← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§215.6-216.26

普遍知识对归纳与感觉的依赖

斐洛波诺斯解释了亚里士多德关于一切学习皆经由归纳或证明的论述,指出包括数学抽象概念在内的所有普遍原理都依赖于归纳(从而依赖于感觉),并剖析了证明感觉缺失必然导致相应普遍知识缺失这一论证的句法结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.334

" Εἴπερ μανθάνομεν ἢ ἐπαγωγῇ ἢ ἀποδείξει." Τὰ μὲν γὰρ ἀξιώματα ἐπαγωγῇ μανθάνομεν καὶ τὰ αἰτήματα τοῦ καθόλου ὄντα προτάσεις.1 διὰ τούτων δὲ τὰ ἀποδεικτά· διὰ γὰρ τῶν καθόλου αἱ ἀποδείξεις. εἰ οὖν ἀδύνατον τὰ καθόλου ἐξ ὧν αἱ ἀποδείξεις χωρὶς ἐπαγωγῆς θεωρῆσαι, ἀδύνατον καὶ ἄνευ αἰσθήσεως ἐπίστασθαι τὰ καθόλου, φημὶ δὴ τὰ ἀξιώματα ἐξ ὧν αἱ ἀποδείξεις.

“如果我们是通过归纳或者通过证明来学习的。” 因为公理以及作为普遍前提的诸公设,我们都是通过归纳来习得的;而通过这些,我们习得那些可证明的事项,因为证明是通过普遍之物进行的。因此,如果离开归纳就不可能考察作为证明出发点的普遍之物,那么离开感觉也同样不可能认识普遍之物——我指的正是作为证明出发点的公理。

§1.335

"Ἐπεὶ καὶ τὰ ἐξ ἀφαιρέσεως λεγόμενα ἔσται δι’ ἐπαγωγῆς γνώριμα, ἐάν τις βούληται γνώριμα ποιεῖν ὅτι ὑπάρχει ἑκάστῳ γένει ἔνια." Ὅτι καὶ τὰ λεγόμενα ἐξ ἀφαιρέσεως, εἰ καὶ δοκεῖ τῇ διανοίᾳ γνωρίζεσθαι καὶ μὴ δεῖσθαι αἰσθήσεως, ὅμως καὶ ταῦτα δι’ ἐπαγωγῆς καὶ αἰσθήσεως γίνεται γνώριμα. ἀκούσας γὰρ ὁ ἄρτι τῇ γεωμετρίᾳ προσιών, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα, καὶ μὴ πάνυ συνεὶς τὸ λεγόμενον τῇ ἐπαγωγῇ τοῦτο γνωρίσει, οἷον λεγόντων ἡμῶν ὡς εἴπερ εἴη δύο μεγέθη ἑκάτερον ἔχον ἀνὰ δύο πήχεις, εἴη δὲ καὶ τρίτον τῷ ἑνὶ τῶν εἰρημένων ἴσον, πάντως δήπου τοῦτο καὶ τῷ ἑτέρῳ ἔσται ἴσον. ὁμοίως καὶ ὅτι ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα γίνεται, γνωρίσει τὸ λεγόμενον διὰ τῶν κατὰ μέρος ἐπαγομένων. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν πάντων.

“因为即使是通过抽象而谈论的事物,如果有人想要表明某些属性属于各个属,也将是通过归纳而被认识的。” 这就是说,即使是通过抽象而谈论的事物,虽然看起来是由推论思维所认识并且不需要感觉,但无论如何,它们也是通过归纳和感觉才被认识的。因为刚接触几何学的人,听到“与同一事物相等的事物也彼此相等”时,未能完全理解所说的话,便会通过归纳来认识这一点——例如我们说道,如果有两个量各长两肘,另有第三个量与前述之一相等,那么这第三个量无疑也必定与另一个量相等。同样,关于“若从等量中减去等量,剩余之量相等”,他也是通过所归纳的个别事例来认识所说的话的。在其余所有情况下也是如此。

