← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§213.11-215.5

感觉的缺失与相应科学知识的缺失

斐洛庞奴斯简要评注了两前提皆为假的情形,随后从普遍物、归纳与感觉的关联阐明了亚里士多德关于缺失某种感觉必然导致相应科学知识缺失的论证,并补充了柏拉图主义的解释,即感觉并非知识的原因而仅是回忆的机缘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.332

" Οὐδ’ αὖ μήτε τὸ Α μηδενὶ τῶν Δ μήτε τὸ Δ μηδενὶ τῶν Β καὶ τὰ ἑξῆς." Ὅτι τοῦ μέσου ἀμφοτέρων τῶν ἄκρων ὄντος ἀλλοτρίου ἀμφότεραι ἔσονται ψευδεῖς αἱ προτάσεις.

“反之,也不是既非Α不属于任何Δ,又非Δ不属于任何Β,等等。” 这就是说,在中项与两个端项皆无关时,两个前提都将为假。

§1.333

"Φανερὸν δὲ καὶ ὅτι, εἴ τις αἴσθησις ἐκλέλοιπεν, ἀνάγκη καὶ ἐπιστήμην τινὰ ἐκλελοιπέναι." Τὸ προκείμενον ἐν τούτοις ἐστὶ δεῖξαι ὅτι, εἴ τις αἴσθησις ἐκλέλοιπεν, καὶ ἡ περὶ ταύτην καταγινομένη ἐπιστήμη ἐκλέλοιπεν. οἷον τῶν μὲν ἀκουστῶν ἐστιν ἁρμονικὴ ἐπιστήμη, τῶν δὲ ὁρατῶν γεωμετρία καὶ ἀστρονομία, ἡ δὲ ἀριθμητικὴ σχεδὸν ἐκ πασῶν εἴληπται τῶν αἰσθήσεων· τῶν γὰρ αἰσθητῶν κοινὸν ὁ ἀριθμός. εἰ τοίνυν αἱ ἐπιστῆμαι περὶ τὰ καθ’ αὐτὸ τοῖς αἰσθητοῖς ὑπάρχοντα καταγίνονται, δῆλον ὅτι,1 εἴπερ τις αἴσθησις ἡμῖν ἐκλέλοιπεν, αἰσθητῶν μέν τινων ἑτέρων παρὰ τὰ νῦν ἡμῖν ἐγνωσμένα, αἰσθήσεως δὲ μὴ οὔσης τῆς τούτων γνωστικῆς2 πάντως ἀνάγκη καὶ ἐπιστήμην τινὰ ἐκλελοιπέναι. ὥσπερ, εἰ τύχοι, εἰ μὴ εἴχομεν τὴν ἀκουστικὴν αἴσθησιν, ἐκλελοίποι ἂν ἡμᾶς πάντως ἡ ἁρμονικὴ ἐπιστήμη, ἣν νῦν τυγχάνομεν ἔχοντες. ὁμοίως, εἰ μὴ ἦν ἡ ἁπτικὴ αἴσθησις, ἐκλελοίποι ἂν τοὺς ἰατροὺς ἡ σφυγμικὴ ἐπιστήμη. γεύσεως δὲ μὴ οὔσης ἐκλελοίποι ἂν πάλιν ἡ τῆς δυνάμεως τῶν χυμῶν διακριτικὴ ἐπιστήμη. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸ μὲν οὖν προκείμενόν ἐστι τοῦτο. δείκνυσι δὲ αὐτὸ διὰ τούτου τοῦ τρόπου. εἰ γὰρ ἀδύνατον τῶν περὶ τὰς ἐπιστήμας τι μαθεῖν εἰ μὴ διὰ τῶν καθόλου (οἷον ὅτι πᾶν, εἰ τύχοι, σῶμα τρεῖς διαστάσεις ἔχει, ἢ ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν, ἢ ὅτι πᾶν τὸ περατοῦν μιᾷ διαστάσει λείπεται τοῦ περατουμένου, ἢ ὅτι πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα), εἰ τοίνυν αἱ τῶν ἐπιστημῶν ἀποδείξεις προΐασι διὰ τῶν