← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§223.1-224.18

可换位项的无穷性与顺应本性的述谓

针对亚里士多德《后分析篇》82a15–19,斐洛庞诺斯解释了在可换位项中最终主词与最终谓词的区分被相对化,使得对无穷链条的探求在上下两个方向上等价,并阐明了基于实体与自身偶性的不对称性而形成的“顺应本性的述谓”与“偶性述谓”之分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.350

" Ἐπὶ δὲ τῶν ἀντιστρεφόντων οὐχ ὁμοίως ἔχει· οὐ γὰρ ἔστιν ἐν τοῖς ἀντικατηγορουμένοις οὗ πρώτου κατηγορεῖται ἢ τελευταίου.1" Οὐ τὰ αὐτά, φησίν, ἐνδέχεται ζητεῖν ἐπὶ τῶν ἀντιστρεφόντων, ἅπερ ἐζητοῦμεν ἐπὶ τῶν μὴ ἀντιστρεφόντων· οὔτε γὰρ τὸ ἔσχατον ὑποκείμενον ὥρισται ἐν τοῖς ἀντιστρέφουσιν οὔτε τὸ ἔσχατον κατηγορούμενον. τῷ γὰρ ἀντιστρέφειν πάντα ἀλλήλοις, εἴτε τὸ ἔσχατον ὑποκείμενον λάβοις, εὐθὺς εἴληφας τὸ ἔσχατον κατηγορούμενον (ἀντιστραφεισῶν γὰρ τῶν κατηγοριῶν τὸ ἔσχατον ὑποκείμενον ἔσχατον κατηγορούμενον γίνεται), εἴτε τὸ ἔσχατον κατηγορούμενον λάβοις, εὐθὺς ἔχεις καὶ τὸ ἔσχατον ὑποκείμενον διὰ τὴν αὐτὴν αἰτίαν. οἷον ἀντιστρέφουσι πρὸς ἄλληλα τὸ γελαστικόν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, τὸ ὀρθοπεριπατητικόν, ὁ ἄνθρωπος, τὸ πλατυώνυχον, τὸ ἐν λογικοῖς θνητόν. ἐν τούτοις οὖν οὔτε τὸ ἔσχατον ὑποκείμενον ἔστι λαβεῖν οὔτε τὸ ἔσχατον κατηγορούμενον· ὃ γὰρ ἂν ὑπόθοιο ἔσχατον ὑποκείμενον, τοῦτο καὶ κατηγορούμενον ἔσχατον οἷόν τε εἶναι, ὥστε εἴτε ἐπὶ τὸ ἄνω τὸ ἄπειρον, ἀνάγκη πάντως καὶ ἐπὶ τὸ κάτω εἶναι, εἴτε ἐπὶ τὸ κάτω, πάντως καὶ ἐπὶ τὸ ἄνω. οἷον εἰ ὑποκείμενον εἴη ἔσχατον ὁ ἄνθρωπος, τούτῳ μὲν ὑπάρξει παντὶ τὸ γελαστικόν, τούτῳ δὲ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ τούτῳ τὸ λογικὸν θνητόν, καὶ τούτῳ τὸ ὀρθοπεριπατητικόν, καὶ τούτῳ τὸ πλατυώνυχον καὶ ὅσα ἄλλα ἄν τις ἐπινοήσῃ ἐξισάζοντα τούτοις. ἀλλὰ πάλιν τὸ πλατυώνυχον ὑποθεὶς ἔσχατον εὑρήσεις τὸν ἄνθρωπον κατηγορούμενον, καὶ ἕκαστον τῶν λοιπῶν πρὸς τὰ λοιπὰ πάντα τὴν αὐτὴν ἔχει σχέσιν. ὥστε μία μόνον ἐπὶ τούτων ζήτησις, εἰ ἔστιν εὑρεῖν ἄπειρα ἐξισάζοντα πρὸς ἄλληλα.

“然而在换位项的情形中,情况并非同样;因为在互相述谓的事物中,并不存在最初或者最终[以此为对象]而被述谓的项。” 他说,在换位项的情形中,不可能探求我们在不换位项的情形中所探求的相同问题;因为在换位项中,既没有界定最终的主词,也没有界定最终的谓词。因为由于所有项都彼此换位,无论你取最终的主词,你就立即取到了最终的谓词(因为在述谓换位之后,最终的主词就成为最终的谓词),还是你取最终的谓词,出于同样的原因你也就立即拥有了最终的主词。例如,能笑的、能接受理智与科学知识的、直立行走的、人、扁平指甲的、有理性者中必死的,这些彼此换位。因此在这些项中,既不可能取得最终的主词,也不可能取得最终的谓词;因为无论你假定什么为最终的主词,这一项也可能是最终的谓词,以至于无论无穷是向上,都必然完全也向下,无论向下,都完全也向上。例如,如果最终的主词是人,那么能笑的将属于它的全体,能接受理智与科学知识的属于它,有理性的必死者属于它,直立行走的属于它,扁平指甲的属于它,以及任何人在思想中可能构想出的与这些等同的其他项都属于它。但如果再次假定扁平指甲的为最终项,你就会发现人被述谓,而其余各项中的每一项对于其余所有项都具有相同的关系。因此关于这些项只有唯一的一个探求:是否可能发现彼此等同的无穷项。

§1.351

"Πάντα γὰρ πρὸς πάντα ταύτῃ γε ὁμοίως ἔχει." Τουτέστι τῷ ἢ ὡς ὑποκείμενα λαμβάνεσθαι ἢ ὡς κατηγορούμενα πάντα πρὸς πάντα τὴν αὐτὴν σχέσιν ἔχει.

