← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§196.4-197.21

大前提为真而小前提为假的谬误推理证明

本段注疏亚里士多德《后分析篇》80a2–80a3,借助亚历山大的解释(“从属”指广义的陈述)阐明了谬误推理中大前提为何可能是真实的,并通过穷举各种情况的反证法论证了当同一项直接陈述于多个项时小前提必然恒为虚假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.299

" Τὴν δὲ ΑΓ ἐγχωρεῖ, οἷον εἰ τὸ Α καὶ τῷ Γ καὶ τῷ Β ὑπάρχει ἀτόμως." Ὅτι τὴν μείζονα πρότασιν τὴν ΑΓ ἐγχωρεῖ ἀληθῆ εἶναι, διὰ τούτων πιστοῦται· ἐνδέχεται γάρ, φησί, τὸ Α καὶ τῷ Γ καὶ τῷ Β ὑπάρχειν ἀτόμως. ἐνταῦθα δέ, πῶς φησιν ὑπάρχειν ἀμέσως τὸ Α καὶ τῷ Γ καὶ τῷ Β, πολλὴ ζήτησις τῷ Ἀλεξάνδρῳ γέγονε. καὶ μετὰ πολλὰ λέγει τὴν ἀληθῆ τοῦ ῥητοῦ διάνοιαν, ὅτι ὑπάρχειν ἐνταῦθα λέγει οὐ τὸ καταφάσκεσθαι ἀλλ’ ἁπλῶς τὸ κατηγορεῖσθαι,1 εἴτε καταφατικῶς εἴτε ἀποφατικῶς. ἐνδέχεται οὖν, φησί, τὸ Α ἀμέσως καὶ τοῦ Β καὶ τοῦ Γ κατηγορεῖσθαι, ἀλλὰ τοῦ μὲν Γ καταφατικῶς τοῦ δὲ Β ἀποφατικῶς. εἰ γὰρ εἴη τὸ Γ εὐθὺς ὑπὸ τὸ Α καὶ μὴ μετὰ πλείονα, οἷον τοῦ Α ὄντος οὐσίας, εἰ τὸ Γ εἴη τὸ εὐθὺς ὑπὸ τὴν οὐσίαν, οἷον τὸ σῶμα, τούτου ἀμέσως ἡ οὐσία κατηγορηθήσεται· τοῦ δὲ Β, τουτέστι τοῦ ποιοῦ, ἀμέσως ἀποφαθήσεται. εἰ δὲ ἀμέσως ἐνδέχεται τοῦ Γ κατηγορεῖσθαι, ἐνδέχεται ἄρα ἀληθῆ εἶναι τὴν μείζονα πρότασιν, λέγω δὴ τὴν ΑΓ.

“但ΑΓ[前提]是可能的,例如若Α直接从属于Γ和Β两者。” 大前提ΑΓ可能是真实的,他通过这些字句予以证实;因为他说,Α直接从属于Γ和Β两者是可能的。但在这里,关于他如何说Α直接从属于Γ和Β两者,亚历山大产生了诸多探讨。在经过许多[探讨]之后,他[亚历山大]道出了该文句的真实含义,即在这里所谓的“从属”,并不是指被肯定,而是指单纯的被陈述,不论是肯定地还是否定地。他[亚历山大]说,因此Α直接被陈述于Β和Γ两者是可能的,但对Γ是肯定地,对Β是否定地。因为如果Γ直接处于Α之下而不是在若干中间物之后——例如当Α是实体,且Γ是直接处于实体之下的东西,如物体——实体将直接被陈述于它;而对于Β,即性质,则将直接被否定。如果[Α]可能直接被陈述于Γ,那么大前提、我是说ΑΓ,就可能是真实的。

