← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§197.22-198.25

大前提的间接性与前两格中的否定性错误

菲洛波庞首先指明80a4中关于大前提即使非直接亦可为真的文句所接续之处,随后自80a8起讨论与无中项肯定前提相对立的否定性错误如何在第一格和第二格中产生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.301

" Διαφέρει δ’ οὐδέν, οὐδ’ εἰ μὴ ἀτόμως ὑπάρχει." Οὐ πρὸς τὸ προσεχῶς εἰρημένον τοῦτο τὸ ὅταν γὰρ πρώτως κατηγορῆται τὸ αὐτὸ πλειόνων, ἀλλὰ πρὸς τὸ πρὸ αὐτοῦ1 τὸ ἀλλὰ καὶ τὴν ἑτέραν ἐνδέχεται ἀληθῆ λαμβάνειν, οὐ μέντοι ὁποτέραν ἔτυχεν, ἀλλὰ τὴν ΑΓ. εἶτα ἐφεξῆς διαφέρει δὲ οὐδέν, οὐδ’ εἰ μὴ ἀτόμως ὑπάρχει, τουτέστι πρὸς τὸ γενέσθαι τὴν μείζονα πρότασιν ἀληθῆ, τὴν ΑΓ, οὐδὲν διαφέρει, εἴτε ἀμέσως καταφάσκοιτο τὸ Α τοῦ Γ, τουτέστιν ὁ μείζων ὅρος τοῦ μέσου, εἴτε μὴ ἀμέσως ἀλλὰ διὰ πλειόνων, τουτέστιν εἰ ὁ μέσος μὴ εἴη ὑπὸ τὸν μείζονα εὐθὺς τεταγμένος ἀλλὰ μετὰ πολλά. τοῦ γὰρ Α οὐσίας ὄντος, τὸ Γ εἰ μὲν σῶμα εἴη, ἀμέσως αὐτοῦ κατηγορεῖται τὸ Α· εἰ δέ τι τῶν κατωτέρω, οἷον ζῷον ἢ λογικὸν ἢ ἕτερόν τι τοιοῦτον, οὐκ ἀμέσως μὲν τὸ Α τῷ Γ, ὑπάρχει δὲ ὅμως ἀληθῶς. πρὸς οὖν τὸ γενέσθαι τὴν μείζονα πρότασιν ἀληθῆ οὐδὲν διαφέρει, εἴτε προσεχῶς ὑποκέοιτο τῷ μείζονι ὁ μέσος εἴτε μετὰ πολλά.

“即使不是不可分地属于,也没有任何区别。” 这并不是针对紧接在前面所说的“因为每当同一事物首先被表述于较多事物时”,而是针对其前面的“但也可能取另一前提为真,然而并非随便哪一个,而是ΑΓ”。然后接下来是“即使不是不可分地属于,也没有任何区别”,这就是说,对于使大前提ΑΓ成真而言,无论Α是直接地、还是非直接地而是通过较多中间项被肯定于Γ——也就是大项被肯定于中项——即如果中项不是直接排在大项之下而是在许多项之后,都毫无区别。因为当Α是实体时,如果Γ是物体,则Α被直接表述于它;但如果是更下位者之一,比如动物或有理性的存在或类似的其他事物,虽然Α不是直接属于Γ,但确实真实地属于它。因此,对于使大前提成为真命题而言,中项是直接位于大项之下还是在许多项之后,毫无区别。

