← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§203.4-204.10

第二格否定推论中两前提全称为假之不可能

斐洛庞诺斯注解了在第二格中推导否定结论时,为何不可能使两个前提都全称地为假(80a30–32)。由于全称假前提的反对命题是全称真命题,这将导致中项属于一者的全体而不属于另一者的任何部分,而这在前文已被证明为不可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.311

" Δεῖ δ’ οὕτω λαμβάνειν τὰς προτάσεις ὥστε τῷ μὲν ὑπάρχειν τῷ δὲ μὴ ὑπάρχειν, εἴπερ ἔσται συλλογισμός." Ἐν γὰρ τῷ δευτέρῳ σχήματι ἀνάγκη ἦν πάντως ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις, εἴπερ ἔδει συλλογιστικὸν εἶναι τὸ σχῆμα. ἀλλὰ καὶ ὁ τῆς ἀπάτης συλλογισμὸς ὑποδυόμενος τὴν ἐπιστήμην χρήσεται τοῖς συλλογισμοῖς ἐρρωμένοις κατὰ τὸ σχῆμα,1 κατὰ τὴν ὕλην μόνον τὸ ψεῦδος λαμβάνων, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἴπομεν· σοφιστικὸν γὰρ τὸ παρὰ τὸ σχῆμα τοὺς παραλογισμοὺς ποιεῖσθαι.

“但如果确实要有推论,就必须这样取得前提,以致它属于一者而不属于另一者。” 因为在中格中,如果该格确实要是能推论的,前提在形式上[质上]不相同完全是必然的。但正如我们在前文中所说的那样,伪装为确知之学的欺骗推论也将使用在格的形式上健全的推论,仅在质料上招致虚假;因为背离格的形式制造谬推是诡辩性的做法。

§1.312

"Εἰ οὖν οὕτω λαμβανόμεναι ψευδεῖς, δῆλον ὡς ἐναντίως ἀνάπαλιν ἕξουσι· τοῦτο δ’ ἀδύνατον." Ἐπειδὴ ἔδειξεν ὅτι οὐκ ἐνδέχεται τοιοῦτον ὅρον εὑρεῖν ὥστε τοῦ μὲν παντὸς καταφάσκεσθαι τοῦ δὲ ἀποφάσκεσθαι καὶ ἀληθῶς ὁπότερον, ἐκ τούτων δείκνυσιν ὅτι οὐ ψευδεῖς δι’ ὅλου ἀμφοτέρας οἷόν τε λαβεῖν. εἰ γάρ, φησίν, ἐνδέχεται τὸ Γ τοῦ μὲν καταφῆσαι παντὸς ψευδῶς τοῦ δὲ ἀποφῆσαι παντὸς ψευδῶς, δῆλον ὅτι αἱ ἐναντίαι αὐταῖς ἀληθεῖς ἔσονται. εἰ γὰρ τὸ Γ μηδενὶ τῷ Α ψευδῶς, παντὶ ἀληθῶς ἔσται· ὁμοίως, εἰ τῷ Β παντὶ ὑπάρχει ψευδῶς, οὐδενὶ ὑπάρξει ἀληθῶς. ὥστε τοῦ μὲν κατηγορηθήσεται παντὸς ἀληθῶς τοῦ δὲ ἀποφαθήσεται· τοῦτο δὲ δέδεικται ἀδύνατον. ταῖς μὲν γὰρ καθόλου ψευδέσι προτάσεσιν αἱ ἀντικείμεναι ἀληθεῖς ἐναντίαι εἰσί,2 τουτέστι καθόλου· ταῖς δὲ ἐπί τι ψευδέσιν αἱ ἀντικείμεναι ἀληθεῖς ἀντιφατικαί εἰσιν. εἰ γὰρ ‘ὁ λίθος παντὶ ἀνθρώπῳ’ ψεῦδος, τὸ ἀντικείμενον ἀληθὲς τούτου οὐκ ἔστι τὸ ἀντιφατικὸν τὸ ‘οὐ παντί’ ἀλλὰ τὸ ‘οὐδενί’· ὁμοίως, εἰ ‘τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ’ ψεῦδος, τὸ ἀντικείμενον ἀληθὲς ἔσται οὐχ ὅτι τινὶ ἀνθρώπῳ τὸ ζῷον ἀλλ’ ὅτι παντί. ὥστε ταῖς καθόλου ψευδέσιν αἱ ἀντικείμεναι ἀληθεῖς αἱ καθόλου εἰσίν. ὥστε εἰ τὸ Γ τῷ μὲν Α οὐδενὶ ψευδῶς τῷ δὲ Β παντὶ ψευδῶς, καὶ καθόλου ἄμφω ἀληθεῖς ἂν εἴη λέγειν, ὅτι τῷ μὲν Α παντὶ τὸ Γ τῷ δὲ Β οὐδενί· τοῦτο δὲ ἀδύνατον δέδεικται. καὶ ἄλλως· εἰ ἀληθῶς τῷ μὲν Α παντὶ τῷ δὲ Β οὐδενί, καὶ τὸ Α τῷ Β οὐδενὶ ὑπάρξει· ὑπέκειτο δὲ παντί. τὸ αὐτὸ συμβήσεται, κἂν τῷ μὲν Β οὐδενὶ ψευδῶς τῷ δὲ Α παντί· ἀδιάφορον γὰρ ἐν τῷ δευτέρῳ σχήματι τὸ στερητικόν. τὸ οὖν εἰ οὕτω λαμβανόμεναι ψευδεῖς, τοῦτ’ ἔστιν 〈εἰ〉 εἰς τὸ συλλογίσασθαι τὸ ἀποφατικὸν συμπέρασμα ψευδὲς ὂν ἐν δευτέρῳ σχήματι δέοι τὴν μὲν ἀποφατικὴν λαβεῖν τὴν δὲ καταφατικὴν3 καὶ ταύτας ψευδεῖς δι’ ὅλου, δῆλον, φησίν, ὡς ἀνάπαλιν ἕξουσι, τουτέστιν ἡ ἀποφατικὴ καταφατικὴ γινομένη ἀληθὴς ἔσται, ὁμοίως καὶ ἡ καταφατικὴ ἀποφατική· τοῦτο δὲ δέδεικται ἀδύνατον. ὥστε οὐχ οἷόν τε καθόλου ψευδεῖς ἀμφοτέρας λαβεῖν.

