- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:220.4-221.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注解81b27–82a2,基于自立实体与偶性的关系解释了顺应本性与违反本性的述谓之区别,梳理了亚里士多德关于述谓无穷性的三个假说(确定主词向上进行、确定谓词向下进行、两端确定其中间项无穷),并讨论了第三种假说与无中介命题的可存立性。
" Ὁ μὲν γὰρ οὐχ ἕτερόν τι ὢν λευκόν ἐστι,1 τὸ δὲ λευκόν, ὅτι συμβέβηκε τῷ ἀνθρώπῳ εἶναι λευκῷ." Ὅταν μὲν γὰρ τὸν ἄνθρωπόν φαμεν εἶναι λευκόν, οὐχ ἕτερόν τι ὂν ὁ ἄνθρωπος τούτῳ λευκὸς εἶναι λέγεται· αὐθυπόστατον γὰρ ὁ ἄνθρωπος. ὥστ’ εἰ αὐθυπόστατον μὲν ὁ ἄνθρωπος, ἐν τούτῳ δὲ ὑπάρχει τὸ λευκόν, κατὰ φύσιν ὑποτίθεμεν μὲν τὸν ἄνθρωπον, κατηγοροῦμεν δὲ αὐτοῦ τὸ λευκόν. ὅταν δὲ εἴπωμεν τὸ λευκὸν ἄνθρωπον εἶναι, ἐπειδὴ τοῦ λευκοῦ ἄλλο τι δεῖ πρότερον εἶναι, εἶτα γενέσθαι λευκόν, ἡμεῖς δὲ ὑποτίθεμεν τὸ λευκὸν ὡς καθ’ ἑαυτὸ ὑφεστηκός, εἶτα κατηγοροῦμεν αὐτοῦ ὅπερ αὐτῷ ὑποκεῖσθαι πέφυκεν, εἰκότως παρὰ φύσιν ποιούμεθα τὴν κατηγορίαν.
“因为前者并不是由于作为某种别的事物才是白的,而白的事物之所以如此,是因为人偶性地是白。” 因为当我们说人是白的时,人并不是由于作为某种别的事物而被说成是白的;因为人是自立的存在。因此,既然人是自立的,而白存在于其中,我们顺应本性地将人作为主词(基底),并将白述谓于他。但是当我们说白的是人时,由于在白之前必须先有某种别的事物,然后它才变白,我们却将白作为仿佛自身独立存立之物置为主词(基底),接着又将本性上适于作其基底的事物述谓于它,我们理所当然地作了违反本性的述谓。
"Ἔστω δὴ τὸ Γ τοιοῦτον, ὃ αὐτὸ μὲν μηκέτι ὑπάρχει ἄλλῳ, τούτῳ δὲ τὸ Β πρώτῳ, καὶ οὐκ ἔστιν ἄλλο μεταξύ." Ἡ πρώτη ὑπόθεσις ὥστε ὡρισμένου τοῦ ἐσχάτου ὄντος,2 ὃ μόνως μὲν ὑπόκειται οὐδαμῶς δὲ ἑτέρου κατηγορεῖται, ἰδεῖν εἴτε ἐπ’ ἄπειρόν εἰσι τὰ κατηγορούμενα εἴτε μή, προϊέναι δὲ διὰ τῶν ἀμέσων· οἷον εἰ ὑποκείμενον εἴη τὸ Γ, ἵνα λάβωμεν τὸ ἀμέσως αὐτοῦ κατηγορούμενον καὶ πάλιν τούτου τὸ ἀμέσως κατηγορούμενον καὶ τοῦτο ἐφεξῆς.
“那么,假定Γ是这样的事物:它自身不再属于他物,而Β首先属于它,并且其间没有别的事物。” 第一种假说是:在终极之物——即仅仅作为主词(基底)而绝不述谓于他物者——被确定的情况下,考察被述谓的事物是否进行至无穷,且是通过无中介的项而进行的;例如,假定Γ是主词,以便我们取得直接述谓于它的项,再取得直接述谓于此项的项,并且依此类推。
"Καὶ πάλιν εἰ τοῦ μὲν Α μηδὲν κατηγορεῖται καθ’ αὑτό." Ἡ δευτέρα ὑπόθεσις ὡρισμένον μὲν τὸ κατηγορούμενον ὑποτιθεῖσα καὶ οὗ μὴ ἐνδέχεται τι κατηγορῆσαι, ζητοῦσα δὲ εἰ διὰ τῶν ἀμέσων προϊὸν ἐπὶ τὰ ὑποκείμενα ἐπ’ ἄπειρον πρόεισιν.
