- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:207.1-208.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯解释了在有间前提中利用固有中项进行第一格否定谬误推论的情形(80b17–80b24),指明小前提保持为肯定命题且为真,而只有大前提被转变为否定命题且全称为假,并论述了论证性中项与辩证性中项的序列。
" Ἐν δὲ τοῖς μὴ ἀτόμως ὑπάρχουσιν ἢ μὴ ὑπάρχουσιν, ὅταν μὲν διὰ τοῦ οἰκείου μέσου γίνηται τοῦ ψεύδους ὁ συλλογισμός, οὐχ οἷόν τε ἀμφοτέρας ψευδεῖς εἶναι τὰς προτάσεις." Προέθετο παραδοῦναι τοὺς τῆς ἀπάτης συλλογισμοὺς κατὰ πόσους γίνονται τρόπους. εἰρηκὼς δὲ ὅτι ἢ περὶ τὰς ἀμέσους γίνονται προτάσεις ἢ περὶ τὰς ἐμμέσους, νῦν μετέρχεται εἰς τὸ διδάξαι πῶς γίνονται καὶ περὶ τὰς ἐμμέσους προτάσεις. καὶ ἐν μὲν ταῖς ἀμέσοις πρότερον παραδέδωκε τοὺς καταφατικοὺς τῆς ἀπάτης συλλογισμοὺς τὸ μηδενὶ ὑπάρχον παντὶ ὑπάρχειν λέγοντας· νῦν δὲ πρώτους τοὺς ἀποφατικοὺς παραδίδωσι τὸ παντὶ ὑπάρχον μηδενὶ λέγοντας ὑπάρχειν, καὶ πρώτους γε τοὺς ἐν τῷ πρώτῳ σχήματι. καὶ φησὶν ὅτι, ὅταν μὲν ὁ τῆς ἀπάτης συλλογισμὸς διὰ τοῦ αὐτοῦ μέσου συνάγῃ τὸ ψεῦδος δι’ οὗ καὶ τὸ ἀληθὲς συνάγεται, πάντως ἡ μὲν ἐλάττων πρότασις ἀληθὴς ἔσται, ἡ δὲ μείζων πάντως ψευδὴς καὶ καθόλου ψευδής. εἰ γὰρ ἀληθῶς συνῆκται ὅτι τὸ Α παντὶ τῷ Β διὰ μέσου τοῦ Γ, τοῦ μὲν Α παντὶ τῷ Γ ὑπάρχοντος τοῦ δὲ Γ παντὶ τῷ Β, βούλεται δὲ ὁ τῆς ἀπάτης συλλογισμὸς συναγαγεῖν ὅτι τὸ Α οὐδενὶ τῶν Β διὰ τοῦ αὐτοῦ μέσου, δῆλον ὅτι τὴν μὲν ἐλάττονα ἀεί, ὡς ἔχει φύσεως, καταφατικὴν φυλάξει, ἵνα συλλογιστικὸν μείνῃ τὸ σχῆμα, τὴν δὲ μείζονα καταφατικὴν καὶ αὐτὴν οὖσαν εἰς ἀποφατικὴν μεταλήψεται. εἰ οὖν ἀληθὲς ἦν παντὶ τῷ Γ τὸ Α ὑπάρχειν, λαμβάνει δὲ ὅτι οὐδενί, ὅλη ψευδὴς ἔσται. ἔστωσαν δὲ ὅροι οὐσία, ζῷον, ἄνθρωπος· εἰ γὰρ θελήσομεν δεῖξαι οὐσίαν παντὶ ἀνθρώπῳ ὑπάρχειν διὰ μέσου τοῦ ζῴου, χρήσεται ὁ ἀπατῶν εἰς τὸ δεῖξαι οὐδενὶ ἀνθρώπῳ οὐσίαν ὑπάρχειν τῷ αὐτῷ μέσῳ, καὶ ἐρεῖ μηδενὶ μὲν ζῴῳ ὑπάρχειν τὴν οὐσίαν, ἥτις ἐστὶν ὅλη ψευδής, ζῷον δὲ παντὶ ἀνθρώπῳ, ἥτις ἐστὶν ὅλη ἀληθής. ὥσπερ οὖν ἀποδεικτικοῦ ὄντος τοῦ συλλογισμοῦ ἡ ἐναντία ἀπάτη τῷ αὐτῷ μέσῳ χρωμένη τὴν μὲν ἐλάττονα τὴν αὐτὴν ἀεὶ φυλάττει, διότι καταφατική, τὴν δὲ μείζονα εἰς