← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§211.15-213.10

通过非固有中项得出的肯定谬误推论的前提真假

注解亚里士多德《后分析篇》81a24–81a29,根据词项间的包含关系,分类论证了当肯定的谬误推论通过非固有中项产生时,大前提与小前提所能具有的各种真假组合情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.329

" Ὅταν δὲ μὴ διὰ τοῦ οἰκείου, ἐὰν μὲν ᾖ τὸ Δ ὑπὸ τὸ Α, αὕτη μὲν ἔσται ἀληθής, ἡ ἑτέρα δὲ ψευδής." Ἐὰν ὁ καταφατικὸς τῆς ἀπάτης συλλογισμὸς μὴ διὰ τοῦ αὐτοῦ μέσου τῷ ἀληθεῖ περαίνηται,1 ἐνδέχεται καὶ ἀμφοτέρας εἶναι ψευδεῖς καθόλου τὰς προτάσεις, ὡς ὅταν ὁ μέσος ᾖ ἀμφοτέρων τῶν ἄκρων ἀλλότριος. οἷον ὑποκείσθω ζῷον μηδενὶ λίθῳ ὑπάρχειν· εἰ οὖν τις λέγοι παντὶ καὶ λάβοι μεταξὺ ἀλλότριον ἀμφοτέρων, οἷον τὸ ξύλον, ζῷον παντὶ ξύλῳ, ξύλον παντὶ λίθῳ, καὶ ἀμφοτέρας ἔλαβε καθόλου ψευδεῖς. ἀμφοτέρας δὲ ἐπί τι ψευδεῖς λαβεῖν ἀδύνατον. ἐνδέχεται μέντοι τὴν μείζονα καθόλου λαβεῖν ψευδῆ τὴν δὲ ἐλάττονα ἐπί τι, εἰ λάβοις μέσον ὅρον μερικώτερον τοῦ ἐλάττονος, οἷον, εἰ τύχοι, κεραυνίτην λίθον· ζῷον γὰρ παντὶ κεραυνίτῃ, κεραυνίτης παντὶ λίθῳ, καὶ ἔστιν ἐπί τι ψευδής· περιέχει γὰρ ὁ λίθος καὶ τὸν κεραυνίτην λίθον. ἀνάπαλιν μέντοι ποιήσεις τὴν μὲν μείζονα ἐπί τι ψευδῆ τὴν δ’ ἐλάττονα καθόλου ψευδῆ, εἰ λάβοις μέσον ὅρον καθολικώτερον τοῦ μείζονος· οἷον ζῷον, ἔμψυχον, λίθος. οὕτω μὲν οὖν ἀμφότεραι ψευδεῖς. δυνατὸν δὲ καὶ τὴν ἑτέραν μὲν εἶναι ψευδῆ τὴν ἑτέραν δὲ ἀληθῆ. ἐὰν μὲν γὰρ ὁ μέσος ὑπὸ τὸν μείζονα ᾖ, ἡ μὲν μείζων ἀληθὴς ἔσται, ἡ δὲ ἐλάττων ψευδής· οἷον ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος παντὶ λίθῳ. ἐὰν δὲ ὁ μέσος περιέχῃ τὸν ἐλάττονα, ἡ μὲν μείζων ψευδής, ἡ δὲ ἐλάττων ἀληθής· οἷον ζῷον παντὶ ἀψύχῳ, ἄψυχον παντὶ λίθῳ. δυνατὸν δὲ καὶ τὴν ἑτέραν ἀληθῆ εἶναι τὴν δὲ ἑτέραν ἐπί τι ψευδῆ. οἷον εἰ μέσον ὅρον λάβω καθολικώτερον τοῦ μείζονος δυνάμενον δὲ καὶ τῷ ἐλάττονι ὑπάρχειν, ἡ μὲν μείζων ἐπί τι ψευδὴς ἔσται, ἡ δὲ ἐλάττων ἀληθής· οἷον ζῷον παντὶ σώματι, σῶμα παντὶ λίθῳ. ἐὰν δὲ ὁ μέσος μερικώτερος ὑπάρχῃ καὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ἡ μὲν μείζων ἀληθής, ἡ δὲ ἐλάττων ἐπί τι ψευδής· οἷον σῶμα παντὶ λίθῳ, λίθος πάσῃ οὐσίᾳ. ἐπισημειοῦσθαι δὲ δεῖ ὅτι ἐνταῦθα καὶ τὸ συμπέρασμα ἐπί τι ψευδές. καθόλου δὲ ψευδοῦς ὄντος τοῦ συμπεράσματος ἀδύνατον τὴν μείζονα μὲν ἀληθῆ εἶναι τὴν δὲ ἐλάττονα ἐπί τι ψευδῆ· εἰ γὰρ τὸ Α τῷ Γ παντὶ ἀληθῶς, τὸ δὲ Γ τῷ Β τινὶ ἀληθῶς (τὸ γὰρ ἐπί τι ψευδὲς κατά τι ἀληθές), συνάγεται ὅτι τὸ Α τῷ Β τινὶ ἀληθῶς ὑπάρχει· ὑπέκειτο δὲ οὐδενί. οὐκ ἄρα ἐνδέχεται τὴν μείζονα μὲν καθόλου ἀληθῆ εἶναι τὴν δὲ ἐλάττονα ἐπί τι ψευδῆ.

