← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§198.26-200.5

第一格中全称否定谬误推论的条件

菲洛波庞论述了在第一格中推导出全称否定错误结论(Α不属于任何Β)的情况,首先讨论了两前提皆假的情形(包括全称地假与特称地假的区分),随后解释了一方前提为假时大前提为真而小前提为假的情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.303

" Οἷον εἰ τὸ Α καὶ τῷ Γ καὶ τῷ Β ὑπάρχει ἀτόμως· ἐὰν γὰρ ληφθῇ τὸ μὲν Α τῷ Γ μηδενί, τὸ δὲ Γ παντὶ τῷ Β, ψευδεῖς αἱ προτάσεις." Λαμβάνει πάλιν μείζονα μὲν ὅρον τὸ Α ἐλάττονα δὲ τὸ Β, καὶ πάλιν καταφάσκει ἀμέσως τὸ Α τοῦ Β. οἷον ἔστω τὸ μὲν Α ζῷον, τὸ δὲ Β πεζόν· τὸ ζῷον τοίνυν ἀμέσως ὑπάρχει παντὶ πεζῷ. ἡ οὖν ἀπάτη ἡ λέγουσα τὸ Α μηδενὶ ὑπάρχειν τῶν Β ἠδύνατο ἂν ἐν πρώτῳ σχήματι ἐκ δύο ψευδῶν προτάσεων συνάγειν τοῦτο, εἰ μέσον ἔλαβεν ὅρον τοιοῦτον ὥστε τὸν μείζονα καὶ αὐτοῦ καὶ τοῦ ἐλάττονος ἀμέσως κατηγορεῖσθαι καταφατικῶς, τουτέστιν εἰ εὐθὺς τὰ ὑπὸ τὸν μείζονα ὅρον ἀντιδιῃρημένα ἀλλήλοις λάβοι.1 οἷον εἰ ὁ μείζων εἴη οὐσία ὁ δὲ ἐλάττων σῶμα, τὸ ἀντιδιῃρημένον τῷ σώματι εἶδος μέσον ληπτέον, λέγω δὴ τὸ ἀσώματον. ὁμοίως, εἰ μείζονα ἐλάβομεν τὸ ζῷον ἐλάττονα δὲ τὸ πεζόν, μέσον ληψόμεθα τὸ πτηνόν, ὅπερ ἀντιδιῄρηται τῷ πεζῷ· δῆλον γὰρ ὅτι καὶ τῷ πτηνῷ καὶ τῷ πεζῷ ἀμέσως ὑπάρχει τὸ ζῷον. τοιούτου οὖν ὄντος τοῦ μέσου, εἰ λάβοι τὸ μὲν Α μηδενὶ τῷ Γ ὑπάρχειν τὸ δὲ Γ παντὶ τῷ Β, δῆλον ὅτι ἀμφότεραί εἰσι ψευδεῖς· ἐδείξαμεν γὰρ καθόλου ὅτι, ὅταν ἕν τι δύο τινῶν ἀμέσως κατηγορῆται, εἴτε καταφατικῶς κατηγορεῖται εἴτε ἀποφατικῶς, εἴτε τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς, ἐκείνων οὐδέτερον ἐν οὐδετέρῳ ὑπάρχει. ὥστε εἰ λάβοι τὸ Α κατ’ οὐδενὸς μὲν τοῦ Γ, παντί γε αὐτῷ ὑπάρχοντος τοῦ Α, καὶ τὸ Γ παντὶ τῷ Β, οὐδενί γε ὑπάρχοντος, ἄμφω λήψεται ψευδεῖς. ἔστω γάρ, ὡς εἴπομεν, ὁ μείζων μὲν ὅρος, ἐφ’ οὗ τὸ Α, ζῷον, ὁ δὲ μέσος, τὸ Γ, πτηνόν, ὁ δὲ ἐλάττων, τὸ Β, πεζόν· τὸ οὖν ζῷον ἀμέσως ὑπάρχει ἀμφοτέροις. ἐὰν οὖν τις λάβῃ ὅτι ζῷον μὲν οὐδενὶ πτηνῷ, πτηνὸν δὲ παντὶ πεζῷ, ἄμφω μὲν ψευδεῖς λήψεται, συνάξει δὲ ὅτι ζῷον οὐδενὶ πεζῷ. δυνατὸν δὲ ἀμφοτέρας μὴ καθόλου λαβεῖν ψευδεῖς.2 οἷον τὸ μὲν ζῷον παντὶ λογικῷ ὑπάρχει· τὸ μὴ ὑπάρχειν συναχθήσεται ληφθέντος μέσου ὅρου τοῦ θνητοῦ. εἰ οὖν εἴπω ‘τὸ ζῷον οὐδενὶ θνητῷ, τὸ θνητὸν παντὶ λογικῷ, τὸ ζῷον ἄρα οὐδενὶ λογικῷ’, ἡ μὲν μείζων ἔσται καθόλου ψευδής, ἡ δὲ ἐλάττων ἡ καταφατικὴ ἐπί τι ψευδής. δεῖ οὖν τὸν μέσον ὅρον ληφθῆναι τινὶ μὲν ὑπάρχοντα τῷ ἐλάττονι τινὶ δὲ μή· ληφθέντος γὰρ παντὶ ὑπάρχειν ἐπί τι ψευδὴς ἔσται. τὸν δὲ μείζονα λαβεῖν ἐπί τι ψευδῆ οὐκ ἐνδέχεται·3 τοῦ γὰρ Α καθολικωτάτου ὄντος, εἰ ληφθείη τις ὅρος τῶν ὑπ’ αὐτό, παντὶ μὲν αὐτῷ ἀληθῶς ὑπάρξει τὸ Α, οὐδενὶ δὲ ψευδῶς· εἰ δὲ ἀλλότριος τοῦ Α εἴη ὁ ληφθείς, οὐδενὶ μὲν αὐτῷ ὑπάρξει τὸ Α ἀληθῶς, παντὶ δὲ ψευδῶς. οὐκ ἄρα ἐνδέχεται τὴν μείζονα πρότασιν ἐπί τι ψευδῆ εἶναι.

