← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§218.23-220.3

本性述谓与述谓系列无穷性的三种设问

斐洛庞奴斯区分了顺应本性与违反本性的述谓,并阐述了亚里士多德为检验述谓之无穷性而提出的三种假设方向(向上述谓、向下述谓以及两端确定时间中项的无穷性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.342

" Ἐπειδὴ ἔστιν ὃ αὐτὸ μὲν κατ’ ἄλλου κατηγορεῖται μὴ κατὰ συμβεβηκός." Ἐπειδὴ τῶν κατηγοριῶν αἱ μέν εἰσι κατὰ φύσιν αἱ δὲ παρὰ φύσιν, κατὰ φύσιν μὲν ὅσαι ἢ τὰ καθολικώτερα τῶν μερικωτέρων κατηγοροῦσιν ἢ τὰ συμβεβηκότα τῶν οὐσιῶν, παρὰ φύσιν δὲ ὅσαι ὑποκείμενον μὲν ποιοῦσι τὸ συμβεβηκὸς κατηγορούμενον δὲ τὴν οὐσίαν, ὡς ὅταν φαμὲν ὅτι τὸ λευκὸν ἐκεῖνο ἄνθρωπός ἐστι, τὸ μέλαν τόδε κόραξ ἐστί (παρὰ φύσιν δὲ τὰ τοιαῦτα, διότι κατὰ φύσιν μὲν ὑπόκεινται αἱ οὐσίαι, ἐν ταύταις δὲ ὑφίστανται τὰ συμβεβηκότα, ὅταν δὲ ὑποκείμενον μὲν ποιήσωμεν τὸ συμβεβηκὸς τὸ μὴ πεφυκὸς ὑποκεῖσθαι, κατηγορήσωμεν δὲ τούτου τὴν οὐσίαν, ἥτις ὑποκεῖσθαι πέφυκε, παρὰ φύσιν ποιούμεθα τὴν κατηγορίαν), ἐπεὶ οὖν ζητεῖ εἰ ἐπ’ ἄπειρον αἱ κατηγορίαι προΐασιν, εἰκότως πρότερον προσδιορίζεται1 ὅτι περὶ κατηγοριῶν αὐτῷ ὁ λόγος τῶν κατὰ φύσιν, οὐ τῶν παρὰ φύσιν, εἰ ἐπ’ ἄπειρον αὗται προΐασιν, εἴτε τὰ 〈συμβεβηκότα τῶν οὐσιῶν εἴτε τὰ〉 καθολικώτερα τῶν μερικωτέρων κατηγοροῦμεν, οἷον τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τούτου τὸ ζῷον καὶ τούτου τὸ ἔμψυχον, καὶ τοῦτο ἐπ’ ἄπειρον ἢ ἵσταται; ὁμοίως εἰ τὸν Σωκράτην λευκὸν εἴποιμεν καὶ τούτου κατηγορήσαιμεν τὸ χρῶμα καὶ τούτου τὸ ποιόν, καὶ τοῦτο ἐπ’ ἄπειρον ἢ καὶ αὐτὸ ἵσταται; εἰκότως δὲ καὶ περὶ τῶν τοιούτων κατηγοριῶν ποιεῖται τὸν λόγον, ἐπειδὴ ἐν ταῖς ἐπιστήμαις λαμβάνομεν καὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα τοῖς πράγμασιν· οἷον εἰ πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, αὗται δὲ δύο ταῖς ἐφεξῆς ἴσαι εἰσί, καὶ τοῦτο ἐπ’ ἄπειρον ἢ ἵσταταί που; ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων δῆλος. τρισὶ δὲ κέχρηται ἐν τούτῳ ὑποθέσεσι. ζητεῖ γὰρ πρῶτον μὲν εἰ τοῦ ἐσχάτου ὑποκειμένου ὡρισμένου ὄντος, οἷον τοῦ εἰδικωτάτου εἴδους ἢ τοῦ ἀτόμου, ἐνδέχεται τὰ κατηγορούμενα ἐπ’ ἄπειρον προιέναι· οἷον εἰ Σωκράτης εἴη τὸ ἐσχάτως ὑποκείμενον, τούτου δὲ κατηγοροῖτο ὁ ἄνθρωπος καὶ τούτου τὸ λογικόν, εἶτα τὸ ζῷον καὶ ἔμψυχον, καὶ τοῦτο ἐπ’ ἄπειρον; δεύτερον δὲ εἰ τοῦ ἐσχάτως κατηγορουμένου ὡρισμένου ὄντος, οἷον τοῦ γενικωτάτου γένους, ὥστε μὴ εἶναί τι αὐτοῦ ἕτερον κατηγορούμενον, εἰ ἡ ἐπὶ τὸ κάτω κάθοδος ἐπ’ ἄπειρον πρόεισι. καὶ τρίτον2 εἰ τῶν ἄκρων ὡρισμένων ὄντων, λέγω δὴ τοῦ τε ὑποκειμένου καὶ τοῦ κατηγορουμένου, τὰ μέσα ἄπειρά ἐστιν 〈καὶ〉 ὥσπερ, εἰ τύχοι, καὶ ἐπὶ τῶν συνεχῶν ὡρισμένων τῶν περάτων τὰ μεταξὺ τῇ διαιρέσει ἄπειρα, οὕτω δὴ καὶ ἐπὶ τῶν κατηγοριῶν ὡρισμένου τοῦ τε ἐσχάτως ὑποκειμένου, οἷον τοῦ ἀνθρώπου, καὶ τοῦ ἐσχάτως κατηγορουμένου, οἷον τῆς οὐσίας, τὰ μεταξὺ τούτων ἄπειρά ἐστιν, ὥστε, εἴ τις θελήσειε κατὰ συνέχειαν ἀπὸ τοῦ ἐσχάτου ἐπὶ τὸ πρῶτον ἀνελθεῖν, μὴ ἂν δυνηθείη διὰ τὴν ἀπειρίαν.3 εἰ οὖν δειχθείη ὅτι οὔτε ἐπὶ τὸ κάτω οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὰ μέσα ἄπειροι αἱ κατηγορίαι, πρόδηλον ὡς οὐδαμῶς ἐνδέχεται ἐπ’ ἄπειρον εἶναι τὰς κατηγορίας. τούτου δὲ ὄντος οὐδὲ αἱ ἀποδείξεις ἐπ’ ἄπειρον προΐασι. καὶ διὰ τοῦτο καὶ ἐν προοιμίοις ἔλεγε πρὸς τοὺς πάντα ἀποδεικτὰ εἶναι λέγοντας, ὅτι συμβήσεται τοῖς οὕτω λέγουσιν οὐχὶ πάντα ἀποδεικτὰ εἶναι ἀλλ’ ὅλως μηδενὸς εἶναι ἀπόδειξιν, εἴ γε αἱ ἀποδείξεις μὲν ἐξ ἀρχῶν, τὰς δὲ ἀρχὰς λαβεῖν οὐκ ἔστι διὰ τὸ ἐπ’ ἄπειρον προϊέναι τὰς κατηγορίας.

