπεὶ ἡ ἐπὶ τὸ κάτω ἵσταται ὁδός, καὶ ἡ ἐπὶ τὸ ἄνω στήσεται, καὶ ἔσται τι πρῶτον ᾧ οὐχ ὑπάρχει ἕτερόν τι." Τὴν ἐπὶ τὸ κάτω ὁδὸν λέγει τὴν ἐπὶ τὸν ἐλάττονα ὅρον, τουτέστι τὰς καταφατικὰς προτάσεις. ἐπεὶ γὰρ μὴ ἐνδέχεται, φησίν, ἐπ’ ἄπειρον τοιούτους μέσους λαμβάνειν ὡς κατηγορεῖσθαι αὐτοὺς τοῦ ἐλάττονος, ἀλλ’ ἵστανται τοῦ καθολικωτάτου ληφθέντος, οὗ οὐκ ἐνδέχεται ἕτερόν τινα καταφάσκεσθαι, δῆλον ὅτι στήσεται καὶ ἡ ἐπὶ τὸ ἄνω ὁδός, τουτέστιν αἱ ἀποφάσεις. ἄμεσος γὰρ ἀπόφασις αὕτη ἦν, ὅταν καθολικωτάτου γένους ἀποφάσκηται ὁ μείζων ὅρος· τοιοῦτον δὲ ἀνάγκη εἶναι τὸν μέσον. ἱσταμένης λοιπὸν τῆς καταφάσεως σταθήσεται καὶ ἡ ἀπόφασις.
“因此,既然向下的道路停住,向上的道路也必将停住,并且将会有某种最初的项,另一项并不属于它。” 他所谓的“向下的道路”,是指通往小项的道路,亦即肯定前提。他说,因为不可能无穷地采取如此这般被述谓于小项的中项,而是在采纳了其上不可能再有任何他项被肯定述谓的最普遍项时停住,所以显然向上的道路(亦即否定)也将停住。因为当大项从最普遍的类中被否定时,这就是无中介的否定;而中项必然是这样的项。因此,随着肯定停住,否定也将被停住。
- 1.358ἵνα τὸ δεδειγμένον ὡς ἐν ὑποθέσει λάβῃ
上下文中的 τὸ δεδειγμένον 指的是“将要被证明的事项”,亚里士多德将其预先当作假说采纳,紧接着斐洛庞努斯用 τὸ μήπω δεδειγμένον(尚未被证明的事项)对此进行了对比性阐释。在 ἵνα 引导的目的从句中,ὡς ἐν ὑποθέσει 修饰 λάβῃ。
- 1.360οὐ γὰρ ἂν προτέρως 〈ἀεὶ ἑτέρου〉 ἀποφάσκοιτο ὁ μείζων, εἴπερ τοῦ ἐλάττονος οὗτος πάντως καταφατικῶς κατηγορηθήσεται
此句为混合条件结构,主句用 ἄν 搭配希求法(οὐ γὰρ ἂν... ἀποφάσκοιτο),条件从句用直说法将来时(εἴπερ... κατηγορηθήσεται)。主句主语为 ὁ μείζων(大项),而从句中的 οὗτος 则指代新引入的中项(如前文中的 Δ 或 Ε),表明大项之所以能从更先的项中被否定,前提是该中项必须被肯定地述谓于小项(τοῦ ἐλάττονος)。
- 1.361Τοῦ μὲν τοίνυν ΒΓ καὶ ἀεὶ τοῦ ἑτέρου διαστήματος ἀνάγκη βαδίζειν εἰς ἄμεσα
διάστημα 在逻辑学中指两项之间的“间隔”,即前提命题(在此指小前提 ΒΓ)。属格短语 τοῦ... διαστήματος 既可视为不定词 βαδίζειν 的逻辑主语,亦可视为表示限定/关涉的属格(“关于……间隔”)。斐洛庞努斯在注文中明确将其解释为肯定的小前提(τὴν ἐλάττονα πρότασιν καταφατικὴν οὖσαν)。
