- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:204.11-205.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《后分析篇》80a33,通过具体项的例证解释了在中格中两前提如何可能部分为假,并进一步探讨了一前提全称为假而另一前提部分为假的组合是否可能成立。
" Ἐπί τι δ’ ἑκατέραν οὐδὲν κωλύει ψευδῆ εἶναι, οἷον εἰ τὸ Γ καὶ τῷ Α καὶ τῷ Β τινὶ ὑπάρχει καὶ τὰ ἑξῆς." Δείξας ὅτι δι’ ὅλου ψευδεῖς οὐχ οἷόν τε λαβεῖν ἀμφοτέρας, ἀμφοτέρας μέτεισι [τὰς] ἐπί τι ψευδεῖς λαβεῖν.1 ὅταν γὰρ ὁ μέσος ὅρος οὕτως ἔχῃ πρὸς ἀμφότερα τὰ ἄκρα ὡς ἑκατέρου ἐπὶ μέρους κατηγορεῖσθαι, δῆλον ὅτι, εἰ ληφθείη τῷ μὲν μηδενὶ ὑπάρχειν τῷ δὲ παντί, ἀμφότεραι ἐπί τι ψευδεῖς ἔσονται. οἷον ἔστω τὸ μὲν Α ζῷον, τὸ δὲ Β λογικόν, τὸ δὲ Γ, μέσος ὅρος, θνητόν· δῆλον δὴ ὅτι τὸ θνητὸν τινὶ ζῴῳ καὶ τινὶ λογικῷ ὑπάρχει. ἐὰν οὖν ληφθῇ τῷ μὲν ζῴῳ μηδενὶ τῷ δὲ λογικῷ παντί, ἄμφω ψευδεῖς ἐπὶ μέρους. ἀλλὰ κἂν μηδενὶ μὲν λογικῷ παντὶ δὲ ζῴῳ, ὡσαύτως. ἆρα δὲ ἐνδέχεται καὶ τὴν μὲν ἑτέραν καθόλου ψευδῆ εἶναι τὴν δὲ ἑτέραν ἐπί τι; λέγω ὅτι, εἰ μὲν ἡ μείζων καθόλου ψευδὴς ληφθείη, ἀδύνατον τὴν ἐλάττονα ἐπί τι ψευδῆ ληφθῆναι, ἀλλὰ πάντως ἀληθὴς ἔσται. εἰ δὲ ἡ ἐλάττων καθόλου ψευδὴς ἔσται, δύναται ἡ μείζων καὶ καθόλου ἀληθὴς εἶναι, δύναται δὲ καὶ ἐπί τι ψευδής. ὑποκείσθω γὰρ τέως ἡ μείζων καθόλου ψευδής· λέγω ὅτι οὐχ οἷόν τε τὴν ἐλάττονα ἐπί τι ψευδῆ εἶναι, ἀλλὰ πάντως ἀληθὴς ἔσται. εἰ γὰρ τὸ Γ παντὶ τῷ Α ἀληθῶς ὑπάρχει, ληφθῇ δὲ μὴ ὑπάρχειν ψευδῶς, δῆλον ὅτι ἀληθὲς ἔσται εἰπεῖν τὸ Γ παντὶ τῷ Β ὑπάρχειν· ὃ γὰρ τῷ Α παντὶ ὑπάρχει, τοῦτο καὶ τῷ Β. πάλιν εἰ μηδενὶ τῷ Α ὑπάρχει τὸ Γ, δῆλον ὅτι οὐδὲ τῷ Β οὐδενί· ἐὰν οὖν ληφθῇ τῷ μὲν Α παντὶ τῷ δὲ Β οὐδενί, ἡ μὲν καταφατικὴ ψευδὴς ἔσται, ἡ μείζων, ἡ δὲ ἀποφατικὴ ἀληθής. ὅροι δὲ τούτων τοῦ μὲν πρώτου μείζων ζῷον, ἐλάττων λογικόν, μέσος οὐσία, τοῦ δὲ δευτέρου μείζων μὲν καὶ ἐλάττων ὁ αὐτός,2 μέσος δὲ τὸ ἄψυχον· ἀλλὰ δὴ ἡ ἐλάττων ὑποκείσθω καθόλου ψευδής. ἐὰν οὖν ὁ μέσος ὅρος ἀλλότριος ᾖ ἀμφοτέρων τῶν ἄκρων, καθόλου ἀληθὴς ἔσται ἡ μείζων. λέγω γὰρ οὕτως· ‘ἄψυχον παντὶ λογικῷ’ καθόλου ψευδής· καὶ γίνεται ἡ μείζων καθόλου ἀληθής, ‘ἄψυχον οὐδενὶ ζῴῳ’. ἐὰν δὲ ὁ μέσος οἰκεῖος ᾖ τοῦ ἐλάττονος ὡς δύνασθαι αὐτῷ παντὶ ὑπάρχειν, ἐπί τι ψευδὴς ἔσται ἡ μείζων. οἷον εἰ ὁ μὲν μείζων ᾖ λογικόν, ὁ δὲ ἐλάττων ἄνθρωπος, ὁ δὲ μέσος θνητόν· εἰ οὖν εἴπω ‘θνητὸν οὐδενὶ ἀνθρώπῳ, θνητὸν παντὶ λογικῷ’, δῆλον ὅτι ψευδὴς ἔσται ἡ μείζων.