καθόλου, τὰ δὲ καθόλου εἰδέναι ἢ λαβεῖν ἀποδεικνύντα μὴ δι’ ἐπαγωγῆς ἀδύνατον (ὅταν γὰρ αἰτήσῃς τὸν μανθάνοντα συγχωρηθῆναί σοι ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν ἤ τι τῶν λοιπῶν αἰτημάτων τε καὶ ἀξιωμάτων, τούτων τὰς πίστεις δι’ ἐπαγωγῆς κομίζεις), εἰ τοίνυν τὰ μὲν καθόλου λαμβάνομεν δι’ ἐπαγωγῆς, ἐπαγωγῇ δὲ χρήσασθαι οὐκ ἔστι τὸν μὴ ἔχοντα αἴσθησιν (τῶν γὰρ κατὰ μέρος ἡ ἐπαγωγή, τὰ δὲ μερικὰ αἰσθητά), δῆλον ὅτι αἰσθήσεώς τινος ἐκλειπούσης καὶ ἐπιστήμη τις ἐκλείψει ἡ κριτικὴ τῶν συμβεβηκότων ἐκείνοις τοῖς αἰσθητοῖς ὧν ἡ αἴσθησις ἐκλέλοιπεν. οὐδὲ γὰρ ὁ ἐκ γενετῆς τυφλὸς ἕξει ἐπιστήμην χρωμάτων ἢ σχημάτων· ἀλλ’ οὐδὲ ὁ ἐκ γενετῆς κωφὸς ἁρμονικὴν ἐπιστήμην ἔχειν δύναιτ’ ἄν. καὶ οὐ δήπου διὰ τούτων τοῦτό φαμεν, ὅτι αἱ αἰσθήσεις αἴτιαί εἰσι τῶν ἐπιστημῶν (οὐ γὰρ θέμις τὸ χεῖρον τοῦ κρείττονος αἴτιον εἶναι), ἀλλ’ ὅτι αἱ ψυχαὶ ἡμῶν ὡς ὑπὸ κάρου ἢ ὕπνου τῆς γενέσεως κατεχόμεναι δέονται τῶν αἰσθήσεων ἐξυπνιζουσῶν καὶ ἀνακινουσῶν τὸν ἐν ἡμῖν τῆς γνώσεως σπινθῆρα κρυπτόμενον. καὶ ὥσπερ ὁ ἐν λήθῃ τινὸς τῶν φίλων βαθείᾳ γενόμενος οὐκ ἄν ποτε ἴσως ἔλθοι εἰς ἔννοιαν ἐκείνου μηδεμιᾶς αὐτῷ ἔξωθεν ἀφορμῆς γενομένης, ἐπειδὰν δὲ ἱμάτιόν τις τοῦ φίλου δείξῃ ἢ ἕτερόν τι, εὐθὺς κινεῖται εἰς ἔννοιαν τοῦ γνωρίμου καὶ τοὺς ἐν ἑαυτῷ τύπους ἀνακινεῖ, οὕτω δὴ καὶ τὰ αἰσθητὰ ἐρεθίζουσι τὴν ψυχὴν προβάλλεσθαι τοὺς συνουσιωμένους αὐτῇ τῶν παραδειγμάτων λόγους.3 οἷον εἰς τὸν οὐρανὸν ἀναβλέψαντες καὶ τὴν τῶν ἐν ἐκείνῳ εὐταξίαν ὁρῶντες εἰς τὴν τοῦ τάξαντος ἐρχόμεθα ἔννοιαν, καὶ ἐπὶ τὴν ἀσώματον δύναμιν ἐκ τῶν σωμάτων παλινδρομοῦμεν. ἀλλὰ δὴ καὶ δι’ ἀκοῆς ἐπὶ τὴν κρίσιν τοῦ ἀληθοῦς ἐρχόμεθα καὶ ἐκ τῆς αἰσθητῆς ἁρμονίας ἐπὶ τοὺς καθόλου τῆς ἁρμονίας λόγους. διὸ καὶ ὁ Πλάτων δεδόσθαι φησὶν ἡμῖν ὦτα καὶ ὀφθαλμοὺς παρὰ τοῦ δημιουργοῦ, δι’ ὧν τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος. ὅτι γὰρ οὐκ ἐκ τῶν αἰσθητῶν λαμβάνει τὴν τῶν πραγμάτων γνῶσιν ἡ ψυχή, δέδεικται ἱκανῶς ἐν τοῖς εἰς τὸν Φαίδωνα.

