- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:1.5-2.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯指出全部逻辑学研究的终极目的在于论证论(《后分析篇》),并从逻辑构造的先后次序阐明《范畴篇》、《解释篇》与《前分析篇》是通向该目的必不可少的准备。他进而划分了推论的三种类型(论证性、辩证性与诡辩性)及各著作的功用,强调哲学家的首要职责是追求基于必然前提的论证性推论。
Τοῦτο τέλος ἐστὶ τῆς λογικῆς πραγματείας, φημὶ δὴ ὁ λόγος ὁ περὶ ἀποδείξεως·1 τὰ γὰρ ἄλλα λογικὰ συγγράμματα διὰ τὴν ἀπόδειξιν ἡμῖν παρέδωκεν ὁ Ἀριστοτέλης, λέγω δὴ τὴν τε περὶ τῶν ἁπλῶν φωνῶν διδασκαλίαν ἐν Κατηγορίαις καὶ τὴν περὶ τῶν προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας καὶ τὴν περὶ τῶν συλλογισμῶν ἐν τοῖς Προτέροις ἀναλυτικοῖς, ἵν’ οὕτω δι’ ἐκείνων ὁδῷ καὶ ἐπὶ ταύτην ὡς τέλος τῶν ἄλλων βαδίσωμεν. καὶ πάνυ γε εἰκότως τοῦτο πεποίηκεν· ὥσπερ γὰρ οὐ δυνατὸν γνῶναι τὴν Λύδιον ἢ τὴν Δώριον ἁρμονίαν τὸν μὴ ἁπλῶς εἰδότα κιθαρίζειν, οὔτε δὲ πάλιν, εἰ τύχοι, τὸν ὀξύρυγχον τύπον γράφειν τὸν μὴ ἁπλῶς εἰδότα γράφειν, οὕτως ἀδύνατον γνῶναι τὸν ἀποδεικτικὸν συλλογισμὸν πρὸ τοῦ μαθεῖν τὸν ἁπλῶς συλλογισμόν. εἶτα ἐπειδὴ ὁ ἁπλῶς συλλογισμὸς σύγκειται ἐκ προτάσεων, οὐ δυνατὸν δὲ ἄνευ προτάσεων γνῶναι τὸν ἁπλῶς συλλογισμόν, παραδέδωκεν ἡμῖν τὸ Περὶ ἑρμηνείας, ἐν ᾧ περὶ προτάσεων διδάσκει. πάλιν δέ, ἐπειδὴ ἀδύνατον γνῶναι τὰς προτάσεις ἄνευ τῶν ἁπλῶν φωνῶν ἐξ ὧν σύγκεινται, πρὸ τοῦ Περὶ ἑρμηνείας παραδέδωκεν ἡμῖν τὰς Κατηγορίας, ἐν αἷς διδάσκει ἡμᾶς περὶ τῆς τῶν ἁπλῶν φωνῶν δυνάμεώς τε καὶ σημασίας. καὶ ἐπεὶ συλλογισμοῦ πλείονα εἴδη, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς διὰ πλειόνων ἀπεδείξαμεν, τό τε σοφιστικὸν καὶ τὸ διαλεκτικὸν καὶ τὸ ἀποδεικτικόν, τὸν μὲν ἀποδεικτικὸν συλλογισμὸν ἐν τούτοις ἡμῖν παραδίδωσι, τὸν δὲ διαλεκτικὸν ἐν τοῖς Τοπικοῖς, ἔνθα πῶς ἂν ἐφ’ ἑκάτερά τις ἐπιχειρήσειε παραδίδωσιν. ἵνα δὲ μὴ ἐξαπατώμεθα ὑπὸ τῶν προσδιαλεγομένων ἡμῖν, διδάσκει ἡμᾶς καὶ περὶ τοῦ σοφιστικοῦ συλλογισμοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, ὥσπερ ἀλεξητήριον ἡμῖν φάρμακον παρέχων ἐπὶ τὸ ἀποφεύγειν τὰς σοφιστικάς, ὡς αὐτός φησιν, ἐνοχλήσεις, ὃν τρόπον καὶ οἱ ἰατροὶ διδάσκονται τὰ δηλητήρια τῶν φαρμάκων οὐκ ἐπὶ τὸ χρῆσθαι ἀλλ’ ἐπὶ τὸ φεύγειν. μηδεὶς γὰρ ὑπολαμβανέτω, ὅπερ οἱ πολλοὶ νομίζουσιν, ὡς περὶ σοφιστικῶν συλλογισμῶν ἐστι τοῖς φιλοσόφοις ὁ λόγος· παιζόντων γάρ μᾶλλον, οὐ σπουδαζόντων τῶν τοιούτων συλλογισμῶν τὸ εἶδος·2 οἷον πᾶν τὸ ὑπερέχον τοῦ ὑπερεχομένου μεῖζόν ἐστι· τὸ δὲ λάχανον ὑπερέχει τῆς γῆς· τὸ λάχανον ἄρα μεῖζον τῆς γῆς. τοὐναντίον δὲ μᾶλλον ἐλέγχους τῆς τοιαύτης ἀπάτης ἐν ἐκείνοις ἡμῖν ὁ Ἀριστοτέλης παραδέδωκε· διόπερ οὐδὲ ἐπιγέγραπται τὸ βιβλίον Περὶ σοφιστικῶν συλλογισμῶν ἀλλὰ Σοφιστικοὶ ἔλεγχοι. ὁ γὰρ λόγος τοῖς φιλοσόφοις ἐστὶ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ οὐκ ἐξ ἐνδόξων ἀλλ’ ἐξ ἀναγκαίων τε καὶ αὐτοπίστων προτάσεων τὸ εἶναι ἔχοντος·3 διὸ καὶ ἀδύνατόν ἐστι μεταπεισθῆναι τὸν τῇ τοιαύτῃ ἀνάγκῃ τῶν λόγων ἑπόμενον· οὐδὲ γὰρ ἁπλῶς πείθεσθαι ἐνδόξοις δεῖ προσώποις (ἑτεροκινήτου γὰρ τοῦτο) ἀλλὰ τὴν ἀλήθειαν μεταδιώκειν μετὰ ἀποδείξεως, κἂν ἅπαντες μὴ βούλωνται.
