- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:205.10-206.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞分析了亚里士多德关于第一格否定三段论中仅有一前提为假而另一前提为真(80a38–80b6)的讨论,根据否定前提的位置(是大前提还是小前提)以及具体的词项例子,阐明了假前提全称为假或部分为假的各种条件。
" Τὴν δὲ ἑτέραν εἶναι ψευδῆ καὶ ὁποτερανοῦν ἐνδέχεται." Ἐνδέχεται γὰρ τῆς ἑτέρας ἀληθοῦς οὔσης τὴν ἑτέραν ψευδῆ εἶναι, καὶ ταύτην ποτὲ μὲν τὴν μείζονα ποτὲ δὲ τὴν ἐλάττονα. τῆς μὲν οὖν ἐλάττονος προτάσεως ἀποφατικῆς οὔσης, εἰ μὲν ἡ μείζων ἀληθὴς εἴη, ἡ ἐλάττων καθόλου ψευδὴς ἔσται· εἰ δὲ ἡ ἐλάττων ἀληθὴς εἴη, ἐνδέχεται τὴν μείζονα ποτὲ μὲν καθόλου ψευδῆ εἶναι ποτὲ δὲ ἐπί τι. ἔστω οὖν ἡ μείζων ἀληθὴς καταφατικὴ οὖσα· εἰ οὖν τὸ Γ παντὶ τῷ Α ὑπάρχει, ἐξ ἀνάγκης καὶ τῷ Β παντὶ ὑπάρξει· μόριον γὰρ τοῦ Α τὸ Β. ἀλλὰ καὶ τοῦ Γ παντὶ τῷ Α ὑπάρχοντος καὶ ἔτι τοῦ Α παντὶ τῷ Β1 (τοῦτο γὰρ ὑπόκειται) συναχθήσεται ἐν τῷ πρώτῳ σχήματι τὸ Γ παντὶ τῷ Β. ὥστε εἰ τοῦτο οὕτως ἔχει, ληφθείη δὲ τὸ Γ μηδενὶ μὲν τῷ Β ὑπάρχον παντὶ δὲ τῷ Α, ἡ μὲν μείζων ἀληθὴς ἔσται, ἡ δὲ ἐλάττων καθόλου ψευδής. οὐκ ἐνδέχεται δὲ ἐπί τι ψευδῆ εἶναι τὴν ἐλάττονα ἀποφατικὴν οὖσαν, διότι ὃ παντὶ ὑπάρχει τῷ Α, τοῦτο καὶ τῷ Β παντὶ ὑπάρχει· εἰ ληφθείη οὖν οὐδενί, καθόλου ψευδὴς ἔσται. οἷον ἔστω μείζων μὲν ζῷον, ἐλάττων δὲ λογικόν, μέσος δὲ ἔμψυχον· εἰ οὖν τὸ ἔμψυχον παντὶ μὲν ζῴῳ λέγοιτο ὑπάρχειν μηδενὶ δὲ λογικῷ, δῆλον ὅτι ἡ ἐλάττων καθόλου ψευδὴς ἔσται. ἐὰν δὲ τὴν ἐλάττονα λάβωμεν ἀληθῶς ἀποφατικὴν οὖσαν, δεῖ τὸν μέσον ἢ παντάπασι τοῦ μείζονος λαβεῖν ἀλλότριον (οὕτω γὰρ καὶ τοῦ ἐλάττονος ἔσται ἀλλότριος) ἢ τοῦ μὲν ἐλάττονος ἀλλότριον τοῦ δὲ μείζονος οὐκέτι. ἀλλ’ εἰ μὲν τοῦ μείζονος εἴη ἀλλότριος, ψευδῶς μὲν καταφαθήσεται τοῦ Α παντός, ἀληθῶς δὲ τοῦ Β ἀποφαθήσεται· οἷον εἰ τὸ μέσον ἄψυχον εἴη· ἄψυχον γὰρ ἀληθῶς μὲν οὐδενὶ λογικῷ ὑπάρχει, ψευδῶς δὲ παντὶ ζῴῳ καθόλου. εἰ δὲ τοῦ ἐλάττονος εἴη ἀλλότριον τὸ μέσον, οἷον τὸ ἄλογον, ἀληθῶς μὲν οὐδενὶ λογικῷ τὸ ἄλογον, ἐπί τι δὲ ψευδῶς παντὶ ζῴῳ. οὕτω μὲν οὖν τῆς ἐλάττονος ἀποφατικῆς οὔσης.
