← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§210.6-211.14

第一格与第二格中两前提或单前提的真伪条件

约安·斐洛庞诺斯解释了在第一格中间接谬误推论中两个前提皆假或一真一假的条件,随后指出在第二格中两前提不可能全称为假,并阐明在第一格的肯定谬误推论中使用固有中项时只有大前提为假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.325

" Ληπτέαι γὰρ ἐναντίως ἢ ὡς ἔχουσιν αἱ προτάσεις, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι." Ἐναντίως δηλονότι ἢ ὡς ἔχουσι φύσεως.1 εἰ γὰρ τὸ Γ ὑπὸ τὸ Α ἐστί, παντὶ δῆλον ὅτι τῷ Γ ὑπάρχει τὸ Α· ἀλλὰ μὴν τὸ Γ οὐδενὶ τῷ Β ὑπάρχει. εἰ οὖν δεῖ συλλογιστικὸν γενέσθαι τὸ σχῆμα, ἐναντίως λαμβανέσθωσαν ἢ ἔχουσιν, ὥστε τὴν μείζονα ἀποφατικὴν γενέσθαι καταφατικὴν δὲ τὴν ἐλάττονα. οὕτως οὖν λαμβανόμεναι ἀμφότεραι ψευδεῖς ἔσονται.

“因为前提必须与它们原本的所是相反地被设定,如果将要成其为推论的话。” 显然是与它们依本性的所是相反。因为如果Γ在Α之下,显然Α属于一切Γ;然而Γ不属于任何Β。因此,如果该格必须具有推论效力,就让它们与原本的所是相反地被设定,以致大前提成为否定的,而小前提成为肯定的。因此,以这种方式被设定时,两者都将是假的。

§1.326

"Ὅταν δὲ μὴ ᾖ ὑπὸ τὸ Α τὸ μέσον." Λέγει πῶς ἡ μὲν ἑτέρα ψευδὴς ἡ δὲ ἑτέρα ἀληθὴς γίνεται. ὅταν, φησίν, ὁ μέσος ἀλλότριος ᾖ τοῦ μείζονος· ἀληθῶς γὰρ αὐτοῦ ἀποφάσκεται ἐξ ἀνάγκης. τοῦ οὖν Α μηδενὶ τῷ Γ ὑπάρχοντος ἀληθῶς οὐδὲ τὸ Γ οὐδενὶ τῷ Β ὑπάρξει· εἰ οὖν ληφθῇ παντί,2 ψευδὴς ἔσται. εἰ δέ τις λέγοι ὅτι ἐνδέχεται τὸ μὲν Α μηδενὶ τῶν Γ ὑπάρχειν, τὸ δὲ Γ παντὶ τῷ Β, καὶ τὸ Α δῆλον ὅτι οὐδενὶ τῶν Β ὑπάρξει· ὑπέκειτο δὲ παντί.

“但是,当中项不在Α之下时。” 他在说明一个如何为假而另一个如何为真。他说,这是当中项与大项无关的时候;因为必然地,〔大项〕真实地就它而被否定。因此,既然Α真实地不属于任何Γ,Γ也将不属于任何Β;所以如果假定它属于一切,它将是假的。但是,如果有人说可能出现Α不属于任何Γ而Γ属于一切Β的情况,那么显然Α也将不属于任何Β;然而原本却假定它属于一切。

§1.327

"Διὰ δὲ τοῦ μέσου σχήματος γινομένης τῆς ἀπάτης ἀμφοτέρας μὲν οὐκ ἐνδέχεται ψευδεῖς εἶναι τὰς προτάσεις ὅλας." Εἰπὼν πῶς ἐν τῷ πρώτῳ σχήματι γίνεται ὁ τῆς ἐμμέσου ἀπάτης συλλογισμὸς ἀποφατικὸς ὢν ἀντικείμενος τῇ ἀληθεῖ καταφάσει, νῦν λέγει πῶς καὶ ἐπὶ τοῦ δευτέρου σχήματος γίνεται, καὶ πρῶτον μέν, ὅπερ καὶ ἐν τοῖς ἀμέσοις λέγει, ὅτι οὐκ ἐνδέχεται καὶ ἐπὶ τούτου ἀμφοτέρας καθόλου ψευδεῖς λαβεῖν. αἱ δὲ ἀποδείξεις αἱ αὐταί. ἀμφοτέρας μέντοι ἐνδέχεται ἐπί τι ψευδεῖς λαβεῖν. καὶ ἵνα συντόμως εἴπω, ἅπερ ἐπὶ τῶν ἀμέσων συμβαίνειν ἐδείξαμεν προτάσεων, ταὐτὰ καὶ ἐπὶ τούτων συμβήσεται.