“但是,当不通过固有的[中项]时,如果Δ在Α之下,这一个[前提]将为真,而另一个将为假。” 如果肯定的谬误推论不是通过与真实推论相同的中项得出结论,那么两个前提都全称为假也是可能的,如同中项与两个端项皆无关时那样。例如,假定动物不属于任何石头。因此,如果有人说“属于一切”,并取一个与两者皆无关的中项,例如木头:动物属于一切木头,木头属于一切石头,他就把两者都取作了全称假。但把两者都取作部分为假是不可能的。然而,如果你取一个比小项更特殊的项为中项,例如碰巧取雷石,则可以使大前提全称为假,而小前提部分为假;因为动物属于一切雷石,雷石属于一切石头,而[小前提]是部分为假的;因为石头也包含雷石。然而相反地,如果你取一个比大项更普遍的项为中项,你将使大前提部分为假,而小前提全称为假;例如动物、有灵魂的、石头。因此,照这样两者皆为假。但一者为假而另一者为真也是可能的。因为如果中项在大项之下,大前提将为真,而小前提将为假;例如动物属于一切人,人属于一切石头。反之,如果中项包含小项,大前提为假,而小前提为真;例如动物属于一切无灵魂的,无灵魂的属于一切石头。一者为真而另一者部分为假也是可能的。例如,如果我取一个比大项更普遍但也能属于小项的项为中项,大前提将部分为假,而小前提为真;例如动物属于一切物体,物体属于一切石头。但如果中项无论对大项还是对小项而言都更为特殊,大前提为真,而小前提部分为假;例如物体属于一切石头,石头属于一切实体。但必须指出的是,在这里结论也是部分为假的。而在结论全称为假时,大前提为真而小前提部分为假是不可能的。因为如果Α真实地属于一切Γ,而Γ真实地属于某些Β(因为部分为假就意味着在某种程度上为真),那么就会推导出Α真实地属于某些Β;然而原本却假定它不属于任何一个。因此,大前提全称为真而小前提部分为假是不可能的。

§1.330

"Ἐγχωρεῖ γὰρ τὸ Α πλείοσιν ὑπάρχειν, ἃ οὐκ ἔστιν ὑπάλληλα." Ἐνταῦθα ἀντὶ τοῦ κατηγορεῖσθαι ἤτοι καταφατικῶς ἢ ἀποφατικῶς εἴληπται τὸ ὑπάρχειν. ἐπεὶ γὰρ ὑπόκειται τὸ Α μηδενὶ τῷ Β ὑπάρχειν, ὑπέθετο δὲ καὶ αὐτὸς τὸ Α παντὶ τῷ Δ, ὡς συνάγεσθαι δηλονότι τὸ Δ οὐδενὶ τῶν Β καὶ τὸ Β οὐδενὶ τῶν Δ, οὐδέν φησι τοῦτο ἀδύνατον, πλείοσιν ὑπάρχοντος τοῦ Α ἢ καταφατικῶς ἢ ἀποφατικῶς ἢ τῷ μὲν καταφατικῶς τῷ δὲ ἀποφατικῶς ἐκεῖνα μὴ εἶναι ὑπάλληλα.2 οἷον τὸ Α τῷ μὲν Δ παντὶ τῷ δὲ Β μηδενὶ ὑπαρχέτω· λέγω ὅτι οὐδὲ ἀλλήλοις ὑπάρχουσι τὸ Β Δ ἐν δευτέρῳ σχήματι. καὶ ὅροι τούτων ζῷον, ἄνθρωπος, λίθος. ἀλλὰ καὶ ἀμφοτέρων καταφατικῶς κατηγορείσθω τι, οἷον ζῷον καὶ ἀνθρώπου καὶ ἵππου, καὶ ἀμφοτέρων ἀποφατικῶς, ὡς ζῷον λίθου καὶ ξύλου. καὶ δῆλον ὅτι οὔτε ἄνθρωπος καὶ λίθος οὔτε ἄνθρωπος καὶ ἵππος ὑπάρχουσιν ἀλλήλοις οὔτε λίθος καὶ ξύλον.

