← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§216.27-218.22

证明的有限性与直接前提的存在

针对亚里士多德在《后分析篇》第一卷第19章中关于推论的有限性以及直接前提存在的讨论,菲洛波庞阐明了述谓不至无穷与证明有限性之间的互证关系、肯定与否定直接前提的特性,以及辩证推论与证明性推论在对待看似直接与本性上直接的前提上的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.338

" Ἔστι δὲ πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων." Ἐντεῦθεν βούλεται κάλλιστον θεώρημα ἡμῖν παραδοῦναι, λέγω δὴ ὅτι οὐκ ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι τὴν ἀπόδειξιν, τοῦτο δέ ἐστιν ὅτι οὐχ οἶόν τε ἐπ’ ἄπειρον τὸ ληφθὲν συμπέρασμα λαβόντας καὶ ἐπισυνάψαντας ἕτερον ὅρον ποιῆσαι συλλογισμόν. δείκνυσι δὲ τοῦτο διὰ τοῦ δεῖξαι ὅτι οὐκ ἐπ’ ἄπειρον προΐασιν αἱ κατηγορίαι. εἰ γὰρ ἐπ’ ἄπειρον προῄεσαν, ἀνάγκη ἦν πᾶσα καὶ τὰς ἀποδείξεις ἐπ’ ἄπειρον προϊέναι· ἐπειδὴ δὲ οὐκ ἐπ’ ἄπειρον προΐασιν ἀλλ’ ἵστανται καὶ εἰσὶν αὐτῶν καθολικώτατα γένη, δῆλον ὅτι οὐχ οἷόν τε ἐπ’ ἄπειρον εἶναι τὰς ἀποδείξεις. ὁ δὲ φιλόσοφος τὸν σκοπὸν ἔλεγεν εἶναι τῶν προκειμένων τὸ δεῖξαι ὅτι ἄμεσοί εἰσι προτάσεις.1 ἐπειδὴ γὰρ εἶπε δεῖν τὰς ἀποδείξεις ἐξ ἀμέσων εἶναι προτάσεων, αὐτὸ τοῦτο νῦν προτίθεται δεῖξαι, ὅτι ἄμεσοί εἰσι προτάσεις· τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι οὐκ ἐπ’ ἄπειρον αἱ κατηγορίαι προΐασι. τοῦτο δὲ ἐπὶ μὲν τῶν ἀμέσων ἀποφάσεων ἀληθές ἐστιν· ἀδύνατον γὰρ ἦν ἄλλως ἄμεσον ἀπόφασιν εἶναι μὴ ὄντων καθολικωτάτων γενῶν τινων· αὗται γὰρ αἱ ἄμεσοι ἐλέγοντο εἶναι ἀποφάσεις, ὅταν τὰ καθολικώτατα γένη ἀποφάσκοιτο ἀλλήλων. καταφάσεις μέντοι ἀμέσους οὐδὲν κωλύει εἶναι καὶ ἐπ’ ἄπειρον οὐσῶν τῶν κατηγοριῶν· οὐ γὰρ ἁπλῶς τὰ καθολικώτατα ζητοῦμεν ἐπὶ τῶν ἀμέσων καταφάσεων ἀλλὰ τὰ προσεχῶς ὑπάρχοντά τισιν ὥστε μὴ δύνασθαι μεταξὺ παρεντεθῆναι ὅρον. ἀμέσως γὰρ Σωκράτους ὁ ἄνθρωπος καταφάσκεται καὶ τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τούτου τὸ ζῷον· οὐ γὰρ ἐνδέχεται μεταξὺ παρεντεθῆναι ὅρον ᾧ πρώτως ὑπάρχει τὸ κατηγορούμενον. εἰ δὲ δεῖ τι ἀκριβέστερον εἰπεῖν, ἀμφότερα δι’ ἀλλήλων δείκνυται, ὅτι τε οὐκ ἐπ’ ἄπειρον αἱ ἀποδείξεις προΐασι καὶ ὅτι εἰσὶν ἄμεσοι προτάσεις·2 εἴτε γὰρ εἶεν ἄμεσοι προτάσεις, ἀνάγκη μὴ ἐπ’ ἄπειρον τὰς ἀποδείξεις προϊέναι, εἴτε μὴ ἐπ’ ἄπειρον αἱ ἀποδείξεις προέρχονται, ἀνάγκη πᾶσα εἰς ἀμέσους καταλήγειν προτάσεις. ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων οὗτος. πρότερον δὲ ἀναμιμνήσκει τῶν προειρημένων αὐτῷ περὶ συλλογισμῶν τῶν ἐν τῷ δευτέρῳ σχήματι· τούτων γὰρ καὶ χρῄζει εἰς τὸ προκείμενον· θέλει γὰρ δεῖξαι ὅτι οὐ δυνατὸν ἄλλα ἄλλων ἐπ’ ἄπειρον κατηγορεῖν. ἔστιν οὖν, φησίν, ὁ συλλογισμὸς διὰ τριῶν ὅρων, καὶ ἤτοι ἀμφοτέρων καταφατικῶν ἢ τῆς μείζονος ἀποφατικῆς. δείξει οὖν ὅτι οὔτε τὴν ἀποφατικὴν πρότασιν ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι ὥστε ἀεὶ εὑρίσκειν τι τοῦ ὑποκειμένου ἀποφασκόμενον οὔτε τὴν καταφατικήν· οἷον εἰ τὸ Α μηδενὶ ὑπάρχει τῷ Β, τὸ δὲ Β τῷ Γ, καὶ τοῦτο τῷ Δ, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν καταφατικῶν.

