← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§193.30-196.3

直接肯定命题与两前提皆假之谬误推理

斐洛庞努斯注疏亚里士多德《后分析篇》79b25–39,探讨直接肯定命题中推论性欺瞒的产生方式。他论证了当大项与小项直接对立且小项不从属于任何全称整体时,通过选取一个与两端项完全外在的中项,可以构造出两个前提均为全称虚假的谬误推理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.292

" Αὕτη δ’ ἐν μὲν τοῖς πρώτως ὑπάρχουσιν ἢ μὴ ὑπάρχουσι συμβαίνει διχῶς." Εἰπὼν ὅτι ἡ κατὰ διάθεσιν ἄγνοια ἔστι μὲν ἡ διὰ συλλογισμοῦ γινομένη ἀπάτη καὶ ὀφείλων ἐπαγαγεῖν ὅτι ἔστι δὲ καὶ ἡ ἄνευ συλλογισμοῦ (τοῦτο γὰρ ἦν τὸ ἀκόλουθον), ὅμως ἀναλαμβάνει τὸν λόγον καὶ φησὶν1 αὕτη δὲ ἐν μὲν τοῖς πρώτως ὑπάρχουσιν ἢ μὴ ὑπάρχουσι συμβαίνει διχῶς. αὕτη δέ, φησίν, οὐχὶ ἡ διὰ συλλογισμοῦ ἀλλ’ ἡ κατὰ διάθεσιν γινομένη· ταύτην γὰρ διαιρεῖ εἰς τὴν διὰ συλλογισμοῦ καὶ εἰς τὴν ἄνευ συλλογισμοῦ. τὸ δὲ ἐν μὲν τοῖς πρώτοις ὑπάρχουσιν ἢ μὴ ὑπάρχουσι, τοῦτ’ ἔστιν ἐν ταῖς ἀμέσοις προτάσεσιν ἤτοι ἀποφάνσεσι, τουτέστιν ἢ κατηγορικαῖς ἢ ἀποφατικαῖς· ἐν ἑκάστῃ γὰρ τούτων ἔστι καὶ ἄνευ συλλογισμοῦ τὴν ἐναντίαν ἀπάτην δοξάσαι καὶ μετὰ συλλογισμοῦ. ἴσως δὲ καὶ βουληθεὶς ἐξ ἀρχῆς τῆς μετὰ συλλογισμοῦ ἀπάτης τὴν διαίρεσιν εὐθὺς ποιήσασθαι, πρὶν μνησθῆναι τῆς ἄνευ συλλογισμοῦ, εἶπε τὸ ἔστι μὲν ἡ διὰ συλλογισμοῦ γινομένη ἀπάτη. εἶτα πάλιν καλὸν νομίσας πρότερον εἰπεῖν, ποσαχῶς ἡ κατὰ διάθεσιν γίνεται ἀπάτη, ἐπανέλαβε τὸν λόγον καὶ εἶπεν αὕτη δ’ ἐν μὲν τοῖς πρώτως ὑπάρχουσι καὶ τὰ ἑξῆς.

“但这在首先从属或不从属的事物中以两种方式发生。” 在他说过照状态的无知一方面是通过推论产生的欺瞒之后,本应当接着说另一方面也有不通过推论产生的欺瞒(因为这是自然的续篇),然而他却接续话头说道:“但这在首先从属或不从属的事物中以两种方式发生。”他说,所谓“这”,并不是指通过推论产生的欺瞒,而是指照状态产生的欺瞒;因为他把这种欺瞒划分为通过推论的欺瞒和不通过推论的欺瞒。至于“在首先从属或不从属的事物中”,意思是在直接的前提亦即断言中,也就是在肯定断言或否定断言中;因为在它们每一个之中,既可能不通过推论而持相反欺瞒之见解,也可能伴随推论而持有。或许,他从一开始想要在提及不通过推论的欺瞒之前,立即对伴随推论的欺瞒作出划分,于是说“一方面有通过推论产生的欺瞒”;随后又认为先说明照状态的欺瞒以多少种方式产生更好,便接转话头说道:“但这在首先从属的事物中……”等等。

§1.293

"Τῆς μὲν οὖν ἁπλῆς ὑπολήψεως ἁπλῆ ἡ ἀπάτη." Ἐὰν γάρ τις ἁπλῶς καὶ δίχα συλλογισμοῦ ἀπάτην τινὰ λάβῃ, τῆς τοιαύτης ψευδοῦς ὑπολήψεως ἁπλῆ ἐστιν ἡ ἀπάτη· ἅτε γὰρ ἄνευ συλλογισμοῦ τινος γινομένη οὐκ ἔστι ποικιλία τις ἐν αὐτῇ οὐδὲ διαίρεσις ὥσπερ ἐπὶ τῆς διὰ συλλογισμοῦ γινομένης.