“因为Α可能属于多个互不从属的事物。” 在这里,“属于”被用来代替肯定地或否定地“被述说”。因为既然假定Α不属于任何Β,而[亚里士多德]自己也设定了Α属于一切Δ,以致显然可以推导出Δ不属于任何Β且Β不属于任何Δ,他说这绝非不可能:当Α肯定地或否定地、或者对一者肯定地而对另一者否定地属于多个事物时,那些事物互不从属。例如,让Α属于一切Δ,但不属于任何Β;我说在第二格中Β和Δ也互不属于。这些项的例子是动物、人、石头。此外,让某物对两者都被肯定地述说,例如动物既述说人又述说马;并且对两者都被否定地述说,如动物对石头和木头。显然,无论人与石头、人与马,还是石头与木头,都互不属于。

§1.331

"Τὴν δὲ ΔΒ ἐνδέχεται καὶ ἀληθῆ εἶναι καὶ ψευδῆ." Ἐάν, φησίν, ὁ μέσος ὅρος μὴ ὑπὸ τὸν μείζονα ᾖ, ἐξ ἀνάγκης μὲν ἡ μείζων πρότασις ψευδὴς ἔσται, εἴ γε καταφάσκεται ὁ μείζων τοῦ ἀλλοτρίου, τὴν δὲ ἐλάττονα ἐνδέχεται ποτὲ μὲν ψευδῆ εἶναι ποτὲ δὲ ἀληθῆ. ἐὰν μὲν γὰρ ὁ μέσος καὶ τοῦ ἐλάττονός ἐστιν ἀλλότριος, καὶ ἡ ἐλάττων ψευδής· τὰ δὲ παραδείγματα εἴπομεν. ἐὰν δὲ περιέχῃ τὸν ἐλάττονα, ἀληθὴς ἔσται ἡ ἐλάττων· οἷον ζῷον, ἐπιστήμη καὶ μουσική· ζῷον μὲν γὰρ πάσῃ ἐπιστήμῃ ψευδῶς, ἐπιστήμη δὲ πάσῃ μουσικῇ ἀληθῶς.

“但ΔΒ[前提]可能为真也可能为假。” 他说,如果中项不在大项之下,既然大项对无关的事物被肯定,大前提必然为假,但小前提则可能有时为假有时为真。因为如果中项与小项也无关,小前提也为假;其例证我们已经讲过。反之,如果它包含小项,小前提将为真;例如动物、知识和音乐;因为动物属于一切知识是假的,而知识属于一切音乐则是真的。

语法注2 条
  1. 1.329μὴ διὰ τοῦ αὐτοῦ μέσου τῷ ἀληθεῖ περαίνηται

    与格 τῷ ἀληθεῖ 与 τοῦ αὐτοῦ 搭配,表示对照/同一性(“与真实推论相同的[中项]”)。动词 περαίνηται 为被动态,意为“被得出结论”。

  2. 1.330οὐδέν φησι τοῦτο ἀδύνατον, πλείοσιν ὑπάρχοντος τοῦ Α ἢ καταφατικῶς ἢ ἀποφατικῶς ἢ τῷ μὲν καταφατικῶς τῷ δὲ ἀποφατικῶς ἐκεῖνα μὴ εἶναι ὑπάλληλα

    主句核心结构为 οὐδέν φησι τοῦτο ἀδύνατον [εἶναι](他说这绝非不可能)。代词 τοῦτο 的具体内容由说明性的带不定式宾格短语 ἐκεῖνα μὴ εἶναι ὑπάλληλα(那些事物互不从属)承担,两者之间插入了表示条件的冗长独立属格结构(πλείοσιν ὑπάρχοντος τοῦ Α ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:211.15-213.10