← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§208.24-210.5

通过非固有中项的第一格否定谬误推论

斐洛波诺斯论述了在第一格否定推论中,当使用辩证序列的中项时其结果与论证序列相同(80b26–31),随后分析了通过非固有的中项所作的谬误推论,分类阐明了两个前提全称或部分为假的诸种条件,并证明了前提真假组合的可能与不可能之情形(80b32)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.322

" Ὁμοίως δὲ καὶ εἰ ἐξ ἄλλης συστοιχίας ληφθείη τὸ μέσον." Ἐξ ἄλλης φησὶ συστοιχίας, τουτέστι μὴ ἐξ ἧς οἱ ἀποδεικτικοὶ μέσοι ἐλήφθησαν, ἀλλ’ ἐξ ἧς ληφθεῖεν ἂν οἱ διαλεκτικοί. καὶ ἐπὶ τούτων οὖν, εἰ τῷ αὐτῷ μέσῳ χρήσεται ὁ τῆς ἀπάτης ᾧ καὶ ὁ διαλεκτικὸς συλλογισμὸς ἐχρήσατο, τὰ αὐτὰ συμβήσεται.

“同样,如果中项取自另一序列。” 他说取自另一序列,也就是说,不是取自论证性中项所取自的序列,而是取自辩证性中项可以取自的序列。因此在这些情况下,如果谬误的推论使用辩证推论所使用的同一个中项,同样的结果将会发生。

§1.323

"Καὶ σχεδὸν ἥ γε τοιαύτη ἀπάτη." Ἡ αὐτή ἐστι, φησίν, ἀπάτη ἡ περὶ τὸν ἀποδεικτικὸν συλλογισμὸν λαμβανομένη τῇ περὶ τὸν διαλεκτικόν,1 ὅταν τῷ αὐτῷ χρήσηται μέσῳ ὅ τε τῆς ἀπάτης καὶ ὁ τὸ ἀληθὲς συνάγων· ἐπ’ ἀμφοτέρων γὰρ ἡ μὲν μείζων ἀεὶ ψευδής, ἡ δὲ ἐλάττων ἀεὶ ἀληθής. διαφέρουσι δὲ διὰ τὸ τοὺς μέσους ἐξ ἄλλης καὶ ἄλλης συστοιχίας εἶναι, ὡς εἴρηται.

“而且这种谬误几乎〔是同一的〕。” 他说,每当谬误的〔推论〕与推导真理的〔推论〕使用同一个中项时,关于论证性推论所设定的谬误与关于辩证推论的谬误就是同一的;因为在这两种情况下,大前提始终为假,而小前提始终为真。但正如已经指出的,它们之所以不同,乃是因为中项出自不同的序列。

§1.324

"Ἐὰν δὲ μὴ διὰ τοῦ οἰκείου μέσου γίνηται ὁ συλλογισμός." Ἐάν, φησί, μὴ τῷ αὐτῷ χρήσηται μέσῳ ὁ τῆς ἀπάτης συλλογισμὸς ᾧ καὶ ὁ τῆς ἀληθείας ἐχρήσατο ἀλλ’ ἑτέρῳ, ἐνδέχεται καὶ ἀμφοτέρας ψευδεῖς καθόλου λαβεῖν. οἷον εἰ ὁ μέσος ληφθῇ τοιοῦτος ὡς εἶναι μὲν ὑπὸ τὸν μείζονα ἀντιδιῃρῆσθαι δὲ τῷ ἐλάττονι·2 οἷον εἰ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχει, θέλων δὲ δεῖξαι ὅτι οὐδενὶ λάβῃ μέσον ὅρον, εἰ τύχοι, τὸν ἵππον· ζῷον γὰρ οὐδενὶ ἵππῳ, ἵππος παντὶ ἀνθρώπῳ, καὶ ἀμφότεραι ψευδεῖς καθόλου. ἐὰν δὲ ὁ μέσος ὅρος ληφθῇ μερικώτερος τοῦ ἐλάττονος, ἡ μὲν μείζων ἔσται ὅλη ψευδής, ἡ δὲ ἐλάττων ἐπί τι ψευδής. οἷον εἰ τὸ ζῷον παντὶ ἀλόγῳ ὑπάρχει, λάβωμεν δὲ μέσον τὸ χρεμετιστικόν· ζῷον μὲν γὰρ οὐδενὶ χρεμετιστικῷ, καὶ ἔστιν ὅλη ψευδής· χρεμετιστικὸν δὲ παντὶ ἀλόγῳ, καὶ ἔστιν ἐπί τι ψευδής. δυνατὸν δὲ καὶ τὴν μείζονα λαβεῖν ἐπί τι ψευδῆ τὴν δὲ ἐλάττονα καθόλου ψευδῆ, ἐὰν λάβωμεν τοιοῦτον μέσον ὃς τοῦ μὲν ἐλάττονός ἐστιν ἀλλότριος, τῷ δὲ μείζονι τινὶ μὲν ὑπάρχει τινὶ δὲ οὐχ ὑπάρχει, οἷον λογικόν, θνητόν, ἄγγελον· λογικὸν μὲν γὰρ οὐδενὶ θνητῷ, καὶ ἔστιν ἐπί τι ψευδής· θνητὸν δὲ παντὶ ἀγγέλῳ, καὶ ἔστι καθόλου ψευδής. οὕτω μὲν οὖν ἀμφοτέρων οὐσῶν ψευδῶν. δυνατὸν δὲ καὶ τὴν μὲν ἑτέραν ἀληθῆ τὴν δ’ ἑτέραν ψευδῆ εἶναι. εἰ μὲν οὖν ὁ μέσος ἀμφοτέρων τῶν ἄκρων ἀλλότριος ληφθείη, ἡ μὲν μείζων ἀληθὴς ἔσται, ἡ δὲ ἐλάττων καθόλου ψευδής. οἷον ζῷον, λίθος, ἄνθρωπος· ζῷον μὲν γὰρ οὐδενὶ λίθῳ, λίθος δὲ παντὶ ἀνθρώπῳ. ἔστι δὲ ἡ μὲν μείζων ἀεὶ ἀληθής· ἀποφατικὴ γάρ· ἡ δὲ ἐλάττων ἀεὶ ψευδής· τὸ γὰρ μέσον ἀμφοῖν ἀλλότριον, ὥστε ἀληθῶς3 μὲν αὐτοῦ τὸ μεῖζον ἀποφάσκεται, ψευδῶς δὲ αὐτὸ τοῦ ἐλάττονος κατηγορεῖται. τὴν ἐλάττονα δὲ ἀληθῆ λαβεῖν καὶ τὴν μείζονα ψευδῆ οὐκ ἐνδέχεται τοῦ μέσου μὴ ὄντος οἰκείου· εἰ γὰρ τὸ Γ τῷ Β παντί, ἔστι δὲ καὶ τὸ Α τῷ Β παντί, καὶ τὸ Α τῷ Γ τινί· ὑπόκειται δὲ καὶ οὐδενί. καὶ ἄλλως· εἰ τὸ Β καὶ ὑπὸ τὸ Γ ἐστὶ καὶ ὑπὸ τὸ Α, καὶ τούτων θάτερον ὑπὸ θάτερον ἔσται, ὥστε οὐ δύνανται ἀποφάσκεσθαι ἀλλήλων τὸ Α καὶ τὸ Γ. ἀλλ’ οὐδὲ ἀληθῆ μὲν τὴν μείζονα οἷόν τε λαβεῖν τὴν δὲ ἐλάττονα ἐπί τι ψευδῆ. οἷον εἰ τὸ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Β ἀληθῶς· εἰ γὰρ τὸ Γ παντὶ τῷ Β ἐπί τι ψευδῶς, τινὶ ἄρα ἀληθῶς· ὥστε καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ Β· ὑπόκειται δὲ καὶ παντί, ὅπερ ἀδύνατον.