“因此,单纯认定的欺瞒是单纯的。” 因为如果有人单纯且脱离推论而抱有某种欺瞒,这种虚假认定的欺瞒就是单纯的;因为既然是不通过任何推论而产生的,在其中就不存在像通过推论产生的欺瞒那样的多样性或划分。

§1.294

"Μὴ ὑπαρχέτω γὰρ τὸ Α μηδενὶ τῷ Β ἀτόμως." Ἐὰν ἄμεσος ᾖ ἡ ἁπλῆ ἀπόφασις, ἡ ἀντικειμένη ταύτῃ κατάφασις, εἰ διὰ συλλογισμοῦ γίνοιτο, λήψεται μέσον τινὰ ὅρον, οἷον τὸ Γ, καὶ συλλογιεῖται ἠπατημένως διὰ μέσου τοῦ Γ ὅτι τὸ Α παντὶ τῷ Β ὑπάρχει. ποσαχῶς δὲ γίνεται παραλογισμὸς ἐν τούτῳ, ἐφεξῆς ἐπήγαγεν.

“因为设Α直接不从属于任何Β。” 如果单纯的否定命题是直接的,那么与此对立的肯定命题若是通过推论产生,将选取某个中项,例如Γ,并将受蒙蔽地通过中项Γ推导出Α从属于一切Β。至于在这种情况中谬误推理以多少种方式产生,他在后文紧接着加上了说明。

§1.295

"Εἰ γὰρ μήτε τὸ Α μηδενὶ τῷ Γ ὑπάρχει μήτε τὸ Γ μηδενὶ τῷ Β, εἴληπται δ’ ἑκατέρα ἀνάπαλιν,2 ἄμφω ψευδεῖς ἔσονται." Εἰ ὁ ληφθείς, φησί, μέσος ὅρος οὕτως ἔχει πρὸς τοὺς ἄκρους ὥστε τόν τε μείζονα αὐτοῦ ἀποφάσκεσθαι καὶ αὐτὸν τοῦ ἐλάττονος, ἐλήφθη δὲ ὑπὸ τοῦ παραλογισμοῦ ἀνάπαλιν, λέγω δὴ τόν τε μείζονα ὑπάρχειν τῷ μέσῳ καὶ τοῦτον τῷ ἐλάττονι, δῆλον ὡς ἐξ ἀμφοτέρων ψευδῶν ὁ παραλογισμὸς γέγονεν.

“因为如果Α既不从属于任何Γ,Γ也不从属于任何Β,而每一方都被反过来选取,两者就都将是虚假的。” 他说,如果所选取的中项与两端项的关系是:大项被否定于它,并且它自身也被否定于小项,但在谬误推理中却被反过来选取——我是说,大项从属于中项,且中项从属于小项——显而易见,该谬误推理是从两个虚假的前提中产生的。

§1.296

"Ἐγχωρεῖ δ’ οὕτως ἔχειν τὸ Γ πρὸς τὸ Α καὶ τὸ Β ὥστε μήτε ὑπὸ τὸ Α εἶναι μήτε καθόλου τῷ Β." Ἐπειδὴ εἶπεν ὅτι ἐνδέχεται ἀμφοτέρας τὰς προτάσεις εἶναι ψευδεῖς, πῶς ἐνδέχεται τοῦτο, διὰ τούτων προστίθησιν. ὅταν, φησίν, οὕτως ἔχῃ τὸ μέσον ὥστε μήτε ὑπὸ τὸν μείζονα εἶναι ὅρον μήτε τοῦ ἐλάττονος κατηγορεῖσθαι· τοιοῦτος δέ ἐστιν, ὅταν ἀλλότριος ᾖ ἑκατέρου.