“但没有任何事情妨碍每一前提都部分为假,例如Γ既属于某些Α又属于某些Β等等。” 在指明了不可能将两个前提都取为全盘为假之后,他进而探讨将两者都取为部分为假。因为当中项与两端项具有这样的关系,以致被部分地表述于每一端项时,显然,如果设定它不属于一者的任何部分而属于另一者的全部,两个前提都将是部分为假的。例如,设Α为动物,Β为理性存在,中项Γ为有死的;显而易见,有死的属于某些动物,并且属于某些理性存在。因此,如果设定它一方面不属于任何动物,另一方面属于一切理性存在,两者就都是部分为假的。但是即使设定它一方面不属于任何理性存在,另一方面属于一切动物,情况也是同样。然而,是否也可能一者全称为假而另一者部分为假呢?我说,如果大前提被取为全称为假,小前提就不可能被取为部分为假,而是必然在任何情况下都为真。相反,如果小前提全称为假,大前提既可能全称为真,也可能部分为假。因为姑且假设大前提全称为假:我说小前提不可能部分为假,而是必然在任何情况下都为真。因为如果Γ真实地属于一切Α,却被虚假地设定为不属于,显然说Γ属于一切Β将是真实的;因为凡属于一切Α的,这也属于Β。同样,如果Γ不属于任何Α,显然它也不属于任何Β;因此,如果设定它一方面属于一切Α,另一方面不属于任何Β,那么作为大前提的肯定前提将为假,而否定前提将为真。这些例子的项是:在第一种情况下,大项是动物,小项是理性存在,中项是实体;在第二种情况下,大项和小项是相同的,中项是无生命的;但现在假设小前提全称为假。因此,如果中项与两个端项均不相干,大前提将全称为真。因为我这样说:“无生命的存在属于一切理性存在”全称为假;而大前提“无生命的存在不属于任何动物”则成为全称为真。相反,如果中项适于小项,以至于能够属于其全部,大前提就将是部分为假的。例如大项是理性存在,小项是人,中项是有死的;因此,如果我说“有死的项不属于任何人,有死的项属于一切理性存在”,显然大前提将是假的。
- 1.313ἀμφοτέρας μέτεισι [τὰς] ἐπί τι ψευδεῖς λαβεῖν
动词 μέτεισι(“进而转入”、“着手于”)支配补足不定式 λαβεῖν,而 λαβεῖν 又支配其直接宾语 ἀμφοτέρας 以及作为述语修饰的宾格补足语 ἐπί τι ψευδεῖς(“将两者作为部分为假而取得”)。即便底本中对定冠词 [τάς] 存疑加括,其基本骨架仍为不定式引导的宾补结构。
- 1.313μείζων μὲν καὶ ἐλάττων ὁ αὐτός
句中并列的两个主语 μείζων(大项)与 ἐλάττων(小项)由阳性单数述语 ὁ αὐτός 统一表述。此处省略了名词 ὅρος(项)和系动词 ἐστί(或复数 εἰσί),构成“大项与小项是相同的[项]”的省略名词性谓语结构。
