- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:224.19-226.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯对亚里士多德在两极端项(最终主词与谓词)被限定时中间项不可能为无穷的论点(82a21)进行注解,基于无穷不可遍历性、本性与认识的行进秩序以及数的类比,并通过区分现实与潜能反驳了来自连续体无限分割的反论。
" Ὅτι μὲν οὖν τὰ μεταξὺ οὐκ ἐνδέχεται ἄπειρα εἶναι, εἰ ἐπὶ τὸ κάτω καὶ τὸ ἄνω ἵστανται αἱ κατηγορίαι, δῆλον." Προθέμενος δεῖξαι ὅτι οὐχ οἶόν τε ἐπ’ ἄπειρον προϊέναι τὰς κατηγορίας καὶ ὅτι εἰσὶ προτάσεις ἄμεσοι, ὧν εἰς τὰς ἐπιστήμας δεόμεθα, διεῖλε τὰς κατηγορίας εἴς τε τὰς κατὰ φύσιν καὶ εἰς τὰς παρὰ φύσιν, ἵνα προδιορίσηται ὅτι ὁ λόγος ἡμῖν νῦν περὶ τῶν κατὰ φύσιν ἐστὶ κατηγοριῶν, οὐ περὶ τῶν παρὰ φύσιν. καὶ ἐπὶ τούτων τρεῖς ἡμῖν ὑπέθετο ὑποθέσεις· ἢ γὰρ τοῦ ἐσχάτως ὑποκειμένου ὡρισμένου ἐπὶ τὸ ἄνω ἐπ’ ἄπειρον ἴασιν αἱ κατηγορίαι, ἢ τοῦ ἐσχάτως κατηγορουμένου ὡρισμένου ἐπὶ τὸ κάτω ἐπ’ ἄπειρον ἡ πρόοδος γίνεται, ἢ ἀμφοτέρων τῶν ἄκρων ὡρισμένων, καὶ τοῦ ὑποκειμένου καὶ τοῦ κατηγορουμένου, τὰ μεταξύ εἰσιν ἄπειρα, ὅπερ νῦν καὶ προτίθεται πρότερον ἐλέγξαι. ἡ γὰρ τετάρτη ὑπόθεσις συνελέγχεται ταῖς δύο ταῖς πρώταις, λέγω δὴ ἡ ὑποτιθεμένη καὶ ἐπὶ τὸ κάτω καὶ ἐπὶ τὸ ἄνω ἐπ’ ἄπειρον εἶναι τὴν πρόοδον· εἰ γὰρ μηδετέρα ἰδίᾳ ἐστὶν ἀληθής, δῆλον ὅτι οὐδ’ ἅμα ἄμφω. ὅτι δὲ τῶν ἄκρων ὡρισμένων ὄντων οὐκ ἐνδέχεται τὰ μεταξὺ ἄπειρα εἶναι, δείκνυσι τοῦτον τὸν τρόπον. λαμβάνει κατηγορούμενον μὲν τὸ Α, ὑποκείμενον δὲ τὸ Ζ, τὰ δὲ μεταξὺ τούτων τὸ Β. εἰ οὖν ὡρισμένου τοῦ Α καὶ τοῦ Ζ τὰ μεταξύ, οἷον τὸ Β, ἄπειρα εἴη, ἀδύνατόν ἐστιν ἀπὸ τοῦ Α ἀρξάμενον φθάσαι ποτὲ ἐπὶ τὸ Ζ ἢ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Α· τὸ γὰρ ἄπειρον ἀδιεξίτητον. τούτου δὲ οὕτως ἔχοντος οὐκ ἂν εἴη πεπερασμένα τὰ ἄκρα. ἡ γὰρ τῶν πραγμάτων πρόοδος ἄρχεται μὲν ἀπὸ τῶν καθολικωτάτων, πρόεισι δὲ ἐπὶ τὰ μερικώτατα, καὶ ἡ ἡμετέρα γνῶσις ἀπὸ τῶν μερικωτάτων ἀρξαμένη ἀνάπαλιν τῇ φύσει1 οὕτως διὰ τῶν μέσων πρόεισιν ἐπὶ τὰ καθολικώτατα. ὥστε δῆλον ὅτι τὰ μεταξὺ πᾶσα ἀνάγκη πεπερασμένα εἶναι· οὔτε γὰρ ἡ φύσις ἔφθασεν ἄν ποτε ἐπὶ τὸ μερικώτατον οὔτε ἡ ἡμετέρα γνῶσις ἐπὶ τὸ καθολικώτατον, εἰ τὰ μεταξὺ τούτων ἄπειρα ἦν. εἰ γὰρ ὅτι καθολικώτατόν ἐστι τὸ Α ἔγνωμεν ἀεὶ προϊόντες ἐκ τῶν μερικωτέρων ἐπὶ τὰ κοινότερα καὶ περιεκτικώτερα, δῆλον ὅτι οὐκ ἂν ποτε ἔγνωμεν ὅτι καθολικώτατον ἦν τὸ Α μὴ διὰ τῶν μέσων πάντων ὁδεύσαντες καὶ εὑρόντες αὐτὸ πάντα ἐκεῖνα περιέχον· δι’ οὗ γὰρ μὴ ὡδεύσαμεν, τοῦτο οὐκ ἴσμεν εἴτε καθολικώτερόν ἐστι τοῦ Α εἴτε ὑπ’ αὐτοῦ περιέχεται, ὁμοίως δὲ οὐδὲ εἰ τοῦ Ζ καθολικώτερον ἢ μερικώτερον. ἀνάγκη ἄρα πᾶσα τῶν ἄκρων ὡρισμένων ὄντων μὴ εἶναι ἄπειρα τὰ μεταξύ. ὅμοιον γὰρ τὸ λέγειν τοῦτο, ὥσπερ ἂν εἰ λέγοι τις τὸν ἀπὸ μονάδος ἕως δεκάδος ἀριθμὸν πεπερασμένον εἶναι κατὰ τὰ ἄκρα, οἷον αὐτὴν τὴν μονάδα καὶ τὴν δεκάδα, τὰ δὲ μεταξὺ τούτων ἄπειρα εἶναι. ὥσπερ οὖν τοῦτο οὐκ ἐνδέχεται (ἔσται γὰρ ἄπειρος κατ’ ἐνέργειαν ὁ ἀριθμός, οὐ τῇ γενέσει),2 οὕτως οὐδὲ τῶν ἄκρων ὅρων ὡρισμένων ὄντων τοὺς μεταξὺ ἐνδέχεται ἀπείρους εἶναι. εἰ δέ τις λέγοι ‘τί κωλύει, ὥσπερ τοῦ συνεχοῦς ὥρισται μὲν τὰ ἄκρα, τὰ δὲ μεταξὺ τούτων ἄπειρά εἰσιν, εἴ γε πᾶν συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν, οὕτω δὴ καὶ ἐπὶ τῶν κατηγοριῶν τοὺς μὲν ἄκρους ὡρίσθαι τοὺς δὲ μεταξὺ ἀπείρους εἶναι;’, φήσομεν πρὸς τοῦτο ὅτι ἐπὶ μὲν τῶν συνεχῶν οὐ προϋπάρχει ἐνεργείᾳ ὄντα τὰ μεταξὺ ἄπειρα, ἀλλὰ δυνάμει κατὰ τὴν ἐπ’ ἄπειρον διαίρεσιν τὸ ἄπειρον ἔχει, ἐπὶ μέντοι τῶν κατηγοριῶν ἀνάγκη πᾶσα τὰ μέσα ἐνεργείᾳ προϋπάρχειν· κἂν γὰρ μὴ ληφθῶσιν, ἀλλ’ οὖν εἶναι αὐτὰ ἀνάγκη,3 εἴπερ ὡς ἐπί τι γενικώτατον ἀνάγονται τὸ Α. εἰ τοίνυν ὥρισται μὲν τὰ ἄκρα, ἄπειρα δέ εἰσι τὸν ἀριθμὸν τὰ μεταξύ, οὐδὲν ἕτερον, ὅπερ εἶπον, συμβαίνει ἢ τὸ λέγειν ἀριθμόν τινα ὡρισμένον μὲν κατὰ τὸ ἐλάχιστον ὡρισμένον δὲ καὶ κατὰ τὸ μέγιστον ἔχειν [δὲ] τοὺς μεταξὺ ἀριθμοὺς τοῦ τε μεγίστου καὶ τοῦ ἐλαχίστου ἀπείρους, ὅπερ ἀδύνατον· παντὸς γὰρ ἀριθμοῦ τῶν ἄκρων ὡρισμένων πεπερασμένοι πάντως καὶ οἱ μεταξὺ ἀριθμοί. οὐκ ἄρα ἐνδέχεται τῶν ἄκρων ὄντων ὡρισμένων τοὺς μεταξὺ ὅρους ἀπείρους εἶναι.
