- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:20.3-21.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德在《后分析篇》第一卷第二章(71b9)进至证明的定义时,为何首先提出更为熟知的无条件科学知识的定义,并阐明了科学知识的两个标准:认识原因及其必然性。
" Ἐπίστασθαι δὲ οἰόμεθα ἕκαστον ἁπλῶς, ἀλλὰ μὴ τὸν σοφιστικὸν τρόπον τὸν κατὰ συμβεβηκός." Δύο τρόπων ὄντων καθ’ οὓς γινώσκομέν τι, ἢ διδασκαλίας καὶ μαθήσεως ἢ ζητήσεως καὶ εὑρέσεως, δείξας ὅτι ἐφ’ ἑκατέρου ἐκ προεγνωσμένων τινῶν ἡ γνῶσις ἡμῖν παραγίνεται, εἰπών τε καὶ τίνα ἐστὶν ἃ προεγνῶσθαι ὀφείλει, ὅτι ἁπλῶς μὲν ἐπὶ πάσης ἐπιστήμης τὰ κοινὰ ἀξιώματα, οἷον ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ὥσπερ ἐπὶ τῶν καθ’ ἕκαστα ἐπιστημῶν τὰ ἴδια ἑκάστης ἐπιστήμης,1 καὶ ὅτι καθ’ ἑκάστην ἀπόδειξιν προεγνῶσθαι δεῖ πρὸς τοῖς ἀξιώμασι τό τε δεδομένον καὶ τὸ ζητούμενον, νῦν λοιπὸν περὶ ἀποδείξεως βούλεται διαλαβεῖν2 καὶ εἰπεῖν τί ποτέ ἐστιν ἀπόδειξις καὶ ὅτι ἐξ ὁμολογουμένων προτάσεων ὁ ἀποδεικτικὸς συλλογισμὸς γίνεται. ἀντὶ δὲ τῆς ἀποδείξεως τὴν ἐπιστήμην καὶ τὸ ἐπίστασθαι λαμβάνει· γνωριμώτερα γὰρ ταῦτα τῆς ἀποδείξεως καὶ τοῖς πολλοῖς εἰσιν· ἕκαστος γοῦν ἐπίστασθαι μέν τι οἴεται, ἀποδεικνύναι δὲ τί ποτέ ἐστιν ὁ πολὺς ἄνθρωπος οὐκ οἶδε. διαφέρει δὲ ἐπιστήμη τε καὶ τὸ ἐπίστασθαι ἀποδείξεως, ὅτι ἐπιστήμη μέν ἐστιν αὐτὴ ἡ διάθεσις ἡ ἐγγινομένη ἡμῖν περὶ τῶν πραγμάτων, ἀπόδειξις δὲ ἡ ὁδὸς καθ’ ἣν ἡ τούτων γίνεται γνῶσις. καὶ ἄλλως καθολικωτέρα ἐστὶν ἡ ἐπιστήμη τῆς ἀποδείξεως· εἴ τι μὲν γὰρ ἀπόδειξις, πάντως καὶ ἐπιστήμη· οὐκ εἴ τι δὲ ἐπιστήμη, ἤδη καὶ ἀπόδειξις. αἱ γὰρ κοιναὶ ἔννοιαι ἐπιστῆμαι μέν εἰσιν, ἀποδείξεις δ’ οὔ· ἀναπόδεικτοι γάρ εἰσιν ἐπιστῆμαι αἱ κοιναὶ ἔννοιαι. λέγεται δὲ καὶ εἰδικώτερον ἐπιστήμη, ἥτις εἰς ταὐτὸν συντρέχει τῇ ἀποδείξει, περὶ ἧς νῦν ζητεῖ. οὐχ ὡς ἀπὸ εἴδους 〈οὖν〉 τῆς ἀποδείξεως ἐπὶ τὴν γενικὴν ἐπιστήμην μετῆλθεν, ἀλλ’ ὡς ἐπὶ σαφέστερον τὴν μετάληψιν ἐποιήσατο ἐκ τῆς ἀποδείξεως εἰς τὴν ἰσοδυναμοῦσαν ἐπιστήμην,3 ὡς τὸ ῥητὸν εἰπόντες δείξομεν. ἵνα οὖν μάθωμεν τί ποτέ ἐστιν ἡ ἀπόδειξις, πρότερον τί ποτέ ἐστιν ἡ ἐπιστήμη παραδίδωσι. καὶ φησὶν ὅτι ἐπίστασθαι τότε λεγόμεθα τὸ πρᾶγμα οὕτως ἔχειν, ὅταν καὶ τὴν αἰτίαν αὐτοῦ, καθ’ ἣν οὕτως ἔχει, γινώσκωμεν καὶ ὅτι οὐκ ἐνδέχεται τοῦτο ἄλλως ἔχειν, οἷον ὅτι ἔκλειψις σεληνιακὴ μὲν γίνεται διὰ τὴν τῆς γῆς ἀντίφραξιν, ἡλιακὴ δὲ διὰ τὴν ὑποδρομὴν τῆς σελήνης· καὶ λεγόμεθα τοῦτο ἐπίστασθαι, ὅτι πεπείσμεθα ὡς τὰ εἰρημένα συμπτώματα τούτων ἐστὶν αἴτια καὶ οὐκ ἐνδέχεται ἄλλως ἔχειν. ὅτι δὲ τοῦτό ἐστιν ἡ ἐπιστήμη, πιστοῦται ἐκ τῆς κοινῆς πάντων περὶ αὐτῆς ἐννοίας. Ἐπίστασθαι δὲ οἰόμεθα ἁπλῶς.
