← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§226.9-227.27

无中介中间项的存在与否定证明的有限性

菲洛波庞注解了亚里士多德《后分析篇》82a30–36,阐明即使某些中间项是相接无中介的,两端之间存在无穷项的荒谬性依然无法避免,并引出若肯定证明停住则否定证明也必然停住的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.355

" Οὐδὲ γὰρ εἴ τις λέγοι ὅτι τὰ μέν ἐστι τῶν Α Β Γ ἐχόμενα ἀλλήλων ὥστε μὴ εἶναι μεταξύ, τὰ δ’ οὐκ ἔστι λαβεῖν, οὐδὲν διαφέρει." Ἐπειδὴ τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι οὐκ ἐπ’ ἄπειρον προΐασιν αἱ ἀποδείξεις ἀλλὰ καταντῶσιν εἰς τὰς ἀμέσους προτάσεις, αἵτινες οὐ δέονται ἀποδείξεως, οὐδὲ δυνατὸν ἐκείνας δι’ ἀποδείξεως δεῖξαι, ἀλλ’ εἰσὶν αὐτόπιστοι, καὶ διὰ τοῦτο προέθετο δεῖξαι ὅτι οὐκ ἐπ’ ἄπειρον προΐασιν αἱ κατηγορίαι, πρόκειται νῦν ἡ ὑπόθεσις ἡ λέγουσα τὰ ἄκρα μὲν ὡρίσθαι τὰ μεταξὺ δὲ ἄπειρα εἶναι. καὶ 〈ἐπεὶ〉 εἶπεν ὅτι οὐδέποτε ἔλθοιμεν ἀπὸ τοῦ ἑτέρου ἄκρου εἰς τὸ ἕτερον, ἀεὶ γὰρ δι’ ἐμμέσων ἀνάγκη ὁδεύειν, ἵνα μή τις εἴποι ὅτι κακῶς ὑποτίθεται τὰς μεταξὺ κατηγορίας ἐμμέσους (εἰσὶ γάρ τινες καὶ ἄμεσοι), διὰ τοῦτό φησιν ὅτι, ἐὰν μὴ πᾶσαι ἔμμεσοι εἶεν ἀλλὰ τινὲς μὲν ἄμεσοι τινὲς δὲ ἔμμεσοι, οὐδὲν ἧττον τὸ αὐτὸ συμβήσεται. ἐξ οὗ γάρ εἰσιν ἔμμεσοι, ἐκεῖθεν ὁδεύοντες ἐπὶ τὸ ἕτερον τῶν ἄκρων οὐδέποτε ἥξομεν εἰς αὐτό. οἷον εἰ μεταξὺ τοῦ ΖΑ εἴη τὸ Β Δ Γ Ε, ἀρχόμενοι δὲ ἀπὸ τοῦ Α μέχρι τοῦ Γ εἰς ἀμέσους καταντῶμεν, ἀπὸ δὲ τοῦ Γ λοιπὸν ἔμμεσοί εἰσιν αἱ προτάσεις, δῆλον ὅτι ἀπὸ τοῦ Γ οὐδέποτε ἥξομεν ἐπὶ τὸ Ε· διὰ ταὐτὰ δὲ οὐδὲ ἀπὸ τοῦ Ε ἐπὶ τὸ Α οὐδέποτε ἥξομεν. ἀνάγκη ἄρα ἄπειρα εἶναι τὰ μεταξύ. δυνατὸν δὲ καὶ δι’ ἀμέσων προτάσεων γινομένης τῆς προόδου μηδέποτε ἀπὸ τοῦ ἑτέρου τῶν ἄκρων ἀρχομένοις1 φθάσαι ἐπὶ τὸ λοιπόν. τοῦ μὲν γὰρ Ζ προσεχῶς, εἰ τύχοι, κατηγορεῖται τὸ Η, ὑπόκειται δὲ προσεχῶς τῷ Α τὸ Β, καὶ οὕτως ἐφεξῆς οὐδέποτε καταντήσομεν εἰς τὰ ἀκρότατα, ὥστε προσεχῶς κατηγορεῖσθαι τὸ ὑπὸ τὸ Α τοῦ κατὰ τοῦ Ζ, διὰ τὸ ὑποθέσθαι ἡμᾶς ἄπειρα εἶναι τὰ μέσα, τὸ δὲ ἄπειρον εἶναι ἀδιεξίτητον.