“因此,如果这样取得的前提是假的,显然它们相反地将反过来成立;但这不可能。” 既然他已经证明了不可能找到这样一个项,使得它被肯定于一者的全体且从另一者中被否定,并且这两者都是真实的,他就从这些出发证明不可能将两个前提都取为全盘为假。他说,因为如果可能让Γ被虚假地肯定于一者的全体且被虚假地否定于另一者的全体,显然它们的相反命题将是真实的。因为如果Γ虚假地不属于任何Α,它将真实地属于一切[Α];同样,如果它虚假地属于一切Β,它将真实地不属于任何[Β]。从而它将被真实地表述于一者的全体,且从另一者中被否定;但这已被证明是不可能的。因为对于全称假前提而言,与其相对立的真命题是反对命题,即全称命题;而对于部分为假的前提而言,与其相对立的真命题是矛盾命题。因为如果“石头属于一切人”为假,与此相对立的真命题不是矛盾命题“不属于一切”,而是“不属于任何人”;同样,如果“动物不属于任何人”为假,相对立的真命题将不是动物属于“某些”人,而是属于“一切”人。从而对于全称假命题而言,相对立的真命题是全称命题。从而,如果Γ一方面虚假地不属于任何Α,另一方面虚假地属于一切Β,那么也可以将这两者作为全称命题真实地言说,即:Γ一方面属于一切Α,另一方面不属于任何Β;但这已被证明是不可能的。另换一种方式说:如果真实地一方面属于一切Α,另一方面不属于任何Β,那么Α也将不属于任何Β;但原先设定了它属于一切[Β]。即使它一方面虚假地不属于任何Β,另一方面虚假地属于一切Α,同样的事情也会发生;因为否定命题在中格中无论处于哪个前提是无差别的。因此,“如果这样取得的前提是假的”这句话的意思是:〈如果〉为了在中格中推导出虽然为假但作为否定结论的命题,必须取得一个否定前提和一个肯定前提,且这两个前提全盘为假,他说,显而易见它们将反过来成立,也就是否定前提变成肯定前提后将为真,同样肯定前提变成否定前提后[也将为真];但这已被证明是不可能的。因此,不可能将两个前提都取为全称假命题。

语法注3 条
  1. 1.311ὁ τῆς ἀπάτης συλλογισμὸς ὑποδυόμενος τὴν ἐπιστήμην χρήσεται τοῖς συλλογισμοῖς ἐρρωμένοις κατὰ τὸ σχῆμα

    主语为 ὁ τῆς ἀπάτης συλλογισμός,现在分词 ὑποδυόμενος 表伴随状况或方式(“伪装成确知之学/披上确知之学的外衣”)。主动词 χρήσεται 支配与格,以 τοῖς συλλογισμοῖς ἐρρωμένοις(“健全的/有效的推论”)为其宾语。介词短语 κατὰ τὸ σχῆμα 是表示限制的副词性短语(“在推论格的方面”),与后文的 κατὰ τὴν ὕλην(“在质料方面”)相对照。

  2. 1.312ταῖς μὲν γὰρ καθόλου ψευδέσι προτάσεσιν αἱ ἀντικείμεναι ἀληθεῖς ἐναντίαι εἰσί

    主语是 αἱ ἀντικείμεναι ἀληθεῖς(“相对立的真命题”),ἐναντίαι(“反对命题”)充当表语。句首的与格 ταῖς καθόλου ψευδέσι προτάσεσιν 用作关涉与格(dative of reference)(“对于全称假前提而言”)。

  3. 1.312τὸ οὖν εἰ οὕτω λαμβανόμεναι ψευδεῖς, τοῦτ’ ἔστιν 〈εἰ〉 εἰς τὸ συλλογίσασθαι τὸ ἀποφατικὸν συμπέρασμα ψευδὲς ὂν ἐν δευτέρῳ σχήματι δέοι τὴν μὲν ἀποφατικὴν λαβεῖν τὴν δὲ καταφατικὴν

    中性单数定冠词 τὸ 将亚里士多德的引句(τὸ εἰ οὕτω λαμβανόμεναι ψευδεῖς)名词化,作为全句的主语。其后 τοῦτ’ ἔστιν 之后的 〈εἰ〉 引出带有希求式 δέοι 的条件从句,对该短语的含义进行转述解释。δέοι 的主语是不定式结构 τὴν μὲν ἀποφατικὴν λαβεῖν τὴν δὲ καταφατικὴν,εἰς τὸ συλλογίσασθαι 为表示目的的介词短语(“为了推导出……”),ψευδὲς ὄν 是修饰 συμπέρασμα 的伴随分词(“即使/作为假结论”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:203.4-204.10