“例如,如果Α不可分地既属于Γ又属于Β;因为如果取Α不属于任何Γ,而Γ属于一切Β,则各前提皆假。” 他再次将Α取为大项,将Β取为小项,并再次将Α直接肯定于Β。例如,设Α为动物,Β为陆生者;于是动物直接属于一切陆生者。因此,声称Α不属于任何Β的错误,如果在第一格中取了这样一个中项——使得大项直接且肯定地既被表述于它又被表述于小项,也就是说,如果直接取大项之下相互对立区分的项——本来能够从两个假前提中推导出这一结论。例如,如果大项是实体而小项是物体,就应当取与物体对立区分的种作为中项,我指的是无物体者[非物体]。同样地,如果我们取动物为大项而取陆生者为小项,我们将取有翼者为中项,它与陆生者对立区分;因为显而易见,动物直接既属于有翼者又属于陆生者。因此,当中项是此类事物时,如果取Α不属于任何Γ,而Γ属于一切Β,显而易见两者皆假。因为我们曾普遍地表明,每当某一事物直接被表述于两个事物时,无论它是被肯定地表述还是被否定地表述,抑或对一者被肯定地表述而对另一者被否定地表述,那两项中的任何一者都不属于另一者。因此,如果取Α不属于任何Γ——尽管Α属于其全体——并且取Γ属于一切Β——尽管它不属于任何Β——他就将两前提都取为假。因为正如我们所言,设大项Α为动物,中项Γ为有翼者,小项Β为陆生者;于是动物直接属于两者。因此,如果有人取动物不属于任何有翼者,而有翼者属于一切陆生者,他固然将两前提都取为假,却会得出结论说动物不属于任何陆生者。但也可以把两者都取为并非全称地假。例如,动物属于一切理性者;取有死者为中项,就会推导出不属于。因此,如果我说“动物不属于任何有死者,有死者属于一切理性者,所以动物不属于任何理性者”,大前提将是全称地假,而肯定的小前提则是特称地假。因此,中项必须取为既属于小项的某些部分又不属于某些部分;因为一旦被取为属于全体,它就将是特称地假。但把大项[大前提]取为特称地假则是不可能的;因为Α是最全称的,如果取其下的某个项,Α将真实地属于其全体,而虚假地不属于任何部分;但如果所取的项与Α无关,Α将真实地不属于其任何部分,而虚假地属于其全体。因此,大前提不可能特称地假。

