- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:201.29-203.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《后分析篇》第一卷第16章(80a27–80a28)提出的关于在第二格中两个前提不可能全体皆假的论点,菲洛波庞注疏了该证明的框架以及基于包含与从属关系的推导理由。
" Ἐν δὲ τῷ μέσῳ σχήματι ὅλας μὲν εἶναι τὰς προτάσεις ἀμφοτέρας ψευδεῖς οὐκ ἐνδέχεται." Εἰπὼν ὁσαχῶς ἐν τῷ πρώτῳ σχήματι ἐπὶ τῶν ἀμέσων προτάσεων ἀποφατικῶν γενέσθαι τὸ ψεῦδος ἐνδέχεται, μέτεισι νῦν ἐπὶ τὸ δεύτερον σχῆμα, καὶ φησὶν ὅτι οὐκ ἐνδέχεται τὰς προτάσεις καθόλου ψευδεῖς παραλαμβάνειν. καὶ τοῦτο τέως προτίθεται δεῖξαι. ἔστω γὰρ τὸ Α τῷ Β παντὶ ὑπάρχειν, καὶ λεγέτω τις ὅτι οὐδενί, καὶ πειράσθω ἐν δευτέρῳ σχήματι τοῦτο συναγαγεῖν. λέγω οὖν ὅτι οὐχ οἷόν τε οὐδετέραν τῶν προτάσεων ὅλην δι’ ὅλου ψευδῆ λαβεῖν.1 εἰ γὰρ ἐν τῷ μέσῳ σχήματι δεῖ τὸν μέσον ὅρον, οἷον τὸ Γ, τοῦ μὲν καταφάσκεσθαι τοῦ δὲ ἀποφάσκεσθαι, δῆλον ὅτι τοιοῦτον δεῖ εἶναι τὸν μέσον ὥστε καὶ οὗ ἀποφάσκεται, ψευδῶς ἀποφάσκεσθαι καὶ οὗ καταφάσκεται, ψευδῶς καταφάσκεσθαι, οὐ κατά τι μὲν ψευδῶς κατά τι δὲ ἀληθῶς ἀλλὰ δι’ ὅλου ψευδῶς. τοῦτο δέ φησιν ἀδύνατον. πῶς δὲ τοῦτο ἀδύνατον, δι’ αὐτῶν τῶν λέξεων εἰσόμεθα.
“但在中格中,两个前提不可能全体皆假。” 在陈述了在第一格中就无中介的否定命题而言错误可以按多少种方式产生之后,他现在转向第二格,并说不可能将前提取为全称假命题。眼下他打算证明这一点。因为设Α属于一切Β,并设某人声称它不属于任何[Β],并试图在第二格中推导此结论。因此我说,不可能将这两个前提中的任何一个取为全盘彻底为假。因为如果在中格中,中项(例如Γ)必须被肯定于一者而否定于另一者,显而易见,中项就必须是这样的:对被它否定者既是虚假地否定,对被它肯定者也是虚假地肯定,不是在某一方面为假而在另一方面为真,而是全盘为假。但他指出这是不可能的。至于这如何是不可能的,我们将通过文本本身的词句得知。
"Ὅταν γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχῃ, οὐδὲν ἔσται λαβεῖν ὃ τῷ μὲν ἑτέρῳ παντὶ θατέρῳ δ’ οὐδενὶ ὑπάρξει." Τουτέστιν ἐὰν τὸ Α παντὶ τῷ Β ὑπάρχῃ, οὐκ ἐνδέχεται τοιοῦτον ὅρον ἐπινοῆσαι ὥστε τῷ μὲν ἑτέρῳ αὐτῶν παντὶ ὑπάρχειν τῷ δ’ ἑτέρῳ μηδενί. εἴτε γὰρ τῷ Α παντὶ ὑπάρχει, καὶ τῷ Β ὑπάρξει· τὸ γὰρ Β ὑπὸ τὸ Α ἐστίν· εἴτε τῷ Β παντὶ ὑπάρχει, πάντως καὶ τινὶ τῷ Α ὑπάρξει· ὑπὸ γὰρ τὸ Α ἐστὶ τὸ Β. οἷον τὸ ζῷον παντὶ λογικῷ ὑπαρχέτω· εἰ οὖν λάβω τι ὃ τῷ Α παντὶ ὑπάρχει, οἷον τὴν οὐσίαν, πάντως καὶ τῷ λογικῷ ὑπάρξει. ὁμοίως εἰλήφθω τι παντὶ τῷ λογικῷ ὑπάρχον, οἷον, εἰ τύχοι, τὸ λόγῳ χρῆσθαι· πάντως τοῦτο καὶ τινὶ ζῴῳ ὑπάρξει. ὁμοίως, εἴ τι ἀποφάσκοιτο τοῦ ζῴου, οἷον, εἰ τύχοι, τὸ ἄψυχον, τοῦτο πάντως καὶ τοῦ λογικοῦ ἀποφάσκεται. ὁμοίως δὲ καί, εἴ τι τοῦ λογικοῦ ἀποφάσκοιτο, οἷον, εἰ τύχοι, τὸ ἄλογον, πάντως τοῦτο καὶ ζῴου τινὸς ἀποφάσκεται. οὐκ ἄρα ἐνδέχεται λαβεῖν τι ὃ τοῦ μὲν παντὸς οἷόν τε καταφῆσαι τοῦ δὲ παντὸς ἀποφῆσαι· εἰ γὰρ τοῦ ἑτέρου καταφάσκοιτο, πάντως καὶ τοῦ λοιποῦ ἢ καθόλου ἢ ἐπὶ μέρους. εἰ μὲν γὰρ τοῦ μείζονος καθόλου καταφάσκοιτο, πάντως καὶ τοῦ ἐλάττονος καθόλου καταφαθήσεται· μέρος γάρ ἐστι τοῦ μείζονος ὁ ἐλάττων· εἰ δὲ τοῦ ἐλάττονος καθόλου καταφάσκοιτο, τοῦ μείζονος ἐπὶ μέρους καταφαθήσεται. ὁμοίως, εἰ τοῦ ἑτέρου ἀποφάσκοιτο παντός, πάντως καὶ τοῦ λοιποῦ ἢ καθόλου ἢ ἐπὶ μέρους ἀποφαθήσεται, ὥσπερ καὶ ὅτε κατεφάσκετο. τούτου οὖν οὕτως ἔχοντος, ἐὰν λάβωμεν τὸν μέσον τοῦ μὲν ἀποφασκόμενον καθόλου ψευδῶς τοῦ δὲ καταφασκόμενον καθόλου ἀληθῶς, δῆλον δήπου ὅτι οὗ ψευδῶς καθόλου ἀποφάσκεται, τούτου ἀληθῶς καθόλου κατηγορηθήσεται,2 καὶ οὗ ψευδῶς καθόλου κατηγορεῖτο, τούτου ἀληθῶς καθόλου ἀποφάσκεται· τοῦτο δὲ ἀδύνατον ἐδείξαμεν. οὐκ ἄρα οἷόν τε ἐν δευτέρῳ σχήματι καθόλου ψευδεῖς ἀμφοτέρας λαβεῖν τὰς προτάσεις.
“因为当Α属于一切Β时,将不可能取得任何属于一者的全体而不属于另一者的任何部分的东西。” 也就是说,如果Α属于一切Β,就不可能构想出这样一个项,使得它属于它们之中的一者的全体,而不属于另一者的任何部分。因为无论它属于一切Α,它也将属于Β(因为Β在Α之下);还是它属于一切Β,它都完全必然地属于某些Α(因为Β在Α之下)。例如,设动物属于一切有理性的事物。因此,如果我取某个属于一切Α的事物(例如实体),它也完全必然地属于有理性的事物。同样,设取了属于一切有理性的事物的某种属性,例如,不妨说,使用理性;这也完全必然地属于某种动物。同样,如果某物被从动物中否定,例如,不妨说,无灵魂之物,这也完全必然地从有理性的事物中被否定。同样,如果某物被从有理性的事物中否定,例如,不妨说,无理性的事物,这也完全必然地从某种动物中被否定。因此,不可能取得任何既能肯定于一者的全体又能否定于另一者的全体的东西;因为如果它被肯定于一者,它也完全必然全称地或特称地被肯定于其余者。因为如果它被全称地肯定于大项,它也完全必然全称地被肯定于小项(因为小项是大项的一部分);但如果它被全称地肯定于小项,它将被特称地肯定于大项。同样,如果它从一者的全体中被否定,就像它被肯定时一样,它也完全必然全称地或特称地从其余者中被否定。因此,情况既然如此,如果我们取中项为从一者中全称地虚假被否定,而对另一者全称地真实被肯定,那么显然,对于中项被全称虚假否定的那一项,中项将全称真实地表述于它;而对于中项被全称虚假表述的那一项,中项全称真实地从它被否定;但我们已证明这是不可能的。因此,在第二格中不可能将两个前提都取为全称假命题。
- 1.309οὐχ οἷόν τε οὐδετέραν τῶν προτάσεων ὅλην δι’ ὅλου ψευδῆ λαβεῖν
这是由先行否定短语 οὐχ οἷόν τε 与后随的 οὐδετέραν 构成的否定呼应强化结构。结合上下文,它是对亚里士多德本文“两前提皆为假(ἀμφοτέρας ψευδεῖς)”之情况的否定,意指无法在推论中把这两个前提的任何一个都全盘取为彻底的假命题。
- 1.310οὗ ψευδῶς καθόλου ἀποφάσκεται, τούτου ἀληθῶς καθόλου κατηγορηθήσεται
此为关系分句先于指示先行词(τούτου)的前置倒装结构。关系代词 οὗ 和先行词 τούτου 的属格在此充当由动词 ἀποφάσκεται 和 κατηγορηθήσεται 所要求的补足语(表示分离或述谓对象的属格)。