这就是逻辑学研究的终极目的,我指的是关于论证的论述;因为亚里士多德正是为了论证才将其他逻辑学著作传授给我们的,也就是在《范畴篇》中关于单纯语词的教学、在《解释篇》中关于命题的教学,以及在《前分析篇》中关于推论的教学,以便我们借由这些著作依循阶梯走向作为其他著作之终极目的的论证论。而他这样做是极为合情合理的;因为正如根本不会弹奏齐特拉琴的人不可能知晓吕底亚调式或多立斯调式,又比如说根本不会写字的人也不可能书写尖锐体字体一样,在学会一般的推论之前,也不可能知晓论证性推论。其次,由于一般的推论是由命题构成的,而没有命题就不可能知晓一般的推论,因此他向我们传授了《解释篇》,在其中讲授关于命题的内容。再次,由于没有构成命题的单纯语词就不可能知晓命题,因此他在《解释篇》之前向我们传授了《范畴篇》,在其中向我们讲授关于单纯语词的权能和意义的内容。而且,正如我们在《前分析篇》中通过多重论述所证明的那样,既然推论有多个种类,即诡辩的、辩证的和论证的,那么他便在当下这些卷册中向我们传授论证性推论,而在《论题篇》中传授辩证推论——在其中他传授人们如何能够就正反双方展开论辩。而为了让我们不被与我们对话的人所欺骗,他还在《辩谬篇》中向我们讲授关于诡辩推论的内容,仿佛为我们提供了解毒之药,以便如他自己所说的那样避开诡辩带来的困扰,正如医家受教学习药物中的毒药,并非为了使用,而是为了避开一样。因为绝不要有人像大众所认为的那样,以为哲学家们的论述是关乎诡辩推论的;因为这类推论毋宁属于戏谑之人,而非认真从事学术之人;例如:“凡超出者皆大于被超出者;蔬菜超出大地;因此蔬菜大于大地。”恰恰相反,亚里士多德在那些著作中向我们传授的是对这种欺骗的驳斥;正因如此,这部书名才不是《论诡辩推论》,而是《辩谬篇》。因为哲学家们的论述是关于论证性推论的,这种推论的存在并非来源于公认的前提,而是来源于必然且自明的前提;因此,遵循言论之这种必然性的人,也是不可能被说服改变见解的;因为绝不应当单纯顺从有名望之人(因为这是受他者推动之人的特征),而应当即使众人皆不情愿,也带着论证去追随真理。
- 1.0φημὶ δὴ ὁ λόγος ὁ περὶ ἀποδείξεως
在插入性动词 φημί 之后,并未采用宾格加不定式的结构,而是以主格短语 ὁ λόγος 与前句的主语 τοῦτο 或表语 τέλος 形成同格。
- 1.0παιζόντων γάρ μᾶλλον, οὐ σπουδαζόντων τῶν τοιούτων συλλογισμῶν τὸ εἶδος
句子的基本结构为主语 τὸ εἶδος 加上表语性属格 παιζόντων / οὐ σπουδαζόντων,以及部分属格 τῶν τοιούτων συλλογισμῶν,系词 ἐστί 被省略。分词属格表示所有或属性(“属于戏谑者”)。
- 1.0οὐκ ἐξ ἐνδόξων ἀλλ’ ἐξ ἀναγκαίων τε καὶ αὐτοπίστων προτάσεων τὸ εἶναι ἔχοντος
分词 ἔχοντος 修饰前面的属格 τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ。介词短语(οὐκ ἐξ ἐνδόξων...)置于宾语 τὸ εἶναι 与分词 ἔχοντος 之前,修饰分词短语的动词义。