“每一个推论都是通过三个项进行的。” 从这里开始,他希望向我们传授一个极佳的定理,我指的正是:证明不可能进行至无穷,这就是说,不可能把得出的结论取来并附加上另一个项,而将推论制造至无穷。他通过指明述谓并不进行至无穷来表明这一点。因为如果它们进行至无穷,那么证明也必定进行至无穷;但由于它们不进行至无穷,而是停止下来,并且存在它们的最普遍之属,显然证明不可能进行至无穷。那位哲学家[阿摩尼奥斯]曾说,眼前这部分文本的主旨是表明存在直接的前提。因为既然[亚里士多德]曾说证明必须出自直接的前提,他现在正是打算指明这一点,即存在直接的前提;而他通过指明述谓并不进行至无穷来表明这一点。这一点在直接否定命题上是真实的;因为如果不存在某些最普遍之属,直接否定命题在其他情况下是不可能存在的;因为正是当最普遍之属彼此相否定时,这些命题才被说成是直接否定命题。然而,即便述谓是无穷的,也绝不妨碍直接肯定命题的存在;因为在直接肯定命题中,我们并非单纯寻求最普遍之物,而是寻求那些直接属于某些事物以至于其间无法插入一个项的事物。因为人是直接属于苏格拉底的肯定谓项,有理性的是直接属于人的,动物是直接属于这一项的;因为不可能在其间插入一个项使得该谓项首要地属于它。但若要说得更精确一些,这两点乃是互为证明的:既证明了证明不进行至无穷,也证明了存在直接的前提;因为无论是如果存在直接前提,证明就必然不进行至无穷,还是如果证明不进行至无穷,就完全必然终止于直接前提。因此,眼前的文本的主旨即是如此。但在那之前,他提醒人们回忆他先前关于第二格中的推论所说的话;因为就眼前的目的而言,他也需要这些;因为他希望表明,不可能把别的事物加于别的事物之上进行述谓至无穷。因此他说,推论是通过三个项进行的,或者两前提皆为肯定,或者大前提为否定。因此他将表明,否定前提不可能进行至无穷以至于总能发现某个从主项中被否定的事物,肯定前提也是如此;例如,若Α不属于任何Β,而Β属于Γ,此项又属于Δ,如此进行至无穷;在肯定前提的情况下也是同样。

§1.339

"Φανερὸν οὖν ὅτι αἱ μὲν ἀρχαὶ καὶ αἱ λεγόμεναι ὑποθέσεις αὗταί εἰσιν." Ἀρχὰς καὶ ὑποθέσεις τὰς προτάσεις λέγει· ὑποκειμένων γὰρ τούτων ὁ συλλογισμὸς γίνεται.

“因此显而易见,原理和所谓的假设正是这些。” 他将前提称为原理和假设;因为正是把这些作为基底(前提),推论才得以产生。

§1.340

"Οἷον ὅτι τὸ Α τῷ Γ ὑπάρχει διὰ τοῦ Β." Τῷ γὰρ δεῖξαι ὅτι τὸ Α παντὶ τῷ Β, ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ, ἔδειξεν ὅτι καὶ τὸ Α παντὶ τῷ Γ. ἀλλὰ κἂν θελήσωμεν δεῖξαι καὶ τῶν προτάσεων ἑκατέραν, πάλιν μέσον ὅρον λαβόντες ταὐτὸ ποιοῦμεν. ζητεῖ οὖν εἰ τοῦτο ἐπ’ ἄπειρον δυνατὸν ποιεῖν.