“因此,如果述谓在向下和向上两方面都停住,那么中间项不可能是无穷的,这是显而易见的。” 他打算表明述谓不可能进行至无穷,并且存在我们在各门科学中所必需的无中介前提,因此他将述谓划分为顺应本性的述谓和违背本性的述谓,以便预先规定我们现在的讨论是关于顺应本性的述谓,而不是关于违背本性的述谓。关于这些述谓,他为我们提出了三个假说:因为或者在最终主词被限定的情况下,述谓向上进行至无穷;或者在最终谓词被限定的情况下,进程向下进行至无穷;或者在两端(即主词和谓词)都被限定的情况下,中间项是无穷的,而这正是他现在打算首先反驳的。因为第四个假说随前两个假说一同被反驳,我指的是假定进程在向下和向上两方面都达到无穷的那个假说;因为如果两者单独而言都不是真的,那么显然两者同时成立也不是真的。至于在两端被限定的情况下中间项不可能是无穷的,他以这种方式表明。他取Α为谓词,Ζ为主词,而取Β为它们之间的中间项。因此,如果在Α和Ζ被限定的情况下,中间项(例如Β)是无穷的,那么从Α开始绝不可能到达Ζ,从Ζ开始也绝不可能到达Α;因为无穷是不可遍历的。如果情况是这样,那么两端就不会是有限的了。因为事物的进程始于最普遍者而行进至最个别者,而我们的认识从最个别者开始,与本性相反,以这种方式通过中间项行进至最普遍者。因此显然完全必然的是中间项是有限的;因为如果它们之间的中间项是无穷的,本性绝不可能到达最个别者,我们的认识也绝不可能到达最普遍者。因为如果我们之所以认识到Α是最普遍的,乃是因为始终从较为个别的项行进至较为共通和包容的项,那么显然,除非遍历了所有中间项并发现它包容所有那些项,我们绝不可能认识到Α曾是最普遍的;因为对于我们未曾遍历的项,我们不知道它是比Α更普遍还是被它所包容,同样我们也不知道它是比Ζ更普遍还是更个别。因此,在两端被限定的情况下,中间项绝不可能是无穷的,这是完全必然的。因为这样说,就如同有人说从一到十的数在两端(即一本身和十)是有限的,但在它们之间的中间数是无穷的一样。因此,正如这是不可能的(因为数将在现实上成为无穷,而不是通过生成),同样在极端项被限定时,中间项也不可能是无穷的。但如果有人说:“正如连续体的两端虽然被限定,但由于任何连续体都可以无限分割,它们之间的中间项是无穷的,同样在述谓的情形中,究竟有什么妨碍两端被限定而中间项是无穷的呢?”对于这一点我们将说,在连续体的情形中,无穷的中间项并非作为现实存在者预先存在,而是按照无限分割在潜能上具有无穷,然而在述谓的情形中,完全必然的是中间项在现实上预先存在;因为即使它们不被取定,但如果它们被归结到作为某种最高属的Α,它们的存在也是必然的。因此,如果两端被限定,而中间项在数目上是无穷的,那么正如我所说,所导致的无非是说某个在极小项上被限定且在极大项上也被限定的数,在极大项和极小项之间的中间数是无穷的,而这是不可能的;因为对于任何两端被限定的数而言,中间的数也必定完全是有限的。因此,在两端被限定时,中间项不可能是无穷的。
- 1.354ἀνάπαλιν τῇ φύσει
副词 ἀνάπαλιν(反向地、相反地)支配与格 τῇ φύσει,意为“与本性相反”或“与本性的顺序相反”。它表明人类认识从个别到普遍的路径与事物顺应本性的秩序(从普遍到个别)在方向上正好相反。
- 1.354ἔσται γὰρ ἄπειρος κατ’ ἐνέργειαν ὁ ἀριθμός, οὐ τῇ γενέσει
介词短语 κατ’ ἐνέργειαν(在现实上)与状语与格 οὐ τῇ γενέσει(而非通过生成)形成对比。数的无穷通常仅在相加的过程(生成)中潜在地成立;若假定在两个端点之间同时存在无穷的数,就会导致数在现实上而非在生成过程中成为无穷,从而产生矛盾。
- 1.354κἂν γὰρ μὴ ληφθῶσιν, ἀλλ’ οὖν εἶναι αὐτὰ ἀνάγκη
由 κἂν(καὶ ἐάν)引导让步从句(“即使它们不被取定”),主句由 ἀλλ’ οὖν(“然而无论如何”、“至少”)引出的转折承接结构。此结构强调即使在思想或表述中中间项未被明确列举或设定,它们在本体上作为现实存在也是必然的。