“再者,如果关于Α并没有任何事物自身地被述谓。” 第二种假说假定被述谓的项被确定,并且不可能有任何事物述谓于它,进而探求在通过无中介的项向诸主词进行时,是否进行至无穷。
"Ἔτι τὰ μεταξὺ ἆρα ἐνδέχεται ἄπειρα εἶναι ὡρισμένων τῶν ἄκρων;" Ἡ τρίτη ὑπόθεσις ὥστε εἶναι τὸ γενικώτατον ὡρισμένον, ὁμοίως καὶ τὸ εἰδικώτατον, ζητοῦσα δὲ πότερον ἄπειρά ἐστι τὰ μεταξὺ ἢ οὔ, ὥστε μήτε τὸ κατηγορούμενον διὰ τῶν μέσων προϊὸν φθάσαι ποτὲ ἐπὶ τὸ εἰδικώτατον, ὅπερ μόνον ὑποκείμενον ἦν, μήτε τὸ εἰδικώτατον ὁμοίως διὰ τῶν μέσων ἀνιὸν φθάσαι ποτὲ ἐπὶ τὸ γενικώτατον. ταύτης δὲ τῆς ὑποθέσεως ἀληθοῦς οὔσης ἀδύνατον ἄμεσον εἶναι πρότασιν. ἀλλὰ μὴν οὐκ ἐπὶ πάσης τῆς ληφθείσης ἔστι μεταξὺ ἐμβάλλειν ὅρον·3 ἐπεὶ εἰ ὥρισται μὲν τὰ πέρατα καὶ ἔστι καὶ τῷ ἐσχάτῳ πρώτῳ, λέγω δὴ τῷ γενικωτάτῳ, ἀμέσως τι ὑποκεῖσθαι, καὶ ἕκαστον δὲ τῶν ληφθέντων ἔστιν ὡρισμένως τινὸς κατηγορεῖν, ἀνάγκη πᾶσα πεπερασμένα εἶναι τὰ μέσα. εἰ γὰρ παντὸς τοῦ ληφθέντος ἐστί τι ἀμέσως δυνατὸν κατηγορῆσαι, δῆλον δήπου ὅτι ὡρισμέναι εἰσὶν αἱ ἄμεσοι κατηγορίαι· ὥστε οὐκ ἄπειρα τὰ μέσα. εἰ δὲ ἄπειρα ὑπόκεινται, οὐκ ἔστιν ἄμεσον λαβεῖν κατηγορίαν. τοῦτο μὲν οὖν καὶ εἰσαῦθις ἐπισκεψόμεθα, εἴτε ἀληθὲς εἴη εἴτε μή, λέγω δὴ τὸ ὡρισμένων ὄντων τῶν ἄκρων τῶν δὲ μεταξὺ ἀπείρων ὄντων οὐκ ἔστιν ἄλλο ἄλλου ἀμέσως κατηγορῆσαι. αὐτὸς δὲ τὰ μεταξὺ ἄπειρα οὕτως φησὶν ὥστε ἀεὶ τῆς ληφθείσης προτάσεως ἐνδέχεσθαι μέσον ὅρον λαβεῖν καὶ μηδέποτε ἄμεσον δύνασθαι λαβεῖν πρότασιν.
“此外,在两端被确定的情况下,中间的事物是否可能是无穷的?” 第三种假说是使最高的属被确定,同样最底层的种也被确定,并探求中间的事物究竟是无穷的还是不是,以至于无论是被述谓的项通过中项进行绝不可能到达作为唯一基底的最底层的种,还是最底层的种同样通过中项上升也绝不可能到达最高的属。而假使这一假说是真实的,就不可能有无中介的命题。然而,并不是在所取的每个命题中都能够插入一个项;因为如果界限被确定,并且终极的第一者(我指的正是最高的属)有可能直接有某种事物作为其基底,而且有可能将所取的每一项确定地述谓于某种事物,那么中项是有限的就完全是必然的。因为如果对于所取的每一个项都有可能直接述谓某种事物,显然无中介的述谓就是确定的;因此中项就不是无穷的。但如果假定中项是无穷的,就不可能取得无中介的述谓。因此,这一点我们随后将再次考察,即无论这是否真实——我指的正是:当两端被确定而中间的事物是无穷的时,不可能将一物直接述谓于另一物。但他自己所说的中间事物是无穷的,乃是意指:对于所取的命题总是可能取得一个中项,而绝不可能取得一个无中介的命题。
- 1.343Ὁ μὲν γὰρ οὐχ ἕτερόν τι ὢν λευκόν ἐστι
引文中的 ὁ μέν 是阳性单数代词,指代前文中的人(ἄνθρωπος),并与后文的中性短语 τὸ δὲ λευκόν 相对立。分词短语 οὐχ ἕτερόν τι ὤν 表方式或手段,意为“并非由于自身作为某种别的事物才是白的(其自身即是基底)”。
- 1.344Ἡ πρώτη ὑπόθεσις ὥστε ὡρισμένου τοῦ ἐσχάτου ὄντος
在 Ἡ πρώτη ὑπόθεσις 之后接有 ὥστε + 属格绝对结构 + 不定词(ἰδεῖν)。这里的 ὥστε 并非单纯的结果从句,而是起到规定、说明假说具体内容的说明性作用(“即……这样的假说”),其中不定词 ἰδεῖν 充当核心动词成分。
- 1.346ἀλλὰ μὴν οὐκ ἐπὶ πάσης τῆς ληφθείσης ἔστι μεταξὺ ἐμβάλλειν ὅρον
在 τῆς ληφθείσης 之后,根据上文语境及后文出现的词汇,省略了名词 προτάσεως(命题)。ἔστι 作非人称用法,表示“能够/可能”,后接不定词 ἐμβάλλειν。
