← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§18.11-20.2

依普遍与个别及潜能与现实论知与不知的并存

在《后分析篇》71a24–71b7中,亚里士多德通过论述在学习之前在普遍上知晓与在个别上不知晓的并存来化解《美诺篇》的悖论;菲洛波庞从普遍与个别、潜能与现实、直接证明与归谬法等维度阐明了这一化解的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

" Πρὶν δ’ ἐπαχθῆναι ἢ λαβεῖν τινα συλλογισμὸν τρόπον μέν τινα ἴσως φατέον ἐπίστασθαι, τρόπον δ’ ἄλλον οὔ." Τουτέστι πρὶν κατὰ τὴν αἴσθησιν προσβάλωμεν τῷ κεκρυμμένῳ τριγώνῳ, κατά τι μὲν λεγόμεθα αὐτὸ ἐπίστασθαι, τῷ εἰδέναι ὅτι πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει·1 ταύτῃ γὰρ δῆλον ὅτι δυνάμει καὶ τὸ κεκρυμμένον τρίγωνον ἐγνώκαμεν. κατά τι δὲ ἀγνοοῦμεν, τῷ μὴ εἰδέναι εἰ τρίγωνόν ἐστιν ὅλως τὸ κεκρυμμένον· εἰ γὰρ ἀγνοοῦμεν ὅτι τρίγωνον, δῆλον ὡς οὐδὲ εἰ δύο ὀρθαῖς ἴσας ἔχει γινώσκομεν. ὁ δὲ νοῦς οὕτως, ὅτι μὲν πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, προῄδει τῷ καθόλου· ὅτι δὲ τρίγωνόν ἐστι τὸ κεκρυμμένον ἐν τῷ ἡμικυκλίῳ, ἠγνόει· διὸ οὐδὲ εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει ᾔδει.

“但在被引导或者获得某种推论之前,也许应当说以某种方式知道,但以另一种方式并不知道。” 也就是说,在我们通过感觉触及那隐蔽的三角形之前,从某个方面来说我们被说成是知道它的,这是由于知道一切三角形都具有三内角等于两直角;因为在这方面显然我们在潜能上也已经认识了那隐蔽的三角形。但从另一个方面来说我们则不知晓它,这是由于根本不知道那隐蔽之物是否是三角形;因为如果我们不知晓它是三角形,显然我们也不知道它是否具有等于两直角[的角]。其含义是这样的:一切三角形都具有三内角等于两直角,他在普遍上预先知道;但半圆中隐蔽之物是三角形,他并不知道;因此,它是否具有等于两直角[的角],他也不知道。

§1.15

"Εἰ δὲ μή, τὸ ἐν τῷ Μένωνι ἀπόρημα συμβήσεται." Εἰ δὲ μὴ τοῦτο εἴη, φησίν, ἀληθές, ὅπερ εἴπομεν, ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ εἰδέναι καὶ μὴ εἰδέναι, κατὰ μὲν τὸ καθόλου εἰδέναι κατὰ δὲ τὸ μερικὸν ἀγνοεῖν, χώραν ἕξει ἡ ἐν τῷ Μένωνι ἀπορία, ἣν ἤδη προφθάσαντες εἰρήκαμεν.

“否则,《美诺篇》中的难题就会发生。” 他说,如果我们所说的话——即有可能同时知道又不知道同一事物,在普遍上知道而在个别上不知道——不是真实的,《美诺篇》中的难题(我们此前已经说明过的)就会成立。

§1.16

"Ἆρα οἶδας πᾶσαν δυάδα ἀρτίαν ἢ οὔ;" Εἰπὼν ὅτι οὐχ οὕτω δὲ ἐπιλυσόμεθα τὴν ἀπορίαν, ὥσπερ τινὲς κακῶς ἐπεχείρησαν λύειν αὐτήν, τίθησιν ὁ Ἀριστοτέλης πρῶτον τὴν ἀπορίαν, εἶτα τὴν ἐκείνων δοκοῦσαν ἐπίλυσιν καὶ οὕτως τὴν ἑαυτοῦ.

