- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:221.18-222.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯解释了亚里士多德将述谓走向无穷的问题等同于证明是否走向无穷以及是否一切事物皆有证明的问题(82a6),并说明在否定三段论与命题中,如何同样通过中项的插入探讨走向无穷的问题(82a9–11)。
" Ἔστι δὲ τοῦτο σκοπεῖν ταὐτὸ καὶ εἰ αἱ ἀποδείξεις εἰς ἄπειρον ἔρχονται, καὶ εἰ ἔστιν ἀπόδειξις ἅπαντος ἢ πρὸς ἄλληλα περαίνει." Τὸν σκοπὸν τῶν προκειμένων διὰ τούτων ἡμῖν ἐδήλωσεν· εἰ ἐπ’ ἄπειρον ἡμῖν αἱ κατηγορίαι προΐασιν, ἀνάγκη καὶ τὰς ἀποδείξεις ἐπ’ ἄπειρον προϊέναι, ἀεὶ τῷ συμπεράσματι προστιθέντων ἡμῶν ὅρον καὶ † τοιούτων συλλογισμόν,1 εἴ τε ἐπ’ ἄπειρον προέρχονται αἱ ἀποδείξεις, ἀνάγκη καὶ τὰς κατηγορίας ἐπ’ ἄπειρον προϊέναι, καὶ ἔστι τῆς αὐτῆς σκέψεως ἑκάτερον τούτων ζητεῖν. τὸ δὲ ἢ πρὸς ἄλληλα περαίνει,2 τοῦτ’ ἔστι τὰ ἄκρα ἅπερ ἀποδεῖξαι βουλόμεθα περαιοῦσθαι εἰς ἄλληλα, τὸ δὲ κατηγορούμενον δυνατὸν διὰ τῶν μέσων προϊὸν φθάσαι ἐπὶ τὸ ὑποκείμενον, ὁμοίως καὶ τὸ ὑποκείμενον ἀνιὸν διὰ τῶν μέσων φθάσαι ἐπὶ τὸ κατηγορούμενον· εἰ γὰρ περαίνει τὰ μέσα, δῆλον ὡς οὐκ ἄπειρα τὰ μέσα. τὸ αὐτὸ δέ ἐστι, φησί, καὶ τὸ ζητεῖν εἰ παντὸς ἔστιν ἀπόδειξις. εἰ γὰρ παντὸς τοῦ ληφθέντος ἔστιν εὑρεῖν καθολικώτερον (τοῦτο δὲ συμβαίνει, εἰ ἐπ’ ἄπειρον προέρχονται αἱ κατηγορίαι), αἱ δὲ ἀποδείξεις ἐκ τῶν καθολικωτάτων, δῆλον ὅτι οὐκ ἔστιν ἀποδεῖξαι πᾶν, τὸ δὲ ἀληθὲς εἰπεῖν οὐδὲ ἕν, εἴ γε αἱ μὲν κυρίως ἀποδείξεις ἐκ τῶν πρωτίστων ἀρχῶν, τὰς δὲ πρώτας ἀρχὰς λαβεῖν οὐκ ἔστι διὰ τὸ ἐπ’ ἄπειρον προϊέναι τὰς κατηγορίας. εἰ γὰρ τὸ ληφθὲν εἰς ἀπόδειξιν ἄλλου δέοι ἀποδεῖξαι καὶ πάλιν τὸ ληφθὲν εἰς τὴν ἀπόδειξιν ἐκείνου ἀποδεῖξαι δεῖ καὶ τοῦτο εἰς ἄπειρον, τῆς ἀρχῆς δὲ μὴ δεδειγμένης οὐδὲ ἀποδεῖξαι οἷόν τε, τὴν δὲ ἀρχὴν λαβεῖν οὐκ ἐνδέχεται, δῆλον ὡς οὐδενὸς ἔστιν ἀπόδειξις.
“而考察这一点,与考察证明是否走向无穷,以及是否对于每一事物都有证明,抑或[两端]彼此互为界限,是同一回事。” 他通过这些话向我们阐明了当前论题的目的:如果对于我们而言述谓走向无穷,那么证明也必然走向无穷,因为我们总是向结论附加一个项并[构成]这样的三段论;而如果证明走向无穷,述谓也必然走向无穷,探求这两者中的每一者属于同一项考察。而“抑或彼此互为界限”,意思是说我们所希望证明的两端在彼此之中得以终结,被述谓的项有可能通过中项进行而到达主词(基底),同样主词(基底)通过中项上升也有可能到达被述谓的项;因为如果中项是有限的,显然中项就不是无穷的。他又说,探求是否对于每一事物都有证明,也是同一回事。因为如果对于所取的每一个项都有可能找到更为普遍之物(而如果述谓走向无穷,就会发生这种情况),且证明是由最普遍之物做出的,那么显然不可能证明一切,说实话甚至连一件事物也无法证明——如果严格意义上的证明确实是由最原始的原理做出的,但由于述谓走向无穷而不可能取得原始原理的话。因为如果为了证明某物而取的项还须被证明,接着为了证明该项而取的项又必须被证明,并且这走向无穷,而在原理未被表明时甚至无法进行证明,原理又不可能被取得,显然对于任何事物都不存在证明。
"Ὁμοίως δὲ λέγω καὶ ἐπὶ τῶν στερητικῶν συλλογισμῶν καὶ προτάσεων." Ὥσπερ, φησί, ζητοῦμεν εἰ ἔστιν ἐπ’ ἄπειρον ἄλλο ἄλλου κατηγορῆσαι, οὕτω δὲ καὶ ἐπὶ τῶν ἀποφάσεων, εἰ ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι τὰς ἀποφάσεις. οἷον εἰ τὸ Α μηδενὶ τῷ Β ὑπάρχει. εἰ μὲν οὖν πρώτως οὐχ ὑπάρχει τῷ Β τὸ Α, δῆλον ὡς οὐκ ἐπ’ ἄπειρον πρόεισιν ἡ ἀπόφασις. εἰ δὲ μὴ ἐνδέχεται πρώτως τί τινος ἀποφῆσαι, ἐπ’ ἄπειρον ἀνάγκη τὰς ἀποφάσεις ἰέναι. οἷον μὴ ὑπαρχέτω τῷ Β τὸ Α διὰ μέσου τοῦ Γ· εἰ οὖν τὸ Α μηδενὶ τῶν Γ, τὸ δὲ Γ παντὶ τῷ Β, τὸ Α οὐδενὶ τῶν Β. πάλιν τὸ Α μηδενὶ τῶν Γ ὑπαρχέτω διὰ μέσου τοῦ Δ· εἰ τὸ Α οὐδενὶ τῶν Δ, τὸ δὲ Δ παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῶν Γ. ὁμοίως δεικνύσθω ὅτι οὐχ ὑπάρχει τὸ Α τῷ Δ διὰ μέσου τοῦ Ζ. καὶ τοῦτο ἐπ’ ἄπειρον δῆλον ὅτι· ἀνάγκη γὰρ μὴ οὔσης ἀμέσου ἀποφάσεως μηδὲ τὰς καταφάσεις πεπερασμένας εἶναι,3 ἀλλ’ ἔστιν ἐπ’ ἄπειρον προϊέναι. ἀλλὰ μὴν τῶν τε καταφάσεων πεπερασμένων οὐσῶν πάντως καὶ αἱ ἀποφάσεις πεπερασμέναι εἰσί, καὶ ἔστιν ἄμεσος ἀπόφασις, εἴ γε μὴ ἐνδέχεται ἄνευ καταφατικῆς προτάσεως ἀποφατικὴν δειχθῆναι.
“在否定三段论和命题的情形中,我也同样这样说。” 他说,正如我们探求将一物述谓于另一物是否走向无穷,在否定命题的情形中同样探求否定是否可能走向无穷。例如,假定Α不属于任何Β。那么,如果Α最初地[=无中介地]不属于Β,显然否定就不会走向无穷。但如果不可能将某物最初地从某物中否定,否定就必然走向无穷。例如,假定Α通过中项Γ而不属于Β:如果Α不属于任何Γ,而Γ属于所有的Β,则Α不属于任何Β。再者,假定Α通过中项Δ而不属于任何Γ:如果Α不属于任何Δ,而Δ属于所有的Γ,则Α不属于任何Γ。同样地,假定通过中项Ζ表明Α不属于Δ。显然这走向无穷;因为在不存在无中介否定的情况下,肯定命题必然也不是有限的,而是可能走向无穷。然而,如果肯定命题是有限的,否定命题也必然全都是有限的,并且存在无中介的否定,如果确实不可能在没有肯定命题的情况下证明否定命题的话。
"Οἷον εἰ τὸ Η, ὃ τῷ Β ὑπάρχει παντί." Ζητητέον, φησίν, εἰ μὴ πρώτως ἀποφάσκεται τοῦ Β τὸ Α ἀλλὰ διά τινος ἄλλου μέσου, οἷον τοῦ Η, ὅπερ, τὸ Η, ἀνάγκη πάντως παντὶ ὑπάρχειν τῷ Β· οὕτω γὰρ τοῦ μὲν Α μηδενὶ τῶν Η ὑπάρχοντος, τοῦ δὲ Η παντὶ τῷ Β, διὰ μέσου τοῦ Η ἀποφάσκεται παντὸς τοῦ Β τὸ Α.
“例如,如果存在属于所有Β的Η。” 他说,必须探求Α是否不是最初地从Β中被否定,而是通过某种其他中项,例如Η——即Η必然完全属于所有Β——而被否定;因为这样一来,由于Α不属于任何Η,而Η属于所有Β,Α就通过中项Η而从所有Β中被否定。
- 1.347ἀεὶ τῷ συμπεράσματι προστιθέντων ἡμῶν ὅρον καὶ † τοιούτων συλλογισμόν
属格独立结构(προστιθέντων ἡμῶν),说明主句(若述谓走向无穷则证明亦走向无穷)的原因或方式。带匕首符号(†)的「τοιούτων συλλογισμόν」在抄传中可能受损,构文上推定省略了支配宾格 συλλογισμόν 的分词或动词(如 ποιουμένων,“构成如此的三段论”),整体表述通过向结论不断添加项以连环构建三段论的方式。
- 1.347τὸ δὲ ἢ πρὸς ἄλληλα περαίνει
中性单数定冠词「τὸ」将引自原文词句的「ἢ πρὸς ἄλληλα περαίνει」名词化,作为主题句首提出,紧接着由「τοῦτ' ἔστι...」(意即两端彼此受限而有限)对其内容进行诠释与展开。
- 1.348ἀνάγκη γὰρ μὴ οὔσης ἀμέσου ἀποφάσεως μηδὲ τὰς καταφάσεις πεπερασμένας εἶναι
非人称表达「ἀνάγκη [ἐστίν]」统领宾格不定式结构(μηδὲ τὰς καταφάσεις πεπερασμένας εἶναι),其间嵌套了一个表示条件的属格独立结构「μὴ οὔσης ἀμέσου ἀποφάσεως」(若无中介的否定不存在)。否定词「μή」与「μηδέ」呼应了其中的假定语气。