“我们认为自己无条件地知晓每一事物,而不是以偶性的诡辩方式知晓,”既然我们借以认识某物的途径有两种,要么通过讲授与学习,要么通过探求与发现;在表明了在这两种途径中,知识对我们而言都是从某些预先已知的事物中产生的,并说明了应当预先知道的事物是哪些之后——即在一切科学中无条件地是公理,比如对任何事物要么肯定要么否定,正如在各门具体科学中是每门科学固有的原理,并且在每一个证明中,除了公理之外,还必须预先知道所给定的东西和所探求的东西——他现在余下的任务是想要探讨证明,说明证明到底是什么,以及证明的三段论是从已被同意的前提中产生的。他用科学与知晓来代替证明;因为这些对于大众来说也比证明更为熟知。无论如何,每个人都认为自己知道某事,但一般人却并不知道证明到底是什么。科学与知晓不同于证明,因为科学是在我们心中关于诸事物的状态本身,而证明则是对这些事物的认识得以产生的途径。从另一个方面看,科学也比证明更具普遍性:因为如果某物是证明,它必定也是科学;但若某物是科学,却并不已经是证明。因为共同概念是科学,但不是证明;共同概念乃是不可证明的知识。科学也指更为具体的一种,它与证明在同一事物上吻合,而他现在所探究的正是关于这种科学。因此,他并不是从作为种的证明过渡到属的科学,而是为了更为明晰,把证明替换为与其等效的科学,这一点我们将在陈述原文后予以说明。因此,为了让我们了解证明究竟是什么,他首先传授了科学究竟是什么。他说,当我们既认识到事情之所以如此的原因,又认识到这件事情不可能以其他方式存在时,我们才被说成是知晓事情如此;例如,月食是由于地球的遮挡而发生,日食则是由于月亮潜行于下方而发生;我们之所以被说成是知晓这一点,是因为我们确信所说的偶性是这些现象的原因,并且不可能以其他方式存在。至于这就是科学,乃是由众人关于科学的共同概念所确证的:“我们认为自己无条件地知晓”。
- 1.19ὥσπερ ἐπὶ τῶν καθ’ ἕκαστα ἐπιστημῶν τὰ ἴδια ἑκάστης ἐπιστήμης
此处与前文的 ὅτι ἁπλῶς μὲν ἐπὶ πάσης ἐπιστήμης τὰ κοινὰ ἀξιώματα [προεγνῶσθαι ὀφείλει] 形成对称,省略了谓语部分(προεγνῶσθαι ὀφείλει,“应当预先知道”)。ὥσπερ 引出具体科学中各自特有原理的平行并列要求。
- 1.19Δύο τρόπων ὄντων καθ’ οὓς γινώσκομέν τι... νῦν λοιπὸν περὶ ἀποδείξεως βούλεται διαλαβεῖν
句首的独立属格(Δύο τρόπων ὄντων...)与两个主格分词(δείξας, εἰπών)作为主语(亚里士多德)的伴随动作,对前文的论证进行了总结,最终统领至主句谓语 βούλεται διαλαβεῖν。句子的基本骨架是:“在表明了……并说明了……之后,他现在想要探讨证明”。
- 1.19ἀλλ’ ὡς ἐπὶ σαφέστερον τὴν μετάληψιν ἐποιήσατο ἐκ τῆς ἀποδείξεως εἰς τὴν ἰσοδυναμοῦσαν ἐπιστήμην
μετάληψις 是逻辑学和修辞学术语,意为“替换”或“换用等效术语”。介词短语 ἐκ τῆς ἀποδείξεως 和 εἰς τὴν ἰσοδυναμοῦσαν ἐπιστήμην 指明了替换的起点和终点,而 ὡς ἐπὶ σαφέστερον 则表示这一替换的目的和取向(走向更为明晰之物)。