“但是,如果推论不是通过固有的中项产生。” 他说,如果谬误的推论不使用真理推论所使用的同一个中项,而是使用另一个中项,那么把两个[前提]都取为全称假也是可能的。例如,如果中项被取为在大项之下但与小项相并列分立;例如,如果动物属于每个人,但希望证明动物不属于任何人的人,若是把马取为中项:因为动物不属于任何马,马属于每个人,两个前提都是全称假。但如果中项被取为比小项更为特称(更狭隘),大前提将是整体为假,而小前提则是部分为假。例如,如果动物属于一切无理性的物,而我们将有嘶叫能力的取为中项:因为动物不属于任何有嘶叫能力的,这是整体为假;而有嘶叫能力的属于一切无理性的物,这是部分为假。如果我们将这样一个中项取为与小项无关,而属于大项的某一部分且不属于某一部分,那么将大前提取为部分为假而小前提取为全称假也是可能的;例如理性物、有死者、天使:因为理性物不属于任何有死者,这是部分为假;而有死者属于一切天使,这是全称假。在两前提皆假的情况下,情况便是如此。但是,也有可能一个是真而另一个是假。如果中项被取为与两个极端项皆无关,大前提将为真,而小前提将全称为假。例如动物、石头、人:因为动物不属于任何石头,而石头属于每个人。并且大前提始终为真(因为它是否定的),而小前提始终为假;因为中项与两者皆无关,以致大项真实地对它加以否定,而它虚妄地被述谓于小项。然而,在中项并非固有中项的情况下,将小前提取为真而大前提取为假是不可能的;因为如果Γ属于一切Β,且Α也属于一切Β,那么Α也属于某个Γ;但〔在大前提中〕却假定它不属于任何一个。另一种说法是:如果Β既在Γ之下又在Α之下,这两者中的一个也将在另一个之下,因此Α和Γ不能互相否定。然而,将大前提取为真而小前提取为部分为假也是不可能的。例如,如果Α不属于任何Γ,而Γ真实地属于某个Β;因为如果“Γ属于一切Β”是部分为假,那么它属于某个[Β]就是真实的;从而Α不属于一切Β;但它原本假定属于一切,这是不可能的。

语法注3 条
  1. 1.323Ἡ αὐτή ἐστι, φησίν, ἀπάτη ἡ περὶ τὸν ἀποδεικτικὸν συλλογισμὸν λαμβανομένη τῇ περὶ τὸν διαλεκτικόν

    与格短语 τῇ περὶ τὸν διαλεκτικόν 由表语 ἡ αὐτή(“与……同一”)所支配。整句的骨干为:“关乎论证性推论所设定的谬误(主语)与关乎辩证推论的[谬误]是同一的”。

  2. 1.324ἀντιδιῃρῆσθαι δὲ τῷ ἐλάττονι

    动词 ἀντιδιαιρέω 的被动(或中动)完成体不定式,与与格 τῷ ἐλάττονι(小项)连用,意为“与小项相并列分立(互为对立同级项)”。它在 ὡς 引导下与前面的 εἶναι μὲν ὑπὸ τὸν μείζονα 并列对比。

  3. 1.324εἰ γὰρ τὸ Γ παντὶ τῷ Β ἐπί τι ψευδῶς, τινὶ ἄρα ἀληθῶς

    两分句中皆省略了动词 ὑπάρχει。此处表达反证法中的前提等价推论:“因为如果[命题]‘Γ属于一切Β’是部分为假,那么[它属于]某些则是真实的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:208.24-210.5