← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§200.6-201.28

第一格中前提真假交替与外延相等的词项

论述在第一格中否定的大前提为真而肯定的小前提必为假的原因(通过不存在统摄一切的公同属、第三格归谬法以及结论的真假予以证明),进而考察少前提为真而大前提为假的情形,指出此时三个词项必然是相互外延相等的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.305

" Τὴν μὲν ΑΓ ἀληθῆ, ὅτι οὐ πᾶσι τοῖς οὖσιν ὑπάρχει τὸ Α." Ὅτι ἐνδέχεται τὴν ἀποφατικήν, λέγω δὴ τὴν μείζονα, ἀληθῆ λαμβάνεσθαι, συντόμως δείκνυσι, διότι μὴ ἔστι τινὰ τοιοῦτον ὅρον λαβεῖν ὥστε πάντων τῶν ὄντων κατηγορεῖσθαι. εἰ μὲν γὰρ ἦν τι κοινὸν γένος πάντων τῶν ὄντων καὶ τοῦτο ἐλήφθη ἐν τῷ μείζονι ὅρῳ, οὐχ οἷόν τε ἦν τοῦτο ὡς ἀληθῶς ἀποφῆσαι, ἀλλὰ πάντων τῶν ὄντων ἀληθῶς κατεφάσκετο· ὥσπερ εἰ τὴν οὐσίαν λάβοιμεν, μηδὲν δὲ ἦν ἐν τῷ παντὶ παρὰ τὴν οὐσίαν, πάντως ἂν παντὸς τοῦ ληφθέντος κατεφάσκετο. ἐπεὶ οὖν μὴ ἔστι τι κοινὸν γένος τῶν ὄντων ἀλλὰ διῃρημέναι εἰσὶν αἱ κατηγορίαι, ἐνδέχεται λαμβάνειν ἀεὶ ἐξ ἑτέρου γένους ὅρον, οὗ τὸν μείζονα ἔστιν ἀληθῶς ἀποφῆσαι. ὅτι δὲ τῆς μείζονος ἀληθοῦς ληφθείσης ἀδύνατον τὴν ἐλάττονα ἀληθῆ ληφθῆναι, ἀλλὰ πάντως ἔσται ψευδής, δῆλον. εἰ γὰρ παντὶ τῷ ἐλάττονι ὁ μείζων ὑπάρχει, οὐδενὶ δὲ τῷ μέσῳ διὰ τὸ ἀλλότριον αὐτοῦ εἶναι, δῆλον ὅτι οὐδὲ ὁ μέσος οὐδενὶ ὑπάρξει τῷ ἐλάττονι· εἰ γὰρ τοῦ γενικωτάτου ἐστὶν ἀλλότριος, δῆλον ὅτι καὶ πάντων τῶν ὑπὸ τὸ γενικώτατον. ὥστε εἰ ληφθείη ὁ μέσος ὅρος παντὶ τῷ ἐλάττονι ὑπάρχειν, πάντως ψευδὴς ἔσται ἡ πρότασις. οὕτω μὲν οὖν ἡμῖν δεδείχθω ὡς οὐχ οἷόν τε τῆς μείζονος ἀληθοῦς οὔσης ἀποφατικῆς τὴν ἐλάττονα καταφατικὴν οὖσαν ἀληθῆ εἶναι. ὁ μέντοι Ἀριστοτέλης διὰ τῶν σχημάτων κατὰ δύο τρόπους αὐτὸ δείκνυσιν ἐναργῶς. ὧν ὁ μὲν πρότερος τοιοῦτος.

“ΑΓ命题为真,是因为Α并不属于一切存在之物。” 否定命题——我指大前提——可以被取为真,对此他作了简要的证明,因为不可能取这样一个项,使得它被表述于一切存在之物。因为如果存在一切存在之物的某个共同属,并且此属被取于大项中,那么就不可能真实地否定它,反而会对一切存在之物真实地肯定它;正如如果我们取实体,而宇宙中除实体之外别无他物,它就必然会被肯定于所取的任何事物。因此,既然不存在存在之物的某种共同属,而是范畴相互区分,那么就总能从另一个属中取一个项,使得能够对它真实地否定大项。但是,在大前提被取为真时,小前提不可能被取为真,而是必然全假,这是显而易见的。因为如果大项属于一切小项,却因中项与之无关而不属于任何中项,显而易见中项也不会属于任何小项;因为如果它与最全称的属无关,显而易见它也与最全称的属之下的一切事物无关。因此,如果取中项属于一切小项,该命题必为全假。于是,大前提为否定的真命题时肯定的小前提不可能为真,这一点就算是由我们证明了。然而亚里士多德通过各格以两种方式清楚地表明了这一点。其中前一种方式如下。