“因为至少在这方面,一切事物对于一切事物都处于同样的关系。” 也就是说,由于或者作为主词或者作为谓词被取,一切事物对于一切事物都具有相同的关系。

§1.352

"Εἴ τ’ ἐστὶν ἄπειρα τὰ κατ’ αὐτοῦ κατηγορούμενα, ἐπ’ ἀμφότερά ἐστι τὰ ἀπορηθέντα ἄπειρα." Τουτέστιν εἰ ληφθέντος τινὸς ἄπειρα εἴη τὰ κατ’ αὐτοῦ κατηγορούμενα, ἀνάγκη ἐπ’ ἀμφότερα τὰ ἀπορηθέντα εἶναι· 〈ἐπεὶ〉 εἰ ἄπειρα κατηγορεῖν ἔξεστι, καὶ ἐπὶ τὸ κάτω κατιοῦσιν2 ἐπ’ ἄπειρον ἔξεστιν ὑποκείμενά τινα λαμβάνειν.

“而且,如果述谓于它的项是无穷的,那么所质疑的事物在两方面都是无穷的。” 也就是说,如果取定某个项后,述谓于它的项是无穷的,那么所质疑的事物必然在两方面都是〔无穷的〕;因为如果允许无穷地述谓,那么对于向下下降的人而言,也允许无穷地取得某些主词。

§1.353

"Πλὴν εἰ μὴ ὁμοίως ἐνδέχεται ἀντιστρέφειν, ἀλλὰ τὸ μὲν ὡς συμβεβηκὸς τὸ δὲ ὡς κατηγορίαν." Ἐπὶ τῶν ἐξισαζόντων ὅρων, φησίν, ὅπερ ἂν τῷ ἑτέρῳ τῶν ἄκρων συμβῇ, τοῦτο πάντως καὶ τῷ λοιπῷ, ὅπερ εἴπομεν, διὰ τὸ τὸν τυχόντα τῶν ἐξισαζόντων ὁμοίως ἔχειν πρὸς πάντας. τοσοῦτον δὲ μόνον διαφέρουσιν ἀλλήλων, διότι τῶν ἐξισαζόντων οἱ μὲν οὐσίαι εἰσίν, οἱ δὲ καθ’ αὑτὸ συμβεβηκότα ταῖς οὐσίαις. καὶ ταύτῃ γε οὐχ ὁμοία ἡ ἀντιστροφὴ τῶν κατηγοριῶν, ἀλλ’ ὅταν μὲν ὑποκειμένης τῆς οὐσίας, οἷον τοῦ ἀνθρώπου, κατηγορεῖται τὸ συμβεβηκός, οἷον τὸ γελαστικόν, εἰ τύχοι, ἢ τὸ ὀρθοπεριπατητικόν, κατὰ φύσιν ποιούμεθα τὴν κατηγορίαν, ὅταν δὲ ὑποκείμενον ᾖ τὸ γελαστικὸν ἢ τὸ ὀρθοπεριπατητικόν, κατηγορῆται δὲ ὁ ἄνθρωπος, παρὰ φύσιν. ἐκάλεσε δὲ τὴν μὲν παρὰ φύσιν κατηγορίαν συμβεβηκός, τὴν δὲ κατὰ φύσιν ἁπλῶς οὕτως κατηγορίαν· μέλλει γὰρ μετ’ ὀλίγον διαίρεσιν ποιῆσαι τῶν κατηγορουμένων, καὶ ὅσα μὲν κατὰ φύσιν τινῶν κατηγορεῖται, τὰ τοιαῦτα καλεῖ κατηγορίας, ὅσα δὲ παρὰ φύσιν, κατὰ συμβεβηκὸς κατηγορίας.

“除非不可能同样地换位,而是一者作为偶性,另一者作为述谓[换位]。” 他说,在等同的项上,正如我们所说,无论在两端的某一端上发生什么,这必然也在另一端上发生,因为等同项中任取的一项对于所有项都处于同样的关系。它们彼此之间的区别仅仅在于这一点:在等同项中,一些是实体,另一些是属于实体的自身偶性。至少在这方面,述谓的换位并不是相同的:当实体(例如人)作为主词而偶性(例如,视情况而定,能笑的或直立行走的)被述谓时,我们是顺应本性进行述谓;但当能笑的或直立行走的是主词而人被述谓时,则是违背本性的。他把违背本性的述谓称为“偶性”,而把顺应本性的述谓就这样单纯地称为“述谓”;因为过一会儿他就要对被述谓的事物进行划分,凡是顺应本性述谓于某些事物的,他把这类事物称为“述谓”,而凡是违背本性的,则称为“偶性述谓”。

语法注2 条
  1. 1.350οὗ πρώτου κατηγορεῖται ἢ τελευταίου

    关系代词 οὗ 包含其先行词并作属格,由动词 κατηγορεῖται 支配,表示述谓的对象(基底),即构成 οὐκ ἔστι [τι] οὗ...(不存在[任何事物],使得在其上……)的句式。πρώτου 与 τελευταίου 作形容词,表示述谓顺序的端点(作为最初者/最终者)。

  2. 1.352κατιοῦσιν

    现在分词与格阳性复数 κατιοῦσιν 在无人称动词 ἔξεστι 旁作逻辑主体(“对于向下下降的人而言”)。在由校订补充的 〈ἐπεὶ〉 引导的从属句中,它表述了向上无穷述谓与向下无穷取主词之间的对称性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:223.1-224.18