§1.336

"Καὶ εἰ μὴ χωριστά ἐστιν, ᾗ τοιονδὶ ἕκαστον." Τουτέστι καὶ εἰ μὴ καθ’ ἑαυτὰ ὑφέστηκεν, ᾗ ἕκαστον εἶναι λέγεται, οἷον τὸ ἴσον ἢ τὴν ἐπιφάνειαν ἢ τῶν τοιούτων τι ἕτερον· ὁμοίως γοῦν ἔστι δι’ ἐπαγωγῆς αὐτὰ πιστώσασθαι, 〈οἷον〉 ὅτι ἡ ἐπιφάνεια μῆκος μόνον καὶ πλάτος ἔχει (μᾶλλον γὰρ τοῦτο πιστεύομεν ἐπαχθέντες διὰ τῶν αἰσθητῶν) καὶ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα. μήποτε οὖν καὶ περὶ τῶν ἐξ ἀφαιρέσεως2 ἐν τούτοις φησὶν ὅτι καὶ ταῦτα τῇ ἐπαγωγῇ γινώσκομεν, οἷον ὅτι πᾶς ἄνθρωπος, εἰ τύχοι, τὴν κάτω γένυν κινεῖ ἢ ὅτι δίπους ἐστὶν ἢ ὀρθοπεριπατητικός· ταῦτα γὰρ οὐδὲ κατ’ ἐπίνοιαν δύναται χωρισθῆναι τῶν ὑποκειμένων, ὥσπερ οἱ κύκλοι καὶ τὰ τρίγωνα καὶ τὰ λοιπά. καὶ τούτων οὖν ἕκαστον, φησίν, ᾗ τοιονδί ἐστι, τῇ ἐπαγωγῇ γινώσκομεν.

“即使在每一个事物作为如此这般之物的限度内,它们并不是分离存在的。” 这就是说,在每一个事物被说成存在这方面,即使它们不是独立自存的——例如相等、面,或诸如此类的其他事物;无论如何,同样可以通过归纳来使人确信它们,〈例如〉面仅仅具有长度和宽度(因为通过可感知之物归纳引导,我们更确信这一点),以及与同一事物相等的事物也彼此相等。那么,他在这些文字中所谈论的,难道不是抽象之物以外的事物,即我们也通过归纳来认识这些事物吗?例如,假使说,每个人都动下颌,或者是两足的,或是直立行走的;因为这些属性甚至在概念上也无法与底层载体相分离,不像圆、三角形及其余事物那样。因此他说,其中的每一个事物,在它是如此这般的限度内,我们也是通过归纳来认识的。