§1.306

"Τὴν δὲ ΓΒ ψευδῆ, ὅτι ἀδύνατον ὑπάρχειν τῷ Β τὸ Γ, ᾧ μηδενὶ ὑπάρχει τὸ Α·1 οὐ γὰρ ἔτι ἀληθὴς ἔσται ἡ ΑΓ πρότασις." Ἐνδέχεται, φησί, μᾶλλον δὲ ἀνάγκη τὴν ἐλάττονα πρότασιν τὴν ΓΒ ψευδῆ εἶναι, ἐπειδήπερ ἀδύνατόν ἐστιν, εἴπερ ἀληθῶς τὸ Α τοῦ Γ ἀποφάσκοιτο, τὸ Γ τοῦ Β ἀληθῶς κατηγορῆσαι· εἰ γὰρ ἀληθῶς καταφάσκοιτο τοῦ Β τὸ Γ, οὐκέτι τὸ Α ἀληθῶς ἀποφάσκεται τοῦ Γ. εἰ γὰρ τὸ Γ παντὶ τῷ Β ὑπάρχει, ἀλλὰ δῆλον ὅτι καὶ τὸ Α ὑπῆρχε παντὶ τῷ Β, ἐν τρίτῳ σχήματι συναχθήσεται τὸ Α τινὶ τῶν Γ ὑπάρχειν· ἀλλ’ ὑπέκειτο μηδενὶ ὑπάρχειν τῶν Γ τὸ Α. ὥστ’ οὐκ ἐνδέχεται τῆς μείζονος καὶ ἀποφατικῆς ἀληθοῦς οὔσης τὴν ἐλάττονα καὶ καταφατικὴν ἀληθῆ εἶναι.

“而ΓΒ命题为假,是因为Α不属于其中任何一个的Γ不可能属于Β;因为否则ΑΓ命题将不再为真。” 他说,小前提ΓΒ命题可以是假的,或者不如说是必然为假,因为如果Α确实被真实地否定于Γ,就决不可能将Γ真实地表述于Β。因为如果Γ被真实地肯定于Β,Α就决不再被真实地否定于Γ。因为如果Γ属于一切Β,而显而易见Α也属于一切Β,那么在第三格中就会推导出Α属于某些Γ;但曾设定Α不属于任何Γ。因此,在大前提为否定的真命题时,小前提为肯定的真命题是不可能的。

§1.307

"Ἅμα δέ, εἰ καὶ εἰσὶν ἀμφότεραι ἀληθεῖς, καὶ τὸ συμπέρασμα ἔσται ἀληθές." Ὅτι καὶ κατ’ ἄλλον τρόπον ἀδύνατον τῆς μείζονος ἀληθοῦς οὔσης μὴ πάντως ψευδῆ εἶναι τὴν ἐλάττονα· εἰ γὰρ καὶ αὐτὴ εἴη ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθὲς ἔσται, ὅπερ ἀδύνατον. οἷον εἰ τὸ Α μηδενὶ τῶν Γ ἀληθῶς, τὸ δὲ Γ παντὶ τῷ Β ἀληθῶς, καὶ τὸ Α οὐδενὶ τῷ Β ὑπάρξει ἀληθῶς· ἀλλ’ ὑπέκειτο παντὶ ὑπάρχειν. οὐκ ἄρα ἐνδέχεται τῆς μείζονος ἀληθοῦς οὔσης μὴ πάντως τὴν ἐλάττονα ψευδῆ εἶναι.