“既然存在自身被述谓于他物而非偶性地述谓的事物。” 在述谓中,有些是顺应本性的,有些是违反本性的;凡是将更普遍者述谓于更特殊者,或者将偶性述谓于实体的,都是顺应本性的;而凡是将偶性作为主词、将实体作为谓词的,都是违反本性的,正如当我们说“那个白的东西是人”、“这个黑的东西是乌鸦”时那样(这类述谓是违反本性的,因为实体在本性上是作为底层的基底,而偶性存在于它们之中,但每当我们把本性上不作基底的偶性作为主词,而把本性上作为基底的实体述谓于它时,我们所作的述谓就是违反本性的);因此,既然他探求的是述谓是否进行至无穷,他理所当然地首先界定:他的论述是关于顺应本性的述谓,而非违反本性的述谓,即这些述谓是否进行至无穷——无论我们是将〈偶性述谓于实体,还是将〉更普遍者述谓于更特殊者,例如将有理性的述谓于人,将动物述谓于此项,将有灵魂的述谓于此项,这究竟是进行至无穷还是停止?同样,如果我们说苏格拉底是白的,并将颜色述谓于此,将性质述谓于此,这究竟也是进行至无穷,还是它自身也停止?而且,他之所以理所当然地也就这类述谓展开论述,是因为在诸科学中,我们也采用事物的自身偶性;例如,如果每个三角形的三内角之和等于两直角,而这两个直角又等于邻角,这究竟是进行至无穷还是在某处停止?因此,眼前文本的主旨是清楚的。而在这当中他运用了三个假说。因为他首先探求:在终极主词被确定的情况下,例如最底层的种或个体[作为主词时],被述谓的事物是否可能进行至无穷;例如,如果苏格拉底是终极主词,人被述谓于他,有理性的被述谓于人,接着是动物和有灵魂的,这是否进行至无穷?其次,在终极谓词被确定的情况下,例如最高的属[作为谓词],以至于再没有别的述谓于它的谓词时,向下的下降是否进行至无穷。第三,在两端——我指的正是主词和谓词——被确定的情况下,中项是否是无穷的;并且是否正如(倘若如此的话)在界限被确定的连续体中,中间的事物通过分割是无穷的那样,在述谓中也是如此,当终极主词(例如人)和终极谓词(例如实体)都被确定时,它们之间的事物也是无穷的,以至于假使有人想要连续地从终极之物上升到第一之物,也会由于无穷性而无法做到。因此,如果表明了述谓无论向下、向上还是在中间都不是无穷的,显然述谓绝不可能进行至无穷。而既然如此,证明也就不会进行至无穷。正因如此,他在前言中反驳那些主张一切皆可证明的人时也曾说过:对于这样主张的人来说,结果将不是一切皆可证明,而是根本没有任何事物的证明,如果证明确实出自原理,而原理又由于述谓进行至无穷而无法被把握的话。