“例如Α通过Β而属于Γ。” 因为通过表明Α属于一切Β,进而Β又属于一切Γ,他表明了Α也属于一切Γ。但如果我们也想去表明两个前提中的每一个,我们便再次取一个中项,做同样的事情。因此他探求的是:这是否可能进行至无穷。

§1.341

"Κατὰ μὲν οὖν δόξαν συλλογιζομένοις καὶ μόνον διαλεκτικῶς δῆλον ὅτι τοῦτο μόνον σκεπτέον, εἰ ἐξ ὧν ἐνδέχεται ἐνδοξοτάτων γίνεται ὁ συλλογισμός. ὥστ’ εἰ καὶ ἔστι τῇ ἀληθείᾳ τῶν ΑΒ μέσον, δοκεῖ δὲ μή, ὁ διὰ τούτου συλλογιζόμενος συλλελόγισται διαλεκτικῶς." Ἐπειδὴ εἶπεν ὅτι αἱ ἀποδείξεις οὐκ ἄλλως γίνονται ἢ διὰ τῶν ἀμέσων προτάσεων, φησὶν ὅτι, εἰ διαλεκτικῶς συλλογίζονταί τινες, ἐπειδὴ οἱ διαλεκτικοὶ συλλογισμοὶ οὐκ ἐξ ἀναγκαίων ἀλλ’ ἐξ ἐνδόξων ἦσαν, αἱ εἰλημμέναι προτάσεις ἐὰν ἄμεσοι μὴ ὦσι, δοκῶσι δὲ τῷ προσδιαλεγομένῳ εἶναι ἄμεσοι, οὐδὲν ἧττον ὁ τοιοῦτος συλλογίζεται διαλεκτικῶς· ἡ γὰρ διαλεκτικὴ ἐξ ἐνδόξων ἐστὶ συλλογισμῶν, ἔστ’ ἂν εἴη διαλεκτική.3 οἷον εἰ εἴποι οὕτως ‘ἡ ψυχὴ ἀεικίνητος, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’· εἰ γὰρ δόξει ἔνδοξον εἶναι τὸ τὴν ψυχὴν εἶναι ἀεικίνητον καὶ μηδενὸς μέσου ὅρου δεῖσθαι εἰς ἀπόδειξιν, λήψεται τὸ δοκοῦν ἄμεσον· ὁμοίως κἂν δόξῃ πάλιν αὐτοκίνητον εἶναι ἀμέσως τὴν ψυχήν, τὸ δοκοῦν ὡς ἀναγκαῖον λήψεται. οὕτω μὲν οὖν ὁ διαλεκτικός. ὁ μέντοι ἀποδεικτικὸς οὐ τὸ δοκοῦν ἄμεσον λήψεται ὡς ἄμεσον ἀλλὰ τὸ τῇ φύσει ἄμεσον.

“因此,对于那些依据意见并且仅仅依辩证方式进行推论的人来说,显然只需考察这一点:推论是否出自尽可能最受公认的前提。因此,即便在真理上Α与Β之间存在中项,但看起来不存在,那么通过这一点进行推论的人就是依辩证方式进行了推论。” 既然他说过证明不是通过直接前提以外的方式进行的,他便说道,如果有人依辩证方式进行推论,由于辩证推论不是出自必然之物而是出自通念,那么所采取的前提即便不是直接的,只要在对话者看来是直接的,这样的人也完全同样是依辩证方式进行了推论;因为辩证术只要还是辩证术,就是出自通念的推论。例如,假使他这样说:“灵魂是常动的,常动者是不朽的,所以灵魂是不朽的”;因为如果灵魂是常动的并且不需要任何中项来进行证明这一点显得是公认的,他就会采取这个看似直接的前提;同样,如果再次认为灵魂是直接自动的,他也会把看似如此的作为必然的来采取。辩证论者便是如此。然而进行证明者却不会把看似直接的作为直接的来采取,而是采取在本性上直接的前提。

语法注3 条
  1. 1.338ὁ δὲ φιλόσοφος τὸν σκοπὸν ἔλεγεν εἶναι τῶν προκειμένων τὸ δεῖξαι ὅτι ἄμεσοί εἰσι προτάσεις

    在菲洛波诺斯的注解中,“那位哲学家”(ὁ φιλόσοφος)常指其师阿摩尼奥斯(亚里士多德通常用无主语的第三人称动词指代)。在 ἔλεγεν 所带的宾格加不定式结构中,带冠词不定式 τὸ δεῖξαι 引导的短语是真正的主语,而 τὸν σκοπόν 则是宾格表语。

  2. 1.338ἀμφότερα δι’ ἀλλήλων δείκνυται, ὅτι τε οὐκ ἐπ’ ἄπειρον αἱ ἀποδείξεις προΐασι καὶ ὅτι εἰσὶν ἄμεσοι προτάσεις

    中性复数主语 ἀμφότερα(两者)由 τε... καί 连接的两个 ὅτι 从句作为同位语展开解释。单数动词 δείκνυται 按照希腊语常规与中性复数主语一致。

  3. 1.341ἔστ’ ἂν εἴη διαλεκτική

    短语 ἔστ’ ἂν 是时间/条件连词 ἔστε ἄν(“只要……”、“直到……”)的紧缩写法,此处与祈愿气动词 εἴη 结合,表达泛指或潜在的条件:“只要它还是辩证术”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:216.27-218.22