“因为即使有人说Α、Β、Γ中的某些项彼此相接以致其间没有中介,而另一些项不能[作为相接者]被取定,这也毫无分别。” 既然当前的任务是表明证明并不进行至无穷,而是终止于无中介的前提,这些前提不需要证明,也不能通过证明来表明,而是自身可信的,并且因此他打算表明述谓并不进行至无穷,所以现在摆在面前的是主张两端被限定而中间项是无穷的假说。而且既然他说过我们绝不可能从一个极端到达另一个极端,因为始终必然通过有中介的项行进,为了不让人说他错误地假定中间的述谓是有中介的(因为也有一些是无中介的),正是为此他说,即使并非所有项都是有中介的,而是某些是无中介的,某些是有中介的,同样的结果也同样会发生。因为从它们是有中介的地方开始,由此向两端的另一个行进,我们绝不可能到达它。例如,如果Ζ和Α之间有Β、Δ、Γ、Ε,而从Α开始直到Γ我们到达了无中介的前提,但从Γ往后的前提是有中介的,那么显然从Γ我们绝不可能到达Ε;基于同样的原因,从Ε我们也绝不可能到达Α。因此,中间项是无穷的乃是必然的。而且,即使进程是通过无中介的前提发生,从两端之一开始的人也可能绝不会到达剩下的一端。因为假定Η紧邻地被述谓于Ζ,而Β紧邻地从属于Α,如此依次进行,我们绝不可能到达最极端的限度,以致使得Α之下的项紧邻地被述谓于关于Ζ所说的项,这是由于我们假定了中间项是无穷的,而无穷是不可遍历的。

§1.356

"Ὃ γὰρ ἂν λάβω τῶν Β, ἔσται πρὸς τὸ Α ἢ πρὸς τὸ Ζ ἢ ἄπειρα τὰ μεταξὺ ἢ οὔ." Ἀνάγκη, φησίν, ἀπείρων ὄντων τῶν μέσων, ὅπερ ἂν αὐτῶν ληφθῇ, τούτου τε καὶ τοῦ ἑτέρου τῶν ἄκρων,2 ἢ τοῦ Α ἢ τοῦ Ζ, τὰ μεταξὺ ἄπειρα εἶναι. ὥστε πάλιν ἐφ’ ὧν ἐστιν ἄπειρα * * * οὐδέποτε καταντῆσαι δυνάμεθα. εἰ γὰρ μήτε τὰ ἐπὶ τὸ Ζ ἄπειρα εἴη μήτε τὰ ἐπὶ τὸ Α, ἀνάγκη πᾶσα καὶ τὸ ὅλον πεπερασμένον εἶναι· ὑπόκειται δὲ τὰ μέσα ἄπειρα. ὥστε οὐδὲν διαφέρει, εἴτε εὐθὺς δι’ ἀμέσων εἴη ἡ πρόοδος εἴτε μὴ εὐθύς.

“因为无论我取定诸Β中的哪一个,相对于Α或相对于Ζ,中间项要么是无穷的,要么不是。” 他说,在中间项是无穷的情况下,无论取定它们之中的哪一个,这一项与两端之一(即Α或Ζ)之间的中间项必然是无穷的。因此,在那些属于无穷的情形中,我们同样绝不可能到达[终点]。因为如果朝向Ζ的项不是无穷的,朝向Α的项也不是无穷的,那么整个东西也是有限的乃是完全必然的;但中间项已被假定为无穷的。因此,无论进程是直接通过无中介的项,还是不直接通过,都毫无分别。