§1.300

"Ὅταν γὰρ πρώτως κατηγορῆται τὸ αὐτὸ πλειόνων, οὐδέτερον οὐδετέρῳ ἔσται." Ἐπειδὴ εἶπεν ὅτι ἡ ΓΒ πρότασις ἀεὶ ψευδής ἐστι, τουτέστιν ἡ ἐλάττων, ἡ μέντοι μείζων, ἥτις ἦν ἡ ΑΓ, δύναται ἀληθὴς εἶναι, ὅτι μὲν ἐνδέχεται τὴν μείζονα ἀληθῆ εἶναι, ἔδειξεν εἰπὼν οἷον εἰ τὸ Α καὶ τῷ Γ καὶ τῷ Β ὑπάρχει ἀτόμως. ὅτι δὲ ἡ ἐλάττων ψευδὴς ἀεί ἐστι, διὰ τούτων δείκνυσι καθολικῷ τινι λόγῳ χρώμενος. καθόλου γάρ φησιν ὅτι, ὅταν ἕν τι καὶ τὸ αὐτὸ πλειόνων κατηγορῆται ὁπωσοῦν, ἢ πάντων καταφατικῶς ἢ πάντων ἀποφατικῶς ἢ τῶν μὲν καταφατικῶς τῶν δὲ ἀποφατικῶς, τῶν λοιπῶν οὐδὲ ἓν ἐν οὐδενὶ τῶν ἄλλων ὑπάρχει. καὶ ἴδωμέν γε τὴν τοῦ λόγου ἀλήθειαν τοῖς κατὰ μέρος ἐπεξιόντες. τὸ γὰρ Α καὶ τοῦ Γ καὶ τοῦ Β ἀποφασκέσθω ἀμέσως· λέγω ὅτι οὐδὲ τὸ Β οὐδενὶ τῷ Γ ὑπάρξει. εἰ γὰρ τοῦτο ψεῦδος, παντὶ ὑπάρξει τῷ Γ τὸ Β. εἰ οὖν τὸ Α μὲν οὐδενὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ ὑπάρχει διὰ μέσου τοῦ Β· ὑπέκειτο δὲ ἀμέσως μὴ ὑπάρχειν· οὐδενὶ ἄρα τῷ Γ ὑπάρχει τὸ Β. διὰ τὰ αὐτὰ δὴ οὐδὲ τὸ Γ οὐδενὶ ὑπάρξει τῷ Β. ἀλλὰ δὴ καὶ ἀμφοτέρων ἀμέσως καταφασκέσθω τὸ Α, καὶ τοῦ Β λέγω καὶ τοῦ Γ· πάλιν οὖν οὐχ ὑπάρξει τὸ Β τῷ Γ. εἰ γὰρ ὑπάρξει, ἐπεὶ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ, καὶ τὸ Α ἄρα παντὶ τῷ Γ διὰ μέσου τοῦ Β· ἀλλ’ ὑπέκειτο ἀμέσως ὑπάρχειν. ὁμοίως οὖν οὐδὲ τὸ Γ οὐδενὶ τῷ Β ὑπάρξει. ἀλλὰ δὴ τοῦ μὲν ἑτέρου καταφασκέσθω ἀμέσως, ἀποφασκέσθω δὲ τοῦ λοιποῦ. οἷον τὸ Α παντὶ μὲν ὑπαρχέτω τῷ Β ἀμέσως, μηδενὶ δὲ τῷ Γ· λέγω ὅτι οὐδὲ τὸ Β οὐδενὶ τῷ Γ ὑπάρξει. εἰ γὰρ παντί, ἐπεὶ καὶ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ, καὶ τὸ Α παντὶ τῷ Γ ὑπάρξει· ἀλλ’ ὑπέκειτο οὐδενί. ὁμοίως οὐδὲ τὸ Γ οὐδενὶ τῷ Β· εἰ γὰρ παντί, ἐπειδὴ τὸ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Γ παντὶ τῷ Β, τὸ Α οὐδενὶ τῷ Β ὑπάρξει· ἀλλ’ ὑπέκειτο παντί. διὰ τὰ αὐτὰ δὴ οὐδ’, ἐὰν πλείονα ᾖ ὧν ἀμέσως κατηγορεῖται τὸ Α, ἐνδέχεται ἐκείνων τι τῶν λοιπῶν τινὶ ὑπάρξαι.2 εἰ τοίνυν, ὅταν τὸ αὐτὸ ἀμέσως τινῶν κατηγορῆται, ἐκεῖνα ὑπάρχειν ἀλλήλοις ἀδύνατον, ὑπάρχει δὲ τὸ Α καὶ τῷ Γ καὶ τῷ Β, ἀδύνατον ἄρα ταῦτα ἀλλήλων καταφάσκεσθαι. ὥστε ὁ παραλογισμὸς καταφάσκων τὸ Γ τοῦ Β ψευδῆ πάντως ποιήσει τὴν πρότασιν τὴν ἐλάττονα.