“同时,即使两者皆真,结论也将为真。” 这就是说,在大前提为真时,小前提不必然全假,依另一种方式也是不可能的;因为如果小前提也是真的,结论也将为真,而这是不可能的。例如,如果Α真实地不属于任何Γ,而Γ真实地属于一切Β,那么Α也将真实地不属于任何Β;但曾设定它属于一切。因此,在大前提为真时,小前提不必然为假是不可能的。

§1.308

"Ἀλλὰ καὶ τὴν ΓΒ ἐνδέχεται ἀληθῆ εἶναι τῆς ἑτέρας οὔσης ψευδοῦς." Τὸ ἀντικείμενον ὑποτίθεται, τὸ τὴν ἐλάττονα μὲν ἀληθῆ εἶναι ψευδῆ δὲ τὴν μείζονα. τοῦτο δὲ συμβαίνει, φησίν, εἰ ληφθείη μέσος ὅρος τοιοῦτος ὥστε εἶναι τὸν ἐλάττονα ὑπ’ αὐτὸν καὶ αὐτὸν ἐν τῷ μείζονι· εἰ γὰρ οὕτως ληφθείη ὁ μέσος ὥστε τὸν ἐλάττονα καὶ ἐν αὐτῷ εἶναι καὶ ἐν τῷ μείζονι, ἀνάγκη, φησί, θάτερον ὑπὸ θάτερον εἶναι, τουτέστι τόν τε μέσον2 ὑπὸ τὸν μείζονα καὶ τὸν μείζονα ὑπὸ τὸν μέσον. εἰ γὰρ ἀμέσως ὑπάρχει τῷ Β τὸ Α, ὑπάρχει δὲ καὶ τὸ Γ τῷ Β, πᾶσα ἀνάγκη ἐξισάζειν τὸ Α καὶ τὸ Γ, ὥστε καὶ τὸ Α ἐν τῷ Γ ἐστὶ καὶ τὸ Γ ἐν τῷ Α· τοιαῦτα γάρ ἐστι τὰ ἐξισάζοντα. οἷον ἔστω τὸ Α γελαστικόν, τὸ Β ἄνθρωπος, μέσος δὲ ὅρος ἔστω τὸ ὀρθοπεριπατητικόν· δῆλον οὖν ὅτι ὁ μὲν ἄνθρωπος ἐν τῷ ὀρθοπεριπατητικῷ, τὸ δὲ ὀρθοπεριπατητικὸν ἐν τῷ γελαστικῷ, τὸ δὲ γελαστικὸν ἐν τούτῳ. καὶ συντόμως εἰπεῖν τοὺς τρεῖς ὅρους ἐξισάζοντας ληπτέον· οὕτω γὰρ ἐχόντων ὁ μείζων ψευδῶς ἀποφάσκεται τοῦ μέσου, ὁ δὲ μέσος ἀληθῶς καταφάσκεται τοῦ ἐλάττονος.

“但是,在另一前提为假时,ΓΒ命题也可能是真的。” 他设定了相反的情形,即小前提为真而大前提为假。他说,如果取这样一个中项——使得小项在其下,并且它自身在大项中,这种情况就会发生;因为如果这样取中项,使得小项既在它之中又在大项之中,他说,一者就必然在另一者之下,也就是说,中项在大项之下且大项在中项之下。因为如果Α直接属于Β,而Γ也属于Β,那么Α与Γ完全必然相互等同,从而Α既在Γ中,Γ也在Α中;因为相互等同的项就是这样的。例如,设Α为能笑者,Β为人,中项为直立行走者;显而易见,人处于直立行走者之中,直立行走者处于能笑者之中,而能笑者处于此项之中。简而言之,这三个项必须取为相互等同的;因为在此种情况下,大项被虚假地否定于中项,而中项被真实地肯定于小项。

语法注2 条
  1. 1.306ᾧ μηδενὶ ὑπάρχει τὸ Α

    与格关系代词 ᾧ 的先行词是紧前作不定式主语的中项 τὸ Γ。在句法上其义为“Α不属于其任何部分的那个Γ,不可能属于Β”,以关系从句承接了大前提 ΑΓ 为真这一假设条件。

  2. 1.308ἀνάγκη, φησί, θάτερον ὑπὸ θάτερον εἶναι, τουτέστι τόν τε μέσον ὑπὸ τὸν μείζονα καὶ τὸν μείζονα ὑπὸ τὸν μέσον

    短语 θάτερον ὑπὸ θάτερον(“一者在另一者之下”)在此并非指通常单向的从属包含关系,而是正如紧随其后的 τουτέστι 所阐明的,指“中项在大项之下且大项在中项之下”的双向相互从属,即两项在外延上相互等同(ἐξισάζειν)且可互换。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:200.6-201.28