“你是否知道一切二项都是偶数,还是不知道?” 在说明了我们并不像某些人拙劣地试图解决这个难题那样去解决它之后,亚里士多德首先提出了这个难题,接着提出了他们表面上的解决,然后这样提出了他自己的解决。

§1.17

"Ἀλλ’ οὐδέν, οἶμαι, κωλύει ὃ μανθάνει ἔστιν ὡς ἐπίστασθαι,2 ἔστι δ’ ὡς ἀγνοεῖν." Ἐντεῦθεν αὐτὸς τὴν ἀληθῆ ἐπίλυσιν τῆς ἀπορίας τίθησιν, ὅτι οὐδέν ἐστι κωλῦον τὸ κατά τι μὲν ἀγνοεῖν κατά τι δὲ ἐπίστασθαι· ἐπίστασθαι μέν, εἰ τύχοι, κατὰ τὸ καθόλου, ἀγνοεῖν δὲ κατὰ τὸ μερικόν, ἢ ἔμπαλιν· καὶ ἐπίστασθαι μὲν τῇ δι’ ἀδυνάτου δείξει, ἀγνοεῖν δὲ τῇ ἐπ’ εὐθείας, ἢ ἔμπαλιν.

“但我想,并没有什么妨碍一个人对他所学习的事物在某种意义上知道,在另一种意义上却不知道。” 由此他自己提出了难题的真正解决,即没有任何东西妨碍从某个方面不知晓而从另一个方面知道:例如,在普遍上知道,而在个别上不知晓,或者反过来;以及通过归谬证明知道,而通过直接证明不知晓,或者反过来。

§1.18

"Ἄτοπον γὰρ οὐκ εἰ οἶδέ πως ὃ μανθάνει, ἀλλ’ εἰ ὡδί πως, οἷον ᾗ μανθάνει καὶ ὥς.3" Τουτέστιν ᾗ μανθάνει, ἤτοι κατὰ τὸ καθόλου ἤτοι κατὰ τὸ μερικόν. εἰ γὰρ μανθάνει κατὰ τὸ μερικόν, ἐνδέχεται αὐτὸ τοῦτο κατὰ τὸ καθόλου εἰδέναι ὃ μανθάνει· ὁμοίως δὲ καὶ εἰ κατὰ τὸ καθόλου μανθάνει τι, οὐκ ἀδύνατον αὐτὸν κατὰ τὸ μερικὸν εἰδέναι τοῦτο ὃ μανθάνει· καὶ εἰ ἐνεργείᾳ ἀγνοεῖ, οὐκ ἄτοπον δυνάμει εἰδέναι. τὸ μέντοι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ εἰδέναι τε καὶ μὴ εἰδέναι τῶν ἀδυνάτων ἐστί. καὶ ὥς, τουτέστι κατὰ τὸν τρόπον τῆς μαθήσεως· εἰ γὰρ μανθάνοι τὸν ἐπ’ εὐθείας, ἀδύνατον αὐτὸν προειδέναι τὸν ἐπ’ εὐθείας τῆς δείξεως τρόπον· ὁμοίως καὶ εἰ τὸν δι’ ἀδυνάτου τρόπον μανθάνοι.

“因为令人费解的并不是他在某种意义上知道自己所学习的事物,而是如果他以如此这般的方式,即在他学习它的方面并且以他学习它的方式[知道它]。” 也就是说,“在他学习它的方面”,要么是在普遍方面,要么是在个别方面。因为如果他在个别方面学习,那么他完全可能在普遍方面知道他所学习的这同一事物;同样地,如果他在普遍方面学习某物,他在个别方面知道他所学习的这事物也并非不可能;并且,如果他在现实上不知晓,在潜能上知道也并不令人费解。然而,在同一方面既知道又不知道同一事物,乃是属于不可能的事情。“以他学习它的方式”,也就是说依照学习的方式;因为如果他正在学习直接证明的方式,他不可能预先知道这种直接证明的方式;如果他正在学习归谬证明的方式,情况同样如此。

语法注3 条
  1. 1.14τῷ εἰδέναι ὅτι πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει

    带冠词不定式的与格 τῷ εἰδέναι 用作手段或原因与格,为主要分句中的被动动词 λεγόμεθα 提供理由或根据。紧随其后的 τῷ μὴ εἰδέναι 同样指明了 ἀγνοοῦμεν 的原因。

  2. 1.17ὃ μανθάνει ἔστιν ὡς ἐπίστασθαι

    动词 κωλύει 统领宾格不定式结构,其中关系从句 ὃ μανθάνει 充当不定式 ἐπίστασθαι 与 ἀγνοεῖν 的宾格直接宾语。短语 ἔστιν ὡς 是习语性的副词表达,意为“在某种方式上”。

  3. 1.18οἷον ᾗ μανθάνει καὶ ὥς

    οἷον 引导例示,具体说明前文的 ὡδί πως(“以如此这般的方式”)。注疏家菲洛波诺斯在句法上区分了两个关系副词,将 ᾗ 解释为认知的方面(普遍还是个别),而将 ὥς 解释为证明的方式(直接论证还是归谬法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:18.11-20.2