语法注3 条
  1. 1.342Ἐπειδὴ τῶν κατηγοριῶν αἱ μέν εἰσι κατὰ φύσιν... ἐπεὶ οὖν ζητεῖ εἰ ἐπ’ ἄπειρον αἱ κατηγορίαι προΐασιν, εἰκότως πρότερον προσδιορίζεται

    句首以 Ἐπειδὴ τῶν κατηγοριῶν 开始的从属从句因插入顺应本性与违反本性的述谓的定义及括号性解释而变得过长,故作者使用 ἐπεὶ οὖν 重新引出原因,进而与主句动词短语 εἰκότως πρότερον προσδιορίζεται ὅτι... 相连接。

  2. 1.342τρισὶ δὲ κέχρηται ἐν τούτῳ ὑποθέσεσι. ζητεῖ γὰρ πρῶτον μὲν... δεύτερον δὲ... καὶ τρίτον

    τρισὶ... ὑποθέσεσι(“三个假说”)的具体内容通过以 εἰ 引导的三个平列的间接疑问从句(πρῶτον μὲν、δεύτερον δὲ 以及 καὶ τρίτον)予以列举。第一种假说指终极主词固定时向上述谓的无穷性,第二种指终极谓词固定时向下述谓的无穷性,第三种指主词与谓词皆固定时中项的无穷性。

  3. 1.342ὥστε, εἴ τις θελήσειε κατὰ συνέχειαν ἀπὸ τοῦ ἐσχάτου ἐπὶ τὸ πρῶτον ἀνελθεῖν, μὴ ἂν δυνηθείη διὰ τὴν ἀπειρίαν

    在表示结果的 ὥστε 所引导的从句内部,嵌套了一个带有希求法加 ἄν(潜在/假设性结果,εἴ τις θελήσειε... μὴ ἂν δυνηθείη)的条件句。这里使用否定词 μή 而非 οὐ,是受到 ὥστε 从句以及条件句语境的影响。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:218.23-220.3