“当谬误通过第二格产生时,不可能两个前提都整体为假。” 在说明了与真实的肯定相对立的否定的间接谬误推论如何在第一格中产生之后,他现在说明它如何在第二格中也产生,首先指出——正如他在无媒介前提的情形中所指出的——在这一格中将两者都取为全称假也是不可能的。其证明是相同的。然而,将两者都取为部分为假是可能的。简而言之,我们在无媒介前提的情形中所表明会发生的事情,在这些[间接前提]中同样会发生。

§1.328

"Ἐὰν δὲ ᾖ καταφατικός, ὅταν μὲν διὰ τοῦ οἰκείου μέσου, ἀδύνατον ἀμφοτέρας εἶναι ψευδεῖς." Εἰπὼν περὶ τῆς ἀποφατικῆς ἀπάτης τῆς μὴ ἀμέσου βούλεται καὶ περὶ τῆς καταφατικῆς εἰπεῖν. πάλιν δὲ καὶ αὕτη ἐν μόνῳ τῷ πρώτῳ σχήματι· τὸ γὰρ δεύτερον ἀποφατικὰ πάντα συνάγει, τὸ δὲ τρίτον μερικά. ἐπὶ τούτου οὖν, ὅταν ὁ τῆς ἀπάτης συλλογισμὸς διὰ τοῦ αὐτοῦ μέσου γένηται δι’ οὗ καὶ ὁ ἀληθὴς εἴτε ἀποδεικτικὸς εἴτε διαλεκτικός, ἀνάγκη πᾶσα τὴν μὲν ἐλάττονα ἀεὶ εἶναι ἀληθῆ (ἡ αὐτὴ γάρ ἐστι τῇ τοῦ ἀληθοῦς συλλογισμοῦ) τὴν δὲ μείζονα ἀεὶ ψευδῆ. ἀποφατικῆς γὰρ οὔσης τῆς μείζονος ἐν τῷ ἀληθεῖ συλλογισμῷ ἐν τῷ τῆς ἀπάτης μεταληφθήσεται εἰς καταφατικήν, ἵνα γένηται καταφατικὸν τὸ συμπέρασμα· εἰ τοίνυν ἡ ἀποφατικὴ ἀληθής, ἡ καταφατικὴ ψευδὴς ἔσται. μόνον οὖν ἡ μείζων καθόλου ψευδὴς ἔσται· εἰ γὰρ ἀντιστραφείη ἡ ἐλάττων, ἀσυλλόγιστον ποιεῖ τὸ σχῆμα.3 ὥστε ἡ μὲν ἐλάττων ἀεὶ ἀληθής ἐστιν, ἡ δὲ μείζων ψευδής.

“但如果[推论]是肯定的,当通过固有的中项时,两者皆假是不可能的。” 在谈论了非无媒介的否定谬误之后,他也希望谈论肯定谬误。但这同样仅存在于第一格中;因为第二格总是推导出否定结论,而第三格推导出特称结论。因此在这种情况下,当谬误的推论通过与真实的推论(无论是论证性的还是辩证性的)所通过的同一个中项产生时,小前提始终为真(因为它是与真实推论的小前提相同的)而大前提始终为假,乃是绝对必然的。因为,既然大前提在真实推论中是否定的,在谬误推论中它将被转换为肯定的,以便结论成为肯定的;因此,如果否定前提为真,肯定前提就将为假。因此,唯有大前提将全称为假;因为如果小前提被反转,就会使该格失去推论效力。所以小前提始终为真,而大前提为假。

语法注3 条
  1. 1.325ἢ ὡς ἔχουσι φύσεως

    与 ἔχουσι 连用的属格 φύσεως 是伴随表状态的不及物动词(ἔχω + 副词)的关系属格或限定属格,意为“就本性而言”或“按其本性”。句首的 Ἐναντίως δηλονότι 属于省略句,需承前补出引文中的动词概念(ληπτέαι εἰσίν)。

  2. 1.326εἰ δέ τις λέγοι ὅτι ἐνδέχεται τὸ μὲν Α μηδενὶ τῶν Γ ὑπάρχειν, τὸ δὲ Γ παντὶ τῷ Β, καὶ τὸ Α δῆλον ὅτι οὐδενὶ τῶν Β ὑπάρξει· ὑπέκειτο δὲ παντί.

    条件从句 εἰ δέ τις λέγοι(祈愿语气)引入由 ὅτι 引导的间接陈述;主句以 καὶ τὸ Α δῆλον ὅτι... 引出其必然后果(通过第一格消极推论 Celarent 得出)。末尾独立的转折句 ὑπέκειτο δὲ παντί 揭示了其与原设定的矛盾,从而完成归谬论证。

  3. 1.328εἰ γὰρ ἀντιστραφείη ἡ ἐλάττων, ἀσυλλόγιστον ποιεῖ τὸ σχῆμα

    带有祈愿语气的条件从句 ἀντιστραφείη 表示设想的前提,而直陈式主句 ποιεῖ 则表达其必然的逻辑结论。这里的 ἀντιστραφείη 并非指项的换位(主述颠倒),而是指由肯定向否定的质的变动(反转);在第一格中小前提若变为否定,将导致该式无推论效力(ἀσυλλόγιστον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:210.6-211.14