“因为当同一事物首先被陈述于多数事物时,两者之中的任何一个都不会属于另一个。” 既然他说过ΓΒ前提即小前提始终是虚假的,而作为ΑΓ的大前提却能够是真实的,那么大前提可能是真实的,他已通过说“例如若Α直接从属于Γ和Β两者”予以表明。但小前提始终是虚假的,他则通过这些字句、运用某种全称性的论证予以表明。因为他全称地说:当某个同一的事物以无论何种方式被陈述于多数事物时——无论是对全部肯定地,还是对全部否定地,抑或是对某些肯定地而对另一些否定地——其余的事物中没有一个从属于其他事物中的任何一个。让我们通过逐一审视各个具体情况来看出该论证的真实性。因为设Α直接被否定于Γ和Β两者;我断言,Β也不会从属于任何Γ。因为如果这是虚假的,Β就将从属于一切Γ。既然Α不从属于任何Β,而Β从属于一切Γ,Α就将通过中项Β而不从属于任何Γ;但原本设定的是直接不从属;因此Β不从属于任何Γ。恰出于同样的原因,Γ也不会从属于任何Β。但再设Α对两者——我是指Β和Γ——都被直接肯定;于是同样地,Β将不从属于Γ。因为如果从属,既然Α从属于一切Β,而Β从属于一切Γ,Α也就将通过中项Β而从属于一切Γ;但原本设定的是直接从属。因此同样地,Γ也不会从属于任何Β。但再设它对其中一方被直接肯定,而对另一方被否定。例如,设Α直接从属于一切Β,但不从属于任何Γ;我断言,Β也不会从属于任何Γ。因为如果从属于一切,既然Α也从属于一切Β,而Β从属于一切Γ,Α就也将从属于一切Γ;但原本设定的是不从属于任何。同样地,Γ也不会从属于任何Β;因为如果从属于一切,既然Α不从属于任何Γ,而Γ从属于一切Β,Α就将不从属于任何Β;但原本设定的是从属于一切。恰出于同样的原因,即使Α直接被陈述于更多的事物,它们之中的任何一个也不可能从属于其余事物中的任何一个。因此,如果当同一事物直接被陈述于某些事物时,它们相互从属是不可能的,并且Α从属于Γ和Β两者,那么它们[Γ与Β]被相互肯定就是不可能的。从而,把Γ肯定于Β的谬误推理必然会使小前提成为虚假的。

语法注2 条
  1. 1.299καὶ μετὰ πολλὰ λέγει τὴν ἀληθῆ τοῦ ῥητοῦ διάνοιαν, ὅτι ὑπάρχειν ἐνταῦθα λέγει οὐ τὸ καταφάσκεσθαι ἀλλ’ ἁπλῶς τὸ κατηγορεῖσθαι

    主句动词 λέγει 的主语是前文引入的注疏家亚历山大,而 ὅτι 引导的宾语从句中的动词 λέγει 的主语则是原文作者亚里士多德。此处存在主语的转换。

  2. 1.300διὰ τὰ αὐτὰ δὴ οὐδ’, ἐὰν πλείονα ᾖ ὧν ἀμέσως κατηγορεῖται τὸ Α, ἐνδέχεται ἐκείνων τι τῶν λοιπῶν τινὶ ὑπάρξαι.

    主句的核心框架是 οὐδὲ ... ἐνδέχεται ἐκείνων τι τῶν λοιπῶν τινὶ ὑπάρξαι(它们之中的任何一个从属于其余事物中的任何一个也是不可能的),其间插入了条件状语从句 ἐὰν πλείονα ᾖ ὧν ἀμέσως κατηγορεῖται τὸ Α(即使Α直接陈述的事物更多)。关系代词 ὧν 为由动词 κατηγορεῖται 所支配的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:196.4-197.21