§1.302

"Ἡ δὲ τοῦ μὴ ὑπάρχειν ἔν τε τῷ πρώτῳ καὶ ἐν τῷ μέσῳ σχήματι." Εἴπομεν ὅτι πρόκειται αὐτῷ περὶ τῆς ἐναντίας ἀπάτης τῇ ἐπιστήμῃ διαλαβεῖν, καὶ ὅτι ἡ κατὰ διάθεσιν ἀπάτη ἡ περὶ τὰς ἀμέσους γίνεται προτάσεις ἢ περὶ τὰς ἐμμέσους, καὶ ὅτι καθ’ ἑκάτερον ἢ μετὰ συλλογισμοῦ ἐστιν ἢ ἄνευ συλλογισμοῦ, καὶ ὅτι καταφατικῆς μὲν οὔσης τῆς ἐπιστημονικῆς ἀποφάνσεως ἤτοι προτάσεως ἡ ἐναντία ἀπάτη τῆς ἐναντίας ἔσται ἀποφάσεως, οὐ τῆς ἀντιφατικῶς ἀντικειμένης, διὰ τὸ ὑποδύεσθαι τὴν ἐπιστήμην καὶ θέλειν τὰ καθόλου συνάγειν,2 ἀποφατικῆς δὲ οὔσης τῆς ἐπιστημονικῆς προτάσεως ἡ ἀπάτη καταφατικὴ ἔσται. ἐπειδὴ οὖν εἶπε πῶς γίνεται ἡ ἀπάτη ἡ περὶ τὰς ἀμέσους καταφατικὰς προτάσεις καταφατικὴ οὖσα, ὅτι ἐν μόνῳ τῷ πρώτῳ σχήματι, καὶ ἤτοι ἀμφοτέρων ψευδῶν οὐσῶν τῶν προτάσεων ἢ θατέρας, νῦν δείκνυσι πῶς γίνεται ἡ ἀποφατικὴ ἀπάτη ἡ ταῖς ἀμέσοις καταφατικαῖς ἀντικειμένη προτάσεσι. γίνεται οὖν, φησί, καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ δευτέρῳ σχήματι, διότι τὸ καθόλου ἀποφατικὸν ἐν ἀμφοτέροις συνάγεται, καὶ ἤτοι δι’ ἀμφοτέρων ψευδῶν τῶν προτάσεων ἤτοι διὰ θατέρας μόνης ψευδοῦς θατέρας δὲ ἀληθοῦς. πῶς δὲ ἕκαστον συμβαίνει, κατὰ μέρος τὴν λέξιν ἐπεξιόντες εἰσόμεθα. καὶ τέως δείκνυσι πῶς ἐν τῷ πρώτῳ σχήματι δείκνυται ἐξ ἀμφοτέρων τῶν προτάσεων ψευδῶν.

“而不属于的错误,则在第一格和中间格中都会产生。” 我们曾说过,他的意图在于论述与知识相反的欺瞒[错误],并且品质上的错误要么发生于无中项的前提,要么发生于有中项的前提,且在每一种情况下要么伴随三段论,要么不伴随三段论;并且,当属于知识的断言即前提是肯定时,相反的错误将是相反的否定判断,而不是矛盾对立的否定判断,这是因为要假托知识之名并意图推导出全称结论,而当属于知识的前提是否定时,错误则是肯定的。因此,既然他已经说明了关于无中项肯定前提的错误在它是肯定命题时是如何产生的——即仅在第一格中产生,并且要么两前提皆假,要么其中之一为假——现在他便表明与无中项肯定前提相对立的否定性错误是如何产生的。因此他说,这在第一格和第二格中都会产生,因为全称否定结论在两个格中都能被推导出来,并且要么通过两前提皆假,要么仅通过其中之一为假而另一为真来产生。而其中每一情况如何发生,我们将在逐句检视文本时得知。而眼下他表明的是,在第一格中如何从两前提皆假来得出证明。

语法注2 条
  1. 1.301Οὐ πρὸς τὸ προσεχῶς εἰρημένον τοῦτο τὸ ὅταν γὰρ πρώτως κατηγορῆται τὸ αὐτὸ πλειόνων, ἀλλὰ πρὸς τὸ πρὸ αὐτοῦ

    介词短语 πρὸς 加宾格表示关联或指涉的对象(“关涉于……”、“连接于……”)。句首的 οὐ 与其后的 ἀλλά 构成呼应,判定亚里士多德在80a4处的文句在上下文里并非接续紧邻的前一句,而是接续更前面的一句。

  2. 1.302διὰ τὸ ὑποδύεσθαι τὴν ἐπιστήμην καὶ θέλειν τὰ καθόλου συνάγειν

    介词 διὰ 支配带有中性单数宾格冠词 τὸ 的不定词短语 τὸ ὑποδύεσθαι... καὶ θέλειν...,作原因状语。动词 ὑποδύεσθαι 意为“扮演”、“假托……之名”,并以宾格 τὴν ἐπιστήμην 为直接宾语。不定词的逻辑主语为前文的“相反的错误”(ἡ ἐναντία ἀπάτη)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:197.22-198.25