“而Γ与Α和Β具有既不处于Α之下也不全称从属于Β的关系,是可能的。” 既然他曾说两个前提都是虚假的乃是可能的,他就通过这些字句补充了这是如何可能的:他说,当中项的关系既不处于大项之下也不被陈述于小项时;而当中项外在于两者时,它就是这样的。

§1.297

"Τὸ μὲν γὰρ Β ἀδύνατον εἶναι ἐν ὅλῳ τινί." Ἑκάτερον τῶν εἰρημένων ἀποδείκνυσιν. ὅτι οὖν [ἐὰν] ἐνδέχεται τὸν μέσον μὴ καθόλου κατηγορεῖσθαι τοῦ Β, μᾶλλον δὲ ἀνάγκη μὴ κατηγορεῖσθαι καθόλου τοῦ Β, δῆλον. εἰ γὰρ πρώτως καὶ ἀμέσως ἀπεφάσκετο ὁ Α τοῦ Β, οὐκ ἐνδέχεται τὸ Β ὑπό τι ἄλλο εἶναι· οὐκέτι γὰρ ἂν ἀμέσως τὸ Α τοῦ Β κατηγορεῖτο ἀλλὰ διὰ μέσου ἐκείνου3 ὑφ’ ὃ ἀνήγετο καὶ τὸ Β.

“因为Β不可能处于任何整体之中。” 他对所说的每一项都予以论证。因此,中项可能不被全称陈述于Β——或者更确切地说,必然不被全称陈述于Β——是显而易见的。因为如果Α是首先且直接地被否定于Β,Β就不可能处于任何其他事物之下;因为Α就将不再是直接被陈述于Β,而是通过Β所归属的那个事物作为中间项[而被陈述]了。

§1.298

"Τὸ δὲ Α οὐκ ἀνάγκη πᾶσι τοῖς οὖσιν εἶναι καθόλου." Ὅτι ἐνδέχεται καὶ τὸ Α μηδενὶ τῶν Γ ὑπάρχειν. εἰ μὲν γὰρ ἦν τι γενικώτατον γένος κατὰ πάντων τῶν ὄντων καὶ τοῦτο εἰλήφαμεν πρὸς τῷ Α, οὐχ οἷόν τε ἦν ἐκεῖνο μὴ πάντως ἐν καταφάσει παραλαμβάνεσθαι· ὃ γὰρ ἂν ἐλήφθη μέσον, τοῦτο πάντως ἐν ἐκείνῳ ἦν κἀκεῖνο κατὰ παντὸς αὐτοῦ κατηγορεῖτο. ἐπειδὴ δὲ οὐδέν ἐστι τοιοῦτον, ἐνδέχεται ἀλλότριον λαμβάνεσθαι τὸν μέσον, καὶ οὕτως οὐ κατηγορηθήσεται αὐτοῦ ὁ μείζων.

“而Α不必对所有存在者都是全称的。” 意思是,Α不从属于任何Γ也是可能的。因为如果存在某个涵盖所有存在者的最高属,并且我们把这个属取作Α,那么它就绝不可能不在肯定命题中完全被采纳;因为无论选取什么作为中项,这都必然处于那个[属]之中,而那个[属]必然陈述于它的全部。但既然不存在这样的东西,选取一个外在的中项就是可能的,从而大项将不被陈述于它。

语法注3 条
  1. 1.292Εἰπὼν ὅτι ἡ κατὰ διάθεσιν ἄγνοια ἔστι μὲν ἡ διὰ συλλογισμοῦ γινομένη ἀπάτη καὶ ὀφείλων ἐπαγαγεῖν ὅτι ἔστι δὲ καὶ ἡ ἄνευ συλλογισμοῦ (τοῦτο γὰρ ἦν τὸ ἀκόλουθον), ὅμως ἀναλαμβάνει τὸν λόγον καὶ φησὶν

    分词短语 εἰπών ... καὶ ὀφείλων 对主句动词 ἀναλαμβάνει ... καὶ φησίν 起让步作用(“虽已说了……且本应接着说……,然而他却接续话头……”)。主句中的 ὅμως 清楚地标明了这种让步关系,括号中的 γάρ 从句则是对 ὀφείλων 的补充说明。

  2. 1.295εἴληπται δ’ ἑκατέρα ἀνάπαλιν

    副词 ἀνάπαλιν(“相反地、反向地”)指的是本应作为否定形式(均不从属)的两个前提命题被反过来作为肯定命题(大项从属于中项,中项从属于小项)选取。斐洛庞努斯在正文中用 λέγω δὴ τόν τε μείζονα ὑπάρχειν τῷ μέσῳ καὶ τοῦτον τῷ ἐλάττονι 对此作了清楚的释义。

  3. 1.297οὐκέτι γὰρ ἂν ἀμέσως τὸ Α τοῦ Β κατηγορεῖτο ἀλλὰ διὰ μέσου ἐκείνου

    未完成过去时 κατηγορεῖτο 配合 ἄν 构成了与事实相反的虚拟条件句归结从句:“因为[如果Β处于某上位概念之下],Α就将不再是直接陈述于Β,而是通过中间项[而陈述]了(但事实上Α是直接否定/陈述于Β的)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:193.30-196.3