ἀποφατικὴν μεταλαμβάνουσα ψευδῆ ποιεῖ, οὕτω κἂν διαλεκτικὸς μὲν ᾖ ὁ συλλογισμὸς ἀληθὴς δέ, ὁ τὸ ἐναντίον τούτῳ συνάγων διὰ τοῦ αὐτοῦ μέσου συνάξει· λέγει γὰρ ὅτι τὴν ἐλάττονα ἀληθῆ ἕξει ἀεί, τὴν δὲ μείζονα καθόλου ψευδῆ διὰ τὰς αὐτὰς αἰτίας. εἰσὶ δὲ μέσοι μὲν ὅροι, δι’ ὧν οἱ ἀποδεικτικοὶ συνάγονται, οἱ ἐκ τῶν κατ’ οὐσίαν ὑπαρχόντων λαμβανόμενοι· οἷον εἰς τὸ δεῖξαι ὅτι ὁ ἄνθρωπος ζῷον μέσοι ἂν εἶεν ὅροι τὸ ἔμψυχον, τὸ λογικόν, τὸ δίπουν καὶ οἱ παραπλήσιοι, οὓς καὶ ἐκ τῆς αὐτῆς συστοιχίας1 καλεῖ. οἱ δὲ διαλεκτικῶς τὸ αὐτὸ συνάγοντες τὸ διαλέγεσθαι τυχὸν λαμβάνουσι μέσον ὅρον, τὸ κινεῖσθαι ἀφ’ ἑαυτοῦ, τὸ ἐγρηγορέναι ἢ καθεύδειν καὶ ὅσα τοιαῦτα· ἑκάστῳ γὰρ τούτων μέσῳ χρησάμενος συνάξεις ὅτι ὁ ἄνθρωπος ζῷον. οὓς καὶ αὐτοὺς πάλιν τῆς αὐτῆς συστοιχίας καλεῖ, διότι ἐκεῖνοι μὲν πάντες ἀποδεικτικῶς συνάγουσι τὸ συμπέρασμα, οὗτοι δὲ διαλεκτικῶς.
“但是在非不可分地属于或不属于的事物中,当虚妄的推论是通过固有的中项产生时,两个前提不可能都为假。” 他曾提出要阐明谬误的推论按多少种方式产生。在指出它们要么关乎无间的前提,要么关乎有间的前提产生之后,他现在进而教授它们在有间的前提中又是如何产生的。在无间的前提中,他先前阐明了把不属于任何事物的判定为属于一切的肯定谬误推论;现在他首先阐明把属于一切的判定为不属于任何事物的否定推论,并且首先阐明在第一格中的推论。他说,当谬误的推论通过得出真理的同一个中项来推导出虚妄时,小前提必定在一切情况下为真,而大前提必定在一切情况下为假,且是全称为假。因为如果通过中项Γ真实地推导出“Α属于一切Β”,由于Α属于一切Γ且Γ属于一切Β,但谬误的推论想要通过同一个中项推导出“Α不属于任何Β”,显然它将始终保持小前提如其自然属性那样为肯定命题,以便该格保持为可推论的,而它将把本身也为肯定的大前提转变为否定命题。因此,如果“Α属于一切Γ”原本为真,而它设定其“不属于任何一个”,它就将整体为假。设各项为实体、动物、人:因为如果我们希望通过动物这一中项证明实体属于每个人,欺骗者在证明实体不属于任何人时将使用同一个中项,并且他将说实体不属于任何动物(这是整体为假的),而动物属于每个人(这是整体为真的)。因此,正如在推论是论证性的情况下,使用同一个中项的相反谬误,因小前提是肯定的而始终保持小前提不变,却通过将大前提转变为否定命题而使其为假,同样,即使推论是辩证的但为真,推导出与此相反结论的人也将通过同一个中项来推导;因为他说,由于同样的原因,他将始终拥有真实的小前提,而大前提则全称为假。而通过其得出论证性推论的中项,是从依本质属于的事物中选取的;例如为了证明人是动物,中项可以是有生命的、理性的、双足的以及诸如此类的,他也将这些称为出自同一序列的。相反,以辩证方式推导同一结论的人,或许将对话、自身运动、清醒或睡眠以及诸如此类的事物取为中项;因为使用这些中的每一个作为中项,你都将推导出人是动物。他又把这些称为出自同一序列的,因为前者全部以论证方式得出结论,而后者则以辩证方式得出。
"Λέγω δ’ οἰκεῖον μέσον δι’ οὗ γίνεται τῆς ἀντιφάσεως ὁ συλλογισμός." Ἀντίφασιν ἐνταῦθα οὐ τὴν κυρίως ἀντίφασιν λέγει ἀλλὰ τὴν ἐναντίαν τῇ ψευδεῖ καθόλου ἀληθῆ πρότασιν.2 φησὶν οὖν ὅτι τοῦτον καλῶ οἰκεῖον μέσον δι’ οὗ τὸ ἀντικείμενον τῷ ψευδεῖ ἀληθὲς συνῆκται συμπέρασμα.