“同样明显的是,如果某种感觉缺失了,那么某种知识也必然缺失。” 在这些文字中所提出的任务是要表明:如果某种感觉缺失了,那么关于这一感觉的知识也就缺失了。例如,关于可听之物有和声知识,关于可见之物有几何学和天文学,而算术则几乎取自所有的感觉(因为数对于可感知之物是共同的)。因此,如果各门科学关注的是那些本质上属于可感知之物的事象,那么显然,倘若我们缺失了某种感觉——在存在某些不同于我们现在所知的事物的可感知之物、却没有能够认识它们的感觉的情况下——某种知识也完全必然会缺失。例如,假使我们没有听觉,我们现在恰好拥有的和声知识对我们来说就必定会缺失。同样,如果触觉不存在,脉搏学知识对医生们来说就会缺失。而如果没有味觉,分辨各种滋味功效的知识同样会缺失。其他情况亦然。这就是所提出的任务。而他是通过如下方式加以证明的:因为,如果不通过普遍之物,就不可能习得科学中的任何东西(例如,假使说,一切物体都有三维,或者一切三角形的两边都大于剩下的一边,或者一切界限物都比被界限物少一维,或者一切与同一物相等的事物也彼此相等);因此,如果科学的证明是通过普遍之物进行的,而若不通过归纳,在证明中认识或把握普遍之物是不可能的(因为当你要求学习者同意你从任意一点到任意一点作一直线,或同意其余任何公设及公理时,你都是通过归纳来提供对这些的确证);因此,如果我们是通过归纳来把握普遍之物的,而没有感觉的人是不可能运用归纳的(因为归纳关乎个别之物,而个别之物是可感知的),那么显然,当某种感觉缺失时,某种知识也将缺失,即评判那些感觉已缺失的可感知之物之偶性的知识。因为生来眼盲的人不会有关于颜色或图形的知识,生来耳聋的人也不可能拥有和声知识。当然,我们通过这些话绝不是说感觉是各门科学的原因(因为较劣的事物成为较优之物的原因是不符合正理的),而是说我们的灵魂被生成拘禁着,犹如陷入昏睡或沉睡,因而需要各种感觉来唤醒和激发潜藏在我们内部的认识火花。正如一个深深遗忘了某位朋友的人,如果没有外在机缘产生,或许永远不会想到他,但是当有人展示那朋友的一件外衣或其他东西时,他便立刻被触动而想到相识之人,并唤醒自己内部的印记;同样,可感知之物刺激灵魂,使之投射出与其本体相共在的诸范型的理法。例如,仰望天空看到其中之物的井然秩序,我们便达致对秩序确立者的认识,并从物体回归到非物体的能力。而且通过听觉我们也达致对真实的判定,并从可感知的和声达致和声的普遍理法。因此柏拉图也说,耳朵和眼睛是由造物主赐予我们的,我们借此获得了哲学这一类别。因为灵魂并非从可感知之物中获得对事物的认识,这一点在对《斐多篇》的注解中已经得到了充分证明。

语法注3 条
  1. 1.333εἰ γὰρ ἀδύνατον ... εἰ τοίνυν αἱ τῶν ἐπιστημῶν ἀποδείξεις ... εἰ τοίνυν τὰ μὲν καθόλου λαμβάνομεν ... δῆλον ὅτι

    长篇多重复合条件句结构。由三个条件从句(εἰ γὰρ ἀδύνατον ... / εἰ τοίνυν αἱ τῶν ἐπιστημῶν ... / εἰ τοίνυν τὰ μὲν καθόλου ...)层层累加提出前提,最终归结到主句 δῆλον ὅτι 以下。每个 εἰ 从句依次引入了三段论链条中的各个前件。

  2. 1.333αἰσθητῶν μέν τινων ἑτέρων παρὰ τὰ νῦν ἡμῖν ἐγνωσμένα, αἰσθήσεως δὲ μὴ οὔσης τῆς τούτων γνωστικῆς

    虽然其后的 αἰσθήσεως δὲ μὴ οὔσης 构成了明确的独立属格结构,但前面的 αἰσθητῶν μέν τινων ἑτέρων 省略了分词(如 ὄντων),二者并列充当成对的独立属格。它们共同设定了假定条件:即虽然客观上存在着某些不同于我们现在所知的可感事物,却不存在能认识它们的感觉。

  3. 1.333προβάλλεσθαι τοὺς συνουσιωμένους αὐτῇ τῶν παραδειγμάτων λόγους

    中动语态动词 προβάλλεσθαι 意为“(从自身内部)向外投射、表现出”。属格 τῶν παραδειγμάτων 修饰 λόγους,而分词/形容词 συνουσιωμένους(带与格 αὐτῇ,意为“与灵魂同实体的/同本原的”)修饰 λόγους。此结构表达了新柏拉图主义关于灵魂外化其固有本原理法的概念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:213.11-215.5