“但无论哪一个前提单独为假都是可能的。” 因为在一者为真时另一者为假是可能的,并且这个[为假的前提]有时是大前提,有时是小前提。因此,当小前提是否定命题时,如果大前提为真,小前提将是全称为假的;但如果小前提为真,大前提则可能有时全称为假,有时部分为假。那么,设大前提为肯定命题且为真:因此,如果Γ属于一切Α,它必然也属于一切Β;因为Β是Α的一部分。但是,当Γ属于一切Α且Α又属于一切Β时(因为这是所假设的),在第一格中将推导出Γ属于一切Β。因此,如果情况确实如此,但设定Γ一方面不属于任何Β,另一方面属于一切Α,那么大前提将为真,而小前提将全称为假。然而,当小前提是否定命题时,它不可能部分为假,因为凡属于一切Α的,这也属于一切Β;因此,如果设定它不属于任何一个,它就将全称为假。例如,设大项为动物,小项为理性存在,中项为有生命的存在;因此,如果设定有生命的存在一方面属于一切动物,另一方面不属于任何理性存在,显然小前提将是全称为假的。相反,如果我们将小前提取为真的否定命题,就必须将中项取为要么完全与大项无关(因为这样它也将与小项无关),要么与小项无关但不再与大项无关。但是,如果它与大项无关,它就会虚假地被肯定于一切Α,而真实地被否定于Β;例如中项是无生命的存在;因为无生命的存在确实不属于任何理性存在,但全称为假地属于一切动物。相反,如果中项与小项无关,例如无理性的存在,那么无理性的存在确实不属于任何理性存在,但部分为假地属于一切动物。因此,小前提为否定命题的情况就是如此。
"Ὃ γὰρ ὑπάρχει τῷ Α παντί, καὶ τῷ Β ὑπάρχει." Εἰ γὰρ τὸ Γ τῷ Α παντί, τὸ δὲ Α τῷ Β παντί, καὶ τὸ Γ τῷ Β παντί.
“因为凡属于一切Α的,也属于Β。” 因为如果Γ属于一切Α,而Α属于一切Β,那么Γ也属于一切Β。
"Ἐὰν οὖν ληφθῇ τῷ μὲν Α ὅλῳ ὑπάρχειν τὸ Γ." Τὴν μείζονα διὰ τούτων ὑποτίθεται ἀληθῆ, ψευδῆ δὲ τὴν ἐλάττονα.
“因此,如果设定Γ属于整个Α。” 通过这些话,他假设大前提为真,而小前提为假。
"Πάλιν ὃ τῷ Β μηδενὶ ὑπάρχει, οὐδὲ τῷ Α παντὶ ὑπάρξει· εἰ γὰρ τῷ Α, καὶ τῷ Β." Βούλεται λοιπὸν τὴν ἐλάττονα λαβεῖν ἀληθῆ. εἰ οὖν ὁ μέσος, φησί, μηδενὶ τῷ Β ὑπάρξει, ἐπειδὴ μέρος τὸ Β τοῦ Α, οὐδὲ τῷ Α παντὶ ὑπάρξει τὸ Γ. εἰ γὰρ παντὶ τῷ Α τὸ Γ, ἐπειδὴ καὶ τὸ Α παντὶ τῷ Β, καὶ τὸ Γ παντὶ τῷ Β ὑπάρξει ἐν πρώτῳ σχήματι·2 ὑπόκειται δὲ οὐδενί· ὥστε οὐ παντὶ τῷ Α τὸ Γ ὑπάρξει.