“我所谓固有的中项,是指通过其产生矛盾之推论的中项。” 在这里,他所说的“矛盾”并非严格意义上的矛盾,而是指与虚妄〔命题〕相反的全称真实命题。因此他说:我把那通过其推导出与虚妄结论相对立之真实结论的中项,称为固有的中项。
"Δῆλον ὅτι αὕτη μὲν ἀεὶ ἔσται ἀληθής· οὐ γὰρ ἀντιστρέφεται.3" Τουτέστιν οὐ μεταλαμβάνεται εἰς ἀποφατικὴν ὑπὸ τῆς ἀπάτης· οὐχ οἷόν τε γὰρ ἐν τῷ πρώτῳ σχήματι ἀποφατικὴν εἶναι τὴν ἐλάττονα. τὴν μέντοι μείζονα δεῖ ἀντιστρέψαι καὶ ἀντὶ καταφατικῆς ποιῆσαι ἀποφατικήν, ἵνα τὸ ἀποφατικὸν ψεῦδος συναχθῇ. εἰ τοίνυν ἡ καταφατικὴ οὖσα ἀληθής ἐστι, δῆλον ὅτι ἡ ἀποφατικὴ γενομένη ψευδὴς ἔσται.
“显然这一[前提]将始终为真;因为它是不可转换的。” 这就是说,它没有被谬误转变为否定命题;因为在第一格中小前提不可能是否定命题。然而大前提必须被转换,从肯定命题变为否定命题,以便推导出否定的虚妄。因此,如果原本为肯定的命题为真,显然变为否定命题的那个就将为假。
- 1.319ἐκ τῆς αὐτῆς συστοιχίας
介词短语 ἐκ τῆς αὐτῆς συστοιχίας 作表语性的宾语补足语,修饰关系代词宾格 οὕς(“称它们为来自同一序列的[项]”)。它指代归属于同一范畴序列的项,在此区分为本质性的(论证性)与附随性的(辩证性)。
- 1.320Ἀντίφασιν ἐνταῦθα οὐ τὴν κυρίως ἀντίφασιν λέγει ἀλλὰ τὴν ἐναντίαν τῇ ψευδεῖ καθόλου ἀληθῆ πρότασιν.
Ἀντίφασιν 置于句首,作为 λέγει 的前置直接宾语(强调性倒装),后面的 οὐ τὴν κυρίως ἀντίφασιν... ἀλλὰ τὴν ἐναντίαν... 则以对立结构具体说明其在当前语境中的所指。
- 1.321οὐ γὰρ ἀντιστρέφεται
此处的动词 ἀντιστρέφεται 并非形式逻辑中主项与谓项互换位置的“换位”(conversion),而是如斐洛庞奴斯自己所释(οὐ μεταλαμβάνεται εἰς ἀποφατικὴν),指命题性质由肯定向否定的“转换”(相当于 80b6 中的 μετατεθέντος τοῦ στερητικοῦ)。