§1.337

"Ἐπαχθῆναι δὲ μὴ ἔχοντας αἴσθησιν ἀδύνατον." Ταῦτα ἀπόδοσίς ἐστι τῆς συντάξεως τῶν ἄνω εἰρημένων.3 εἰπὼν γὰρ ἀδύνατον τὰ καθόλου θεωρῆσαι μὴ δι’ ἐπαγωγῆς, εἶτα τοῦτο κατασκευάσας διὰ τῶν ἑξῆς, τὸ λεῖπον τῇ συντάξει ἐνταῦθα ἀποδέδωκεν εἰπὼν ἐπαχθῆναι δὲ μὴ ἔχοντας αἴσθησιν ἀδύνατον. εἰ γὰρ ἡ ἐπαγωγὴ τῶν μερικῶν ἐστι γνῶσις, τὰ δὲ μερικὰ αἰσθητά, τὰ δὲ αἰσθητὰ τῇ αἰσθήσει γινώσκομεν, τὸν ἄρα μὴ ἔχοντα αἴσθησίν τινα οὐχ οἷόν τε δι’ ἐπαγωγῆς γνῶναι τὰ τῇ αἰσθήσει ἐκείνῃ ὑποβεβλημένα αἰσθητά. εἶτα, ἵνα μή τις εἴπῃ ‘ἀλλ’ εἰ καὶ μὴ δι’ ἐπαγωγῆς οἷόν τε ταῦτα γνῶναι διὰ τὸ μὴ ἔχειν αὐτῶν ἀντιληπτικὴν αἴσθησιν, ἀλλ’ οὖν τῷ λόγῳ δυνατὸν αὐτὰ γνῶναι’, αὐτὸ τοῦτο ἐλέγχων ἐπήγαγεν οὐ γὰρ ἐνδέχεται [φησίν] λαβεῖν αὐτῶν τὴν ἐπιστήμην· οὔτε γὰρ ἐκ τῶν καθόλου ἄνευ ἐπαγωγῆς οὔτε δι’ ἐπαγωγῆς ἄνευ αἰσθήσεως. εἰ γὰρ ὁ λόγος καὶ ἡ ἐπιστήμη τῶν καθόλου ἐστίν, οὐ τῶν μερικῶν, ἡ δὲ τῶν καθόλου γνῶσις δι’ ἐπαγωγῆς ἡμῖν γίνεται, ἡ δὲ ἐπαγωγὴ διὰ τῆς αἰσθήσεως, ὁ ἄρα μὴ ἔχων αἴσθησιν οὐδὲ ἐπαχθῆναι δύναται, ὁ δὲ ἐπαχθῆναι μὴ δυνάμενος οὐδὲ τὰ καθόλου ἐπίσταται. ἀνάγκη οὖν πᾶσα αἰσθήσεως ἐκλειπούσης καὶ τὴν ἐπιστήμην ἐκλελοιπέναι τῶν τῇ αἰσθήσει ἐκείνῃ ὑποβεβλημένων αἰσθητῶν.

“而对于没有感觉的人来说,进行归纳是不可能的。” 这些文字是上述语句结构的结句(归结节)。因为在说了离开归纳就不可能考察普遍之物,接着通过随后的论述确立了这一点之后,他在这里通过说“而对于没有感觉的人来说,进行归纳是不可能的”,补全了句法中所缺失的部分。因为如果归纳是对个别之物的认识,个别之物是可感知的,而我们是通过感觉来认识可感知之物的,那么没有某种感觉的人便不可能通过归纳来认识从属于该感觉的可感知之物。随后,为了防止有人说:“即使由于没有把握它们的感觉而不能通过归纳认识它们,但通过理性认识它们终归是可能的”,为了反驳这一论点,他补充道:因为不可能获得关于它们的知识[他说];因为既不可能在没有归纳的情况下从普遍之物获得,也不可能在没有感觉的情况下通过归纳获得。因为如果理性与知识关乎普遍之物而非个别之物,而我们对普遍之物的认识是通过归纳产生的,归纳又是通过感觉产生的,那么没有感觉的人便根本不能被归纳引导,而不能被归纳引导的人也就无法认知普遍之物。因此完全必然的是,当某种感觉缺失时,关于从属于该感觉的可感知之物的知识也就随之缺失了。

语法注3 条
  1. 1.334τοῦ καθόλου ὄντα προτάσεις

    属格 τοῦ καθόλου 是修饰 προτάσεις 的性质属格或宾格性属格,意为“关于普遍之物的前提”或“普遍前提”。中性复数分词 ὄντα 与 τὰ αἰτήματα 一致,表明公设与公理一样都是普遍的前提命题。

  2. 1.336μήποτε οὖν καὶ περὶ τῶν ἐξ ἀφαιρέσεως

    μήποτε 引导表示审慎推测的疑问句(“难道不是……”)。斐洛波诺斯在此提出一种谨慎的推想,即文本可能正从抽象对象转向那些甚至在概念上也无法分离的自然属性(如人动下颌等)。

  3. 1.337Ταῦτα ἀπόδοσίς ἐστι τῆς συντάξεως τῶν ἄνω εἰρημένων

    注疏者在此明确了亚里士多德原文的长句句法结构:在81a39以条件从句(“如果我们……”)开始并插入了一系列论证之后,此处的81b5构成了补全整个句法结构的结句(归结节,ἀπόδοσις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:215.6-216.26