§1.304

"Ἐνδέχεται δὲ καὶ τῆς ἑτέρας ψευδοῦς οὔσης, καὶ ταύτης ὁποτέρας ἔτυχε." Τέως λαμβάνει τὴν μὲν μείζονα ἀληθῆ τὴν ἀποφατικήν, τὴν δὲ ἐλάττονα ψευδῆ· τοῦτο δέ, ὅταν ὁ μέσος ὅρος ἀμφοῖν ἀλλότριος ληφθῇ. οἷον λίθος, ζῷον, λογικόν· ζῷον οὐδενὶ λίθῳ ὑπάρχει, λίθος παντὶ λογικῷ, ζῷον ἄρα οὐδενὶ λογικῷ ὑπάρξει· καὶ ἔστιν ἡ ἀποφατικὴ μόνη ἀληθής. οὕτω μὲν οὖν διὰ τῶν ὅρων σαφὴς οὗτος ὁ λόγος. αὐτὸς δὲ καὶ διά τινων καθολικωτέρων λόγων τοῦτο πιστοῦται.

“而且在其中一个前提为假时也是可能的,并且这一前提可以是随便哪一个。” 眼下他将否定的大前提取为真,而将小前提取为假;而这发生于中项被取为与两项皆无关时。例如:石头、动物、理性者;动物不属于任何石头,石头属于一切理性者,所以动物将不属于任何理性者;并且只有否定前提为真。因此,通过这些项,这一论述是清楚的。但他自己也通过某些更为普遍的论述来证实这一点。

语法注3 条
  1. 1.303ἡ οὖν ἀπάτη ἡ λέγουσα τὸ Α μηδενὶ ὑπάρχειν τῶν Β ἠδύνατο ἂν ἐν πρώτῳ σχήματι ἐκ δύο ψευδῶν προτάσεων συνάγειν τοῦτο, εἰ μέσον ἔλαβεν ὅρον τοιοῦτον ὥστε τὸν μείζονα καὶ αὐτοῦ καὶ τοῦ ἐλάττονος ἀμέσως κατηγορεῖσθαι καταφατικῶς, τουτέστιν εἰ εὐθὺς τὰ ὑπὸ τὸν μείζονα ὅρον ἀντιδιῃρημένα ἀλλήλοις λάβοι.

    主句是一个过去与事实相反的虚拟句(ἠδύνατο ἄν 搭配不定式 συνάγειν),其条件从句先用过去直陈式(εἰ μέσον ἔλαβεν),随后通过带祈愿语气(εἰ... λάβοι)的条件从句进行同位阐释和具体化。主句主语是拟人化的 ἡ ἀπάτη(错误)。

  2. 1.303δυνατὸν δὲ ἀμφοτέρας μὴ καθόλου λαβεῖν ψευδεῖς.

    否定词 μή 修饰 καθόλου,构成部分否定:“并非全称地假”(即特称地假,ἐπί τι ψευδής)。其意为在保持两前提皆假的前提下,可以使其并非全盘皆假而是部分为假。

  3. 1.303τὸν δὲ μείζονα λαβεῖν ἐπί τι ψευδῆ οὐκ ἐνδέχεται

    τὸν μείζονα 在语境中实质指代“大前提”(τὴν μείζονα πρότασιν),宾格作为不定式 λαβεῖν 的主语/宾语。紧随其后的总结句明确使用了 τὴν μείζονα πρότασιν,证实了此处指涉的是大前提而非单纯的大项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:198.26-200.5