“再者,凡不属于任何Β的,也不会属于一切Α;因为如果属于Α,也属于Β。” 接下来他意图将小前提取为真。他说,如果中项不属于任何Β,既然Β是Α的一部分,Γ也就不会属于一切Α。因为如果Γ属于一切Α,既然Α也属于一切Β,那么在第一格中Γ也将属于一切Β;但是所假设的是它不属于任何一个;因此Γ不会属于一切Α。
"Ὁμοίως δὲ καὶ μετατεθέντος τοῦ στερητικοῦ·3 ὃ γὰρ μηδενὶ ὑπάρχει τῷ Α, οὐδὲ τῷ Β οὐδενὶ ὑπάρξει." Εἰ ἡ μείζων πρότασις ἀποφατικὴ εἴη, ἀληθοῦς μὲν οὔσης αὐτῆς ἡ ἐλάττων καθόλου ψευδὴς ἔσται· εἰ γὰρ τὸ Γ μηδενὶ τῷ Α, τὸ δὲ Α παντὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Β ὑπάρξει ἐν πρώτῳ σχήματι. ἐὰν οὖν ληφθῇ παντὶ τῷ Β τὸ Γ, καθόλου ψευδὴς ἔσται· οἷον ἄψυχον οὐδενὶ μὲν ζῴῳ παντὶ δὲ λογικῷ. ἐὰν μέντοι ἡ ἐλάττων ἀληθὴς ᾖ, μόνως ἐπί τι ψευδὴς ἔσται ἡ μείζων. ὃ γὰρ παντὶ τῷ Β ὑπάρχει, τοῦτο καὶ τῷ Α τινὶ ὑπάρξει· εἰ γὰρ τὸ Γ παντὶ τῷ Β, ἀλλὰ καὶ τὸ Α παντὶ τῷ Β, ἐν τρίτῳ σχήματι τὸ Γ τινὶ τῶν Α. ἐὰν οὖν ληφθῇ οὐδενί, ἐπί τι ψευδὴς ἔσται. ὅροι δὲ ζῷον, πεζόν, πτηνόν· πεζὸν γὰρ οὐδενὶ μὲν πτηνῷ τινὶ δὲ ζῴῳ· ἐὰν οὖν λάβωμεν πεζὸν οὐδενὶ ζῴῳ, ἐπί τι ψευδὴς ἔσται.
“当否定被移置时情况也同样;因为凡不属于任何Α的,也不会属于任何Β。” 如果大前提是否定命题,在它为真时,小前提将是全称为假的;因为如果Γ不属于任何Α,而Α属于一切Β,在第一格中Γ将不属于任何Β。因此,如果设定Γ属于一切Β,它将是全称为假的;例如无生命的存在不属于任何动物,但属于一切理性存在。然而,如果小前提为真,大前提将仅仅是部分为假。因为凡属于一切Β的,这也将属于某些Α;因为如果Γ属于一切Β,而Α也属于一切Β,在第三格中Γ属于某些Α。因此,如果设定它不属于任何一个,它将是部分为假的。这些项是:动物、陆生的、有翼的;因为陆生的不属于任何有翼的,但属于某些动物;因此,如果我们设定陆生的不属于任何动物,它就将是部分为假的。
- 1.314ἀλλὰ καὶ τοῦ Γ παντὶ τῷ Α ὑπάρχοντος καὶ ἔτι τοῦ Α παντὶ τῷ Β (τοῦτο γὰρ ὑπόκειται) συναχθήσεται ἐν τῷ πρώτῳ σχήματι τὸ Γ παντὶ τῷ Β.
属格绝对结构“τοῦ Γ ... ὑπάρχοντος καὶ ... τοῦ Α ...”充当条件从句,修饰主句的被动态将来时动词“συναχθήσεται”。该动词的主语是不定式短语“τὸ Γ παντὶ τῷ Β [ὑπάρχειν]”,其中不定式动词 ὑπάρχειν 被省略。
- 1.317εἰ γὰρ παντὶ τῷ Α τὸ Γ, ἐπειδὴ καὶ τὸ Α παντὶ τῷ Β, καὶ τὸ Γ παντὶ τῷ Β ὑπάρξει ἐν πρώτῳ σχήματι
在“εἰ γὰρ παντὶ τῷ Α τὸ Γ”和“ἐπειδὴ καὶ τὸ Α παντὶ τῷ Β”两个从句中,动词 ὑπάρχει 均被省略,其含义需由主句动词“ὑπάρξει”补充。主句开头的“καί”(καὶ τὸ Γ...)是引导归结句的呼应连词(apodotic καί),与条件从句“εἰ”相呼应。
- 1.318Ὁμοίως δὲ καὶ μετατεθέντος τοῦ στερητικοῦ
在属格绝对结构“μετατεθέντος τοῦ στερητικοῦ”中,中性名词化形容词“τοῦ στερητικοῦ”指代否定(否定属性),分词“μετατεθέντος”表示否定属性从小前提移置或转置到了大前提上。