§1.357

"Φανερὸν δὲ καὶ ἐπὶ τῆς στερητικῆς ἀποδείξεως ὅτι στήσεται, εἴπερ ἐπὶ τῆς κατηγορικῆς." Ὅτι τῶν καταφατικῶν ἀποδείξεων μὴ ἐπ’ ἄπειρον ἰουσῶν ἀλλ’ ἱσταμένων ἀνάγκη πᾶσα καὶ τὰς ἀποφατικὰς ἀποδείξεις ἵστασθαι καὶ μὴ ἐπ’ ἄπειρον προβαίνειν, δείκνυσι διὰ τῶν προκειμένων. ἑνὶ μὲν οὖν λόγῳ τοῦτο σαφὲς ἂν γένοιτο. εἰ γὰρ πᾶν ἀποφατικὸν πρόβλημα δείκνυται καταφατικῆς προτάσεως λαμβανομένης καὶ οὐχ οἷόν τε συλλογισμὸν γενέσθαι ἄνευ καταφατικῆς προτάσεως, αἱ δὲ καταφατικαὶ προτάσεις ἵστανται, πᾶσα δήπου ἀνάγκη καὶ τὰς ἀποφατικὰς στῆναι καὶ εἶναί τινας ἀμέσους. εἰ γὰρ μὴ σταῖεν ἀλλ’ ἀεὶ ἑτέρῳ τινὶ πρώτῳ οὐχ ὑπάρχουσιν,3 ἐκεῖνο πρὸς τὸ πρότερον πάντως καταφατικῶς συμπλακήσεται· ἐπ’ ἄπειρον οὖν τῶν ἀποφάσεων προϊουσῶν συμπροελεύσονται καὶ αἱ καταφάσεις αὐταῖς. τοῦτο δὲ ἀδύνατον· στήσονται ἄρα καὶ αἱ ἀποφάσεις. αὐτὸς δὲ διεξοδικῶς ἐπὶ τῶν τριῶν σχημάτων τοῦτο δείκνυσιν. ἐπειδὴ γὰρ τὸ ἀποφατικὸν πρόβλημα ἐν τοῖς τρισὶ δείκνυται σχήμασι, καθ’ ἕκαστον διεξέρχεται τῶν σχημάτων, καὶ δείκνυσιν ὅτι κατ’ οὐδενὸς τῶν σχημάτων ἐπ’ ἄπειρον ἐνδέχεται προϊέναι τὰς ἀποφατικὰς ἀποδείξεις.

“显而易见,在否定证明的情形中,如果它在肯定证明的情形中停住,它也同样会停住。” 当肯定证明不走向无穷而是停住时,否定证明也完全必然停住而不行进至无穷,这一点他通过当前摆出的文句来表明。总括而言,这一点可以通过如下论述变得清晰。因为如果任何否定问题都是在设定了肯定前提的情况下被证明的,而且没有肯定前提就不可能产生推论,而肯定前提是会停住的,那么否定前提必定也完全必然停住,并且存在某些无中介的前提。因为如果它们不停住,而是始终不属于某个进一步的原初项,那么该项无论如何都会与前一项肯定地结合在一起;因此,随着否定进行至无穷,肯定也将随之一同进行至无穷。而这是不可能的;因此否定也将停住。并且他自己在三个格的情形中详细地展示了这一点。因为既然否定问题是在三个格中被证明的,他就依次考察每一个格,并表明在任何一个格中否定证明都不可能进行至无穷。

语法注3 条
  1. 1.355ἀρχομένοις

    此与格分词在非人称表达式 δυνατὸν [ἐστι] 之下充当不定式 φθάσαι 的逻辑主语(“对于从[两端之一]开始的人而言……到达是可能的”)。

  2. 1.356τούτου τε καὶ τοῦ ἑτέρου τῶν ἄκρων

    修饰紧随其后的 τὰ μεταξύ(中间项)的属格短语,表示“在这一项与两端之一之间的中介物”。

  3. 1.357ἀεὶ ἑτέρῳ τινὶ πρώτῳ οὐχ ὑπάρχουσιν

    动词 οὐχ ὑπάρχουσιν(不属于)的主语是前文提到的“否定前提”(αἱ ἀποφατικαὶ προτάσεις)或否定命题中的谓项,描述谓项不断地不属于另一个原初基底项的无限倒退状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:226.9-227.27