- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:21.6-22.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯基于对偶性谬误推理的剖析及其与盖然性推论的区别,解释了亚里士多德为何将证明之外的各种推论统称为“诡辩的”。
ἁπλῶς ἀντὶ τοῦ ‘κυρίως’. οὐχ ὡς πάντων δὲ τῶν παρὰ τὴν ἐπιστημονικὴν γνῶσιν σοφιστικῶν ὄντων ἀντιδιέστειλε1 τῇ κυρίως ἐπιστήμῃ τὸν σοφιστικὸν τρόπον· εἰσὶ γὰρ δῆλον ὅτι καὶ ἄλλοι συλλογισμοὶ μεταξὺ τῶν τε σοφιστικῶν καὶ τῶν ἐπιστημονικῶν, ἀληθῆ μὲν καὶ ἐξ εἰκότων κατασκευάζοντες, οὐ μὴν τὸν ἀποδεικτικὸν τρόπον οὔτε τὸν σοφιστικόν, οἷον ὡς οἱ λέγοντες ‘ὁ δεῖνα καλλωπιστής, μοιχὸς ἄρα’· ‘ὁ δεῖνα νύκτωρ πλανᾶται, κλέπτης ἄρα’· ‘ἡ γυνὴ γάλα ἔχει, τέτοκεν ἄρα’· ταῦτα γὰρ πιθανὰ μὲν τεκμήρια, οὐ πάντως δ’ αἴτια τοῦ συμπεράσματος· δυνατὸν γὰρ καὶ καλλωπιστὴν εἶναί τινα, μὴ μοιχὸν δέ, καὶ νύκτωρ πλανώμενον, μὴ κλέπτην δέ, καὶ γάλα ἔχειν, μὴ τετοκέναι δέ. ἀλλ’ ἐπειδὴ οἱ σοφισταὶ παραλογιζόμενοι τὰ τοῖς συμβεβηκόσιν ὑπάρχοντα καὶ τοῖς ὑποκειμένοις φασὶν ὑπάρχειν καὶ ἔμπαλιν τὰ τοῖς ὑποκειμένοις καὶ τοῖς συμβεβηκόσιν, οἷον τὸ λευκὸν ἐκεῖνο κύκνος ἐστίν, ὁ κύκνος ζῷόν ἐστι, τὸ λευκὸν ἄρα ζῷόν ἐστι, τὸ δὲ λευκὸν χρῶμά ἐστι, τὸ ἄρα χρῶμα ζῷόν ἐστι, τὸ τῷ ὑποκειμένῳ ὑπάρχον (ὑπάρχει γὰρ τῷ κύκνῳ τὸ ζῷον) τῷ συμβεβηκότι λέγοντες ὑπάρχειν [τὸ ὑποκείμενον], καὶ ἔμπαλιν οὕτω· τὸ ψιμμύθιον λευκόν, τὸ λευκὸν χρῶμα, τὸ ψιμμύθιον ἄρα χρῶμα, ὃ τῷ συμβεβηκότι ὑπάρχει, τοῦτο καὶ τῷ ὑποκειμένῳ λέγοντες ὑπάρχειν, καὶ πάλιν· ὁ χρόνος ἐν κινήσει, ἡ κίνησις ἐν τῷ κινουμένῳ, ὁ χρόνος ἄρα ἐν τῷ κινουμένῳ, τὸ τῷ συμβεβηκότι ὑπάρχον καὶ τῷ ὑποκειμένῳ λέγοντες ὑπάρχειν· ἡ μὲν γὰρ κίνησις ἐν τῷ κινουμένῳ, κινήσεως δὲ μέτρον ὁ χρόνος, ἐπεὶ πολλοὺς ἀνάγκη χρόνους εἶναι·2 νῦν δὲ εἷς ὁ χρόνος πάσης κινήσεως ὢν μετρητικὸς ὁ αὐτός. οἱ μὲν οὖν σοφιστικοὶ συλλογισμοὶ ἀπὸ συμβεβηκότων, ὡς εἴρηται, τοὺς παραλογισμοὺς ποιοῦνται. οὐ μήν, εἴ τις συλλογισμὸς ἀπὸ συμβεβηκότος τι κατασκευάζει, ἤδη καὶ σοφιστικός ἐστιν· ἐὰν γοῦν εἴπω ‘ἡ γυνὴ γάλα ἔχει, τέτοκεν ἄρα’ ἢ ‘ἐνταῦθα καπνός ἐστι, καὶ πῦρ ἄρα’, ἀπὸ συμβεβηκότων μὲν ὁ συλλογισμός, οὐκέτι δὲ καὶ σοφιστικός. ἐπεὶ οὖν, ὡς εἴπομεν, ἐκ τῶν συμβεβηκότων οἱ σοφιστικοὶ συλλογισμοὶ συνεστήκασι, καὶ οἱ ἄλλοι δὲ οὓς ἔφαμεν οὐκ ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων κατασκευάζουσιν περὶ τῶν πραγμάτων ἀλλ’ ἐκ τῶν κατὰ συμβεβηκός (συμβαίνει μὲν γὰρ τὸν μοιχὸν καλλωπίζεσθαι καὶ τὸν κλέπτην νύκτωρ πλανᾶσθαι, οὐ μὴν πάντως ὁ καλλωπισμὸς ἢ ἡ ἐν νυκτὶ πλάνη τῶν εἰρημένων εἰσὶν αἴτια), διὰ τοῦτον οὖν τὸν τρόπον κοινῶς πάντας τοὺς παρὰ τὸν ἀποδεικτικὸν συλλογισμὸν σοφιστικοὺς συλλογισμοὺς ἐκάλεσεν.
“无条件地”是代替“严格意义上地”。但他并不是因为除科学认识之外的一切都是诡辩性的,就把诡辩的方式与严格意义上的科学对立起来;因为显然在诡辩的三段论与科学的三段论之间还有其他三段论,它们从盖然的前提确立真实的事情,但既不是按照证明的方式,也不是按照诡辩的方式,例如那些说“某人爱打扮,因此他是通奸者”、“某人夜间游荡,因此他是小偷”、“那妇女有乳汁,因此她生育过”的人;因为这些固然是令人信服的征兆,但绝非结论的原因;因为某人爱打扮却并非通奸者,夜间游荡却并非小偷,有乳汁却并未生育过,都是可能的。然而,这是因为诡辩者们在进行谬误推理时,声称属于偶性的东西也属于底层主体,反之,属于底层主体的也属于偶性;例如,“那白的东西是天鹅,天鹅是动物,因此白的东西是动物;但白的东西是颜色,因此颜色是动物”,声称属于底层主体的(因为动物属于天鹅)也属于偶性;反过来又是如此:“白粉是白的,白的是颜色,因此白粉是颜色”,声称属于偶性的也属于底层主体;再例如:“时间在运动中,运动在运动物中,因此时间在运动物中”,声称属于偶性的也属于底层主体;因为运动固然在运动物中,但时间是运动的量度,否则必然存在许多时间;但实际上时间是度量一切运动的单一且同一者。因此,正如所说,诡辩的三段论是从偶性中制造谬误的。但这并不意味着,如果某个三段论从偶性出发确立某事,它就已经是诡辩的三段论了;至少,如果我说“那妇女有乳汁,因此她生育过”或者“这里有烟,因此也有火”,这个三段论虽然是从偶性出发的,却不再是诡辩的三段论了。因此,正如我们所说,既然诡辩的三段论是由偶性构成的,而且我们所说的其他三段论也是从偶性而非从事物自身固有的属性出发确立关于事物的结论(因为通奸者爱打扮、小偷夜间游荡固然是偶性的,但打扮或夜间游荡绝非所述事情的原因),正是由于这个缘故,〔亚里士多德〕才把除证明的三段论之外的所有三段论一概统称为“诡辩的三段论”。
- 1.19οὐχ ὡς πάντων δὲ τῶν παρὰ τὴν ἐπιστημονικὴν γνῶσιν σοφιστικῶν ὄντων ἀντιδιέστειλε
οὐχ ὡς 与属格独立结构(πάντων... ὄντων)连用,否定了主观的或表面的理由:“并不是因为除……之外的一切”。主句动词 ἀντιδιέστειλε 的主语是指亚里士多德。
- 1.19ἐπεὶ πολλοὺς ἀνάγκη χρόνους εἶναι
连词 ἐπεί 引导带有反事实涵义的结论(“否则必然存在许多时间”),语境中省略了相当于 εἰ δὲ μή